← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§146.31-148.12

施动与受动中邻近性与质料同一性的条件

菲洛波诺斯结合变硬的过程以及天体与月下界的关系,解释了为何在施动与受动的定义中附加“近邻地”和“由相同质料构成”的限定,并通过澄清转变是向形式上的相反者转变而非向数目同一的相反者转变,解决了关于相反者的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.207#2

προσέθηκα δὲ ‘προσεχῶς’, διότι δρᾷ ἡ ψύξις εἰς τὴν μαλακότητα· τὸ γὰρ μαλακὸν γένοιτο ἂν ὑπὸ ψυχροῦ σκληρόν, οἷον ὁ κηρός, ἢ ὑπὸ θερμοῦ, οἷον ὁ πηλός, καὶ οὐ δήπου ἢ τὸ ψυχρὸν ἐναντίον ἂν εἴη τῷ ἐν κηρῷ μαλακῷ, ἢ τὸ θερμὸν τῷ ἐν πηλῷ, ἢ ὅλως τὸ θερμὸν ἢ ψυχρὸν ἐναντία ἐστὶ τῷ μαλακῷ. ποιοῦσι δὲ εἰς τὸ μαλακὸν οὐ προσεχῶς· προσεχῶς γὰρ εἰς τὰ ἐναντία ποιοῦσι. τὸ μὲν γὰρ ψυχρὸν εἰς τὸ ἐν τῷ κηρῷ θερμὸν δρᾶσαν καὶ ἐκδιαφορῆσαν αὐτό, συνεκδιαφορουμένης δηλονότι καί τινος ὑγρᾶς οὐσίας σὺν τῷ θερμῷ, ἐν ᾗ καὶ τὸ εἶναι εἶχεν, οὕτω συμβαίνει τὸν κηρὸν παγῆναί τε καὶ σκληρὸν γενέσθαι. ὥστε προσεχῶς ἡ ψύξις εἰς τὴν θερμότητα ἔδρασε καὶ δι’ αὐτὴν εἰς τὴν ὑγρότητα, καὶ οὕτω λοιπὸν κατὰ συμβεβηκὸς εἰς τὴν μαλακότητα. οὕτω καὶ ἐπὶ ὕδατος ἡ ψύξις δράσασα ποιεῖ κρύσταλλον· προσεχῶς τὸ ἔμφυτον θερμὸν τὸ ἐν αὐτῷ διαφορῆσαν ἢ καὶ παντελῶς ἔστιν ὅτε ἀποσβέσαν1 καὶ συνεκδιαφορῆσάν τινα οὐσιώδη τοῦ ὕδατος ὑγρότητα, ἢ τῇ ἐπιτάσει τῆς ψύξεως τό γε ἀληθέστερον πιλήσαν τὰ μόρια τοῦ ὕδατος καὶ πυκνῶσαν, οὕτω ποιεῖ τὸ ὕδωρ σκληρὸν καὶ ἀντίτυπον ἀντὶ ὑπεικτικοῦ καὶ μαλακοῦ. ὡσαύτως δὲ καὶ ἡ θερμότης ἐπὶ τοῦ πηλοῦ τὴν ἐν τῷ πηλῷ ψύξιν ἀποσβέσασα, ἢ εἰς θερμότητα μεταβάλλουσα καὶ ἐκδιαφορήσασα, συνεκδιαφορεῖ τῇ θερμότητι τὴν ὑγρὰν οὐσίαν ἐν ᾗ καὶ τὸ εἶναι εἶχεν ἡ ψύξις· καὶ οὕτω τὸ καταλειπόμενον σκληρὸν ἀντὶ μαλακοῦ γέγονε, τῆς θερμότητος πρώτως εἰς τὴν ψύξιν τὴν ἐν τῷ πηλῷ δρασάσης. εἴρηται δὲ ταῦτα ἀκριβῶς ἐν τῷ τετάρτῳ τῶν Μετεώρων. Μήποτε δὲ οὕτω δεῖ λέγειν, ὅτι ἡ θερμὴ καὶ ξηρὰ τοῦ πυρὸς οὐσία εἰς τὴν ψυχρὰν καὶ ὑγρὰν τοῦ πηλοῦ δράσασα, καὶ μεταβαλοῦσα ταύτην ἢ ἐκδιαφορήσασα, οὕτω ποιεῖ σκληρὸν τὸν πηλόν· ὥστε προσεχῶς τὸ ἐναντίον εἰς τὸ ἐναντίον ἐποίησε. τὸ μὲν οὖν ‘προσεχῶς’ διὰ τοῦτο προσέθηκα, τὸ δὲ ‘ὁμόυλα’ διὰ τὰ οὐράνια. κἂν γὰρ ἡ πρώτη ὕλη κοινὴ τῶν ὑπὸ σελήνην, τὸ τριχῇ λέγω διαστατόν, ἀλλ’ οὐχ ἡ προσεχεστέρα,2 ὡς δύνασθαι τὸ μὲν τῶν ἐναντίων ἀποβάλλειν, τὸ δὲ δέχεσθαι. ποιεῖ οὖν καὶ τὰ οὐράνια προσεχῶς εἰς τὸ ὑπέκκαυμα (πρώτως γὰρ αὐτὸ κινεῖ), καὶ πάσχει τὸ ὑπέκκαυμα ὑπὸ τῶν οὐρανίων προσεχῶς, ἀλλ’ ὅμως οὐκ ἔστιν ἐναντία ταῦτα. τοῦτο δὲ διότι, ὡς εἶπον, οὐδὲ ὁμόυλα. καλῶς ἄρα εἴρηται ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα προσεχῶς ὁμόυλα ὄντα πάντως ἐναντία ἐστίν. Ἀπορήσειε δ’ ἄν τις καὶ τοῦτο εἰκότως ἐν τῷ περὶ τῶν ἐναντίων λόγῳ, πῶς λέγομεν τὰ ἐναντία μεταβάλλειν εἰς ἄλληλα. εἰ γὰρ μὴ πάντα τὰ ἐναντία ποιεῖ καὶ πάσχει εἰς ἄλληλα, εὔλογον μηδὲ πάντα τὰ ἐναντία μεταβάλλειν εἰς ἄλληλα. οὐ γὰρ δὴ τὸ ἐν ψιμυθίῳ λευκὸν μεταβάλλοι ἂν εἰς τὸ ἐν ἐβένῳ μέλαν ἢ εἰς τὸ ἐν κόρακι. οὐκ ἄρα πᾶν ἐναντίον εἰς πᾶν ἐναντίον μεταβάλλει.3 εἰ τοίνυν ἀληθὴς ὁ λόγος ὁ λέγων τὰ ἐναντία μεταβάλλειν εἰς ἄλληλα, οὐ μεταβάλλει δὲ τὸ ἐν ψιμυθίῳ λευκὸν εἰς τὸ μέλαν τὸ ἐν ἐβένῳ, οὐδ’ ἂν ἐναντίον αὐτῷ εἴη, ὅπερ ἄτοπον· καθόλου γὰρ τὸ λευκὸν ἐναντίον τῷ μέλανι. ὥστε εἰ τὸ καθόλου λευκὸν τῷ καθόλου μέλανι ἐναντίον, καὶ τὸ τὶ ἄρα τῷ τινί. δοκεῖ οὖν ἑκατέρωθεν ὁ λόγος ἀναγκάζεσθαι ἕν τι τῶν κοινῶν ὁμολογημάτων ἀναιρεῖν, ἢ ὅτι οὐκ ἔστιν ἁπλῶς τὸ λευκὸν τῷ μέλανι ἐναντίον, εἰ μὴ πᾶν εἰς πᾶν μεταβάλλει, ἢ ὅτι οὐ τὰ ἐναντία πάντα μεταβάλλει εἰς ἄλληλα. φαμὲν οὖν πρὸς ταῦτα ὅτι καὶ τὸ πᾶν λευκὸν παντὶ μέλανι ἐναντίον εἶναι ἀληθές (δρᾷ γὰρ ἑκάτερον πάθη ἐναντία· πᾶν γὰρ μέλαν συγκριτικὸν ὄψεως καὶ πᾶν λευκὸν διακριτικόν), καὶ τὸ τὰ ἐναντία πάλιν εἰς ἄλληλα μεταβάλλειν ἀληθές· μεταβάλλει γὰρ εἰς τὰ κατ’ εἶδος ἐναντία, οὐδὲν δὲ εἰς τὸ κατ’ ἀριθμὸν τὸ αὐτὸ ἐναντίον μεταβάλλει. οὐ γὰρ δὴ τὸ ἐν τῷδε τῷ ὕδατι ψυχρὸν γίνεται θερμὸν τὸ ἐν τῷδε τῷ πυρί, ἢ τὸ ἐν τῷδε τῷ σώματι μέλαν γίνεται τὸ ἐν τῷδε τῷ σώματι λευκόν.

我之所以加上“近邻地”,是因为冷却对柔软施加作用;因为柔软之物可以被冷变硬,如蜡那样,也可以被热变硬,如黏土那样,而冷绝不可能与蜡中的柔软相反,热也绝不可能与黏土中的[柔软]相反,总的来说冷或热也绝不是柔软的相反者。但它们对柔软施加作用并非近邻地;因为近邻地它们是对相反者施加作用的。因为当冷对蜡中的热施加作用并使之发散,同时自然伴随着热与某种潮湿的实体一同发散(热正是在其中拥有其存在),蜡便由此发生凝结并变硬。因此,近邻地是冷却对热施加了作用,并借由热而对湿[施加了作用],从而随后附带地对柔软[施加了作用]。同样在水的情况下,冷却施加作用而生成了冰:近邻地发散了水固有的热,甚至有时完全熄灭了它,并一同发散了水的某种本质的潮湿,或者——这是更真实的——通过冷却的增强压缩并致密了水的部分,从而使水变得坚硬且抗拒,而非顺应且柔软。同样,热在黏土的情况下熄灭了黏土中的冷,或者将其转变成热并使之发散,随热一同发散了冷在其中拥有其存在的潮湿实体;这样,由于热最先对黏土中的冷施加了作用,留存下来的东西便由软变硬。这些事情在《气象学》第四卷中已被精确地论述。或者也许应当这样说:火的热且干燥的实体对黏土的冷且潮湿的[实体]施加了作用,并在转变或发散了它之后,以此使黏土变硬;因此近邻地是相反者对相反者施加了作用。于是,我之所以加上“近邻地”就是为了这个缘故,而加上“由相同质料构成”则是因属天之物的缘故。因为即使第一质料——我是指三维延展——对于[属天之物与]月下之物是共通的,但更近邻的质料却并不共通,以至于能够抛弃相反者的一方而接受另一方。因此属天之物固然近邻地对火的燃料施加作用(因为最先推动了它),火的燃料也近邻地承受属天之物的作用,但尽管如此,它们并不是相反者。而正如我说过的,这是因为它们甚至不是由相同质料构成的。由此可见,声称“近邻地施动与受动且由相同质料构成的事物必定是相反者”,是说得很恰当的。但在关于相反者的讨论中,有人也可能会合理地提出这样一个疑难:我们怎么能说相反者相互转变呢?因为如果并非所有相反者都相互施加和承受作用,那么并非所有相反者都相互转变也就是合乎道理的。事实上,铅白中的白绝不会转变成乌木中的黑或乌鸦身上的[黑]。从而并非任何相反者都向任何相反者转变。于是,如果声称相反者相互转变的说法是真实的,而铅白中的白并不向乌木中的黑转变,那么它对它也就不是相反者了,这是荒谬的;因为普遍的白与黑是相反的。所以,如果普遍的白与普遍的黑相反,那么某个特定的[白]也就与某个特定的[黑]相反。因此,这个论证似乎从两方面都被迫取消共同认可的前提之一:要么是如果并非任何事物都向任何事物转变,白就单纯而言并不与黑相反;要么是并非所有相反者都相互转变。于是我们针对这些疑难说:凡是白都与凡是黑相反,这固然是真实的(因为各自产生相反的状态;一切黑都收缩视觉,一切白都分散视觉),而相反者相互转变这也同样是真实的;因为它是向形式上相反的事物转变,却没有任何东西向在数目上同一的相反者转变。因为这水中的冷决不会变成这火中的热,这物体中的黑也决不会变成这物体中的白。

语法注3 条
  1. 1.207προσεχῶς τὸ ἔμφυτον θερμὸν τὸ ἐν αὐτῷ διαφορῆσαν ἢ καὶ παντελῶς ἔστιν ὅτε ἀποσβέσαν

    分词 διαφορῆσαν 与 ἀποσβέσαν(以及随后的 πιλήσαν, πυκνῶσαν)呈中性单数形式,与前文阴性主语 ἡ ψύξις 出现了性上的不一致。这是根据意义构句(constructio ad sensum),即作者在意义上将致冷主体理解为中性的 τὸ ψῦχος 或 τὸ ψυχρόν,作为修饰主动词 ποιεῖ 的附带分词。

  2. 1.207κἂν γὰρ ἡ πρώτη ὕλη κοινὴ τῶν ὑπὸ σελήνην, τὸ τριχῇ λέγω διαστατόν, ἀλλ’ οὐχ ἡ προσεχεστέρα

    让步与转折的呼应结构(κἂν... ἀλλʼ...)。在 κἂν 从句中省略了系动词(ᾖ 或 ἐστί),意为“即便第一质料对于月下之物[与属天之物]是共通的”。与 τῶν ὑπὸ σελήνην 相对比的属天之物(τὰ οὐράνια)需结合上下文予以补充。

  3. 1.207μεταβάλλει γὰρ εἰς τὰ κατ’ εἶδος ἐναντία, οὐδὲν δὲ εἰς τὸ κατ’ ἀριθμὸν τὸ αὐτὸ ἐναντίον μεταβάλλει

    前半句的主语是泛指的或未言明的相反者(ἕκαστον τῶν ἐναντίων),与后半句的 οὐδέν 形成对比。τὰ κατ' εἶδος ἐναντία 指“形式上(种上)相反的事物”,表达的逻辑区分为:个别的白并非转变成乌木中那同一个在数目上同一的黑,而是转变为同种的相反性质。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:146.31-148.12