- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:145.12-146.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺解释说,古人在论及施动与受动时之所以得出相反主张,取决于他们着眼于“基底”还是“状态”;为解决同质料性所引起的疑难,他提出在第一质料与终极质料之间必须引入“中间质料”(调和的幅度)以及能动力量。
" Κατὰ λόγον δὲ μὴ ταὐτὰ λέγοντας ἀμφοτέρους.1" Εὔλογον, φησί, τὸ λέγειν ὅτι καίπερ οὐ ταὐτὰ λέγοντες οἵ τε ὅμοια λέγοντες εἶναι τὰ ποιοῦντα καὶ πάσχοντα καὶ οἱ ἀνόμοια, ὅμως ἀμφότεροι τῆς φύσεως αὐτῶν ἅπτονται. πῶς δ’ ἑκάτερος αὐτῶν τῆς φύσεως ἅπτεται, ἐπήγαγεν. καὶ γὰρ ἡ κοινὴ χρῆσις, φησί, τῶν ἀνθρώπων ὁτὲ μὲν οὕτως ὁτὲ δὲ οὕτως εἴωθε λέγειν. λέγομεν γάρ, φησίν, ὁτὲ μὲν ὅτι ὁ ἄνθρωπος ὑγίανεν ἐκ τοῦ ὑποκειμένου καλοῦντες τὸ ὑγιαζόμενον, ὁτὲ δὲ ὅτι ὁ νοσῶν ὑγίανεν ἐκ τοῦ πάθους καλοῦντες, καὶ θερμαίνεσθαι ποτὲ μὲν τὸν λίθον ποτὲ δὲ τὸ ψυχρόν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ποιούντων ποτὲ μὲν θερμᾶναι λέγομεν τὸν ἄνθρωπον, ὅταν δηλονότι τῇ ἁφῇ θερμάνῃ, ποτὲ δὲ τὸ θερμὸν θερμᾶναι. ἐπεὶ οὖν τὰ ποιοῦντα καὶ τὰ πάσχοντα ποτὲ μὲν ἐκ τοῦ ὑποκειμένου καλοῦνται ποτὲ δὲ ἐκ τοῦ πάθους, ὅσοι μὲν εἰς τὸ ὑποκείμενον αὐτῶν ἀπέβλεψαν, τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν ἔφασαν (ὁμόυλα γάρ ἐστιν, ὡς εἴρηται, τὰ ποιοῦντα καὶ τὰ πάσχοντα), ὅσοι δὲ εἰς τὸ πάθος, τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου. δῆλον δὲ ὅτι, ὅταν λέγω ὁμόυλα εἶναι τὰ ποιοῦντα καὶ τὰ πάσχοντα, οὐ κατὰ τὴν προσεχῆ ὕλην φημὶ καὶ ἐσχάτην (δῆλον γὰρ ὅτι ἑτέρως δεῖ κεκρᾶσθαι τὸ ὑποκείμενον σῶμα τῷ λευκῷ χρώματι, ἑτέρως δὲ τὸ τῷ μέλανι· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων), ἀλλὰ κατὰ τὴν πρώτην, ἥτις ἐστὶν ἡ αὐτὴ καὶ θερμοῦ καὶ ψυχροῦ δεκτικὴ καὶ λευκοῦ καὶ μέλανος. ἀλλ’ εἰ τοῦτο, καὶ διὰ τὴν πρώτην ὕλην ὁμόυλά φαμεν τὰ ποιοῦντα καὶ πάσχοντα, διὰ τί μὴ πᾶν ὑπὸ παντὸς πάσχει καὶ πᾶν εἰς πᾶν ποιεῖ, καὶ λευκότης, φημί, εἰς γλυκύτητα καὶ εἰς εὐωδίαν ἢ δυσωδίαν, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως; πάντων γὰρ μία καὶ κοινὴ ὕλη ἡ πρώτη. λέγω οὖν ὅτι οὐκ ἀρκεῖ μόνον εἰς τὸ ποιεῖν τινα καὶ πάσχειν εἰς ἄλληλα τὸ εἶναι τὴν ὕλην αὐτῶν κοινήν (οὕτω γὰρ ἂν τὸ τυχὸν εἰς τὸ τυχὸν ἐποίει· πάντα γὰρ ὁμόυλα), ἀλλὰ δεῖ πρὸς τῷ κοινὴν εἶναι τὴν ὕλην καὶ ἐναντία εἶναι τὰ εἴδη τῶν ποιούντων καὶ πασχόντων. Ἀπορήσειε δ’ ἄν τις ἐπὶ τούτοις· εἰ τὰ ἐναντία ἐστὶν ἅπερ καὶ κοινὴν ὕλην ἔχει τὴν πρώτην τὰ ποιοῦντα καὶ πάσχοντα,2 διὰ τί μὴ ποιεῖ τὸ ἐν ἵππῳ λευκὸν εἰς τὸ μέλαν τὸ ἐν ἐβένῳ, καὶ ἁπλῶς πᾶν μέλαν εἰς πᾶν λευκόν; λέγω τοίνυν ὅτι οὐδὲ ὁμόυλα ταῦτα κυρίως. οὔτε γὰρ τὴν προσεχεστάτην ὕλην τῶν μεταβαλλόντων δεῖ λαμβάνειν οὔτε τὴν πρωτίστην· ἐπὶ μὲν γὰρ τῶν ἁπλῶν στοιχείων τὸ τριχῇ διαστατὸν κοινὴ τούτων ἐστὶν ὕλη, ἐπὶ δὲ τῶν συνθέτων οὐ δεῖ ταύτην λαμβάνειν κοινὴν ὕλην οὐδὲ τὴν ἐσχάτην, ἀλλὰ τὴν μεταξύ. οἷόν τι λέγω. ἔστι τι κράσεως πλάτος, καθ’ ἣν ἡ τοῦ ἀνθρώπου γίνεται σάρξ· ἐν τῷ πλάτει τούτῳ συμβαίνει ποτὲ μὲν λευκαίνεσθαι τὴν σάρκα ποτὲ δὲ μελαίνεσθαι, ἐπιτεινομένων τινῶν ποιοτήτων ἢ ἀνιεμένων· τοῦτο οὖν τὸ πλάτος τῆς κράσεως τῆς σαρκὸς κοινὴν λέγω ὕλην τῶν ἐναντίων τῶν εἰς ἄλληλα μεταβαλλόντων ἐν τῇ τοῦ ἀνθρώπου σαρκί. τὸ αὐτὸ καὶ ἐπὶ πάντων. διὸ οὐ πᾶν ἐναντίον εἰς πᾶν μεταβάλλει, διότι μηδὲ κοινὴ ἡ ὕλη κατὰ τὸν εἰρημένον τρόπον τῷ ἐν γάλακτι φέρε λευκῷ καὶ τῷ ἐν τῇ ἐβένῳ μέλανι. ἄνωθεν τοίνυν φημὶ διαρθρῶν τὸ πᾶν θεώρημα, ὅτι τὰ μὲν ποιοῦντα καὶ πάσχοντα προσεχῶς ὁμόυλα ὄντα3 πάντως ἐναντία ἐστίν, οὐ πάντως δὲ τὰ ἐναντία ποιεῖ καὶ πάσχει. οὔτε γὰρ τὸ σκληρὸν εἰς τὸ μαλακὸν ποιεῖ, οὔτε τὸ ἄνω εἰς τὸ κάτω, οὔτε ἁπλῶς τὸ λευκὸν εἰς τὸ μέλαν, οὔτε πᾶν ἐναντίον εἰς πᾶν ἐναντίον, ἀλλὰ ταῦτα τῶν ἐναντίων ποιεῖ καὶ πάσχει εἰς ἄλληλα, ὅσα τὴν δραστήριον ἔχει δύναμιν (τοιαῦτα δὲ μάλιστά ἐστι τὸ θερμὸν καὶ τὸ ψυχρόν), ὅσα μέντοι ποιεῖ καὶ πάσχει προσεχῶς ὁμόυλα ὄντα πάντως ἐναντία ἐστί.
“而且,尽管双方所说并不相同,[触及了本性]也是合乎道理的。” 他说,声称尽管主张施动者与受动者相似的人与主张它们不相似的人所说的并不相同,但双方都触及了它们的本性,这是合乎道理的。接着他补充说明了他们各自是如何触及本性的。他说,事实上人们的日常用法也习惯于时而这样说,时而那样说。因为他说,我们时而根据基底来称呼被治愈者,说“这个人恢复了健康”,时而根据所受的状态来称呼,说“病人恢复了健康”;又如时而说石头变热,时而说冷者变热;同样,在施动者方面,我们时而说是人使之发热(显然是指通过触摸使之发热时),时而说是热者使之发热。因此,既然施动者与受动者时而根据基底被称呼,时而根据状态被称呼,那么凡着眼于它们的基底的人,就主张同类者由同类者承受作用(因为正如所说,施动者与受动者是由相同质料构成的);而凡着眼于状态的人,则主张相反者由相反者承受作用。但显然,当我说施动者与受动者由相同质料构成时,并不是指依近邻的终极质料而言(因为显然,作为白色基底的物体与作为黑色基底的物体必须有不同的调和;其余情况亦同),而是依第一质料而言,第一质料是既能接受热与冷、又能接受白与黑的同一质料。但是,如果是这样,并且我们因为第一质料而称施动者与受动者由相同质料构成,那为何并非一切事物都承受一切事物的作用、并非一切事物都对一切事物施加作用——我是说,为何白并不对甜、对香气或恶臭施加作用,其余事物亦是如此?因为对于一切事物而言,第一质料都是单一且共通的。于是我说,要使某些事物相互施加作用和承受作用,仅仅它们的质料共通是不够的(因为那样的话随便碰到的事物就会对随便碰到的事物施加作用,毕竟一切事物都由相同质料构成),而必须在质料共通之外,施动者与受动者的形式也是相反的。对此有人可能会提出疑难:如果施动者与受动者就是那些既是相反者又具有共通第一质料的事物,为什么马身上的白不对乌木中的黑施加作用,并且单纯而言并非一切黑都对一切白施加作用呢?于是我说,严格说来这些甚至也不是由相同质料构成的。因为既不应当取转变之物最近邻的质料,也不应当取最原初的质料;在单纯元素的情况下,三维延展是它们共通的质料,但在复合事物的情况下,既不应当将此作为共通质料,也不应当取终极质料,而应当取中间质料。我的意思是这样的:存在着某种调和的幅度,人的肉就是依此而生成的;在这个幅度内,随着某些性质的增强或减弱,肉有时变白,有时变黑;因此,我把肉的这种调和幅度称为在人的肉中相互转变的相反者之共通质料。在一切事物上也是同样的道理。所以,并不是任何相反者都向任何[相反者]转变,因为例如在牛奶中的白与在乌木中的黑之间,按上述方式而言甚至不存在共通的质料。因此,从头对整个定理加以辨析,我说:近邻地由相同质料构成的施动者与受动者固然必定是相反者,但相反者并不必定施加和承受作用。因为硬并不对软施加作用,上并不对下施加作用,单纯而言白并不对黑施加作用,也并非任何相反者都对任何相反者施加作用,而在相反者中只有那些具有能动力量的事物才相互施加和承受作用(而这种事物主要是热与冷);然而,凡是施加和承受作用的事物,只要近邻地由相同质料构成,就必定是相反者。
- 1.207Κατὰ λόγον δὲ μὴ ταὐτὰ λέγοντας ἀμφοτέρους
该引文节录了亚里士多德原文中的带不定式宾格结构(συμβαίνει μὴ ταὐτὰ λέγοντας ἀμφοτέρους ἅπτεσθαι...)。斐洛庞诺在开篇以 Εὔλογον, φησί, τὸ λέγειν ὅτι... ἅπτονται 补足并澄清了其主干句法关系。
- 1.207εἰ τὰ ἐναντία ἐστὶν ἅπερ καὶ κοινὴν ὕλην ἔχει τὴν πρώτην τὰ ποιοῦντα καὶ πάσχοντα
倒装语序(hyperbaton)。条件从句的主语置于句末(τὰ ποιοῦντα καὶ πάσχοντα),表语部分则是 τὰ ἐναντία ἐστὶν ἅπερ καὶ κοινὴν ὕλην ἔχει τὴν πρώτην(“是那些既互为相反者又具有共通第一质料的事物”)。
- 1.207προσεχῶς ὁμόυλα ὄντα
分词 ὄντα 并非表示让步,而是作条件或限定性的伴随情态(“在近邻意义上由相同质料构成的前提下/只要是近邻同质料的”)。它承接前文所确立的限定条件,即此处的质料指的是中间调和的幅度,而非第一质料。
