← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§143.11-145.11

施动与受动在属上的同一与在种上的相反

菲洛波庞斯注解了亚里士多德转入自身学说(323b29–324a10)的段落,阐明施动者与受动者在属上相同而在种差上相反,指出了该证明的互为循环特征,并将施动者使受动者同化于自身的三段论证明加以形式化重构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.200

" Ἀλλ’ ἐπεὶ οὐ τὸ τυχὸν πέφυκε πάσχειν ἢ ποιεῖν, ἀλλ’ ὅσα 〈ἢ〉 ἐναντίωσιν ἔχει." Μέχρι μὲν οὖν ὧδε τοὺς τῶν παλαιοτέρων ἐξέθετο λόγους, ἐντεῦθεν δὲ λοιπὸν τὴν ἰδίαν δόξαν ἐκτίθεται. βουλόμενος δὲ δεῖξαι ὅτι τὸ ποιοῦν καὶ τὸ πάσχον πῇ μὲν ὅμοιά ἐστι πῇ δὲ ἀνόμοια, κέχρηται συλλογισμῷ τοιούτῳ, λαμβάνων ἐκ τῆς ἐναργείας ὡμολογημένον ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα ἢ ἐναντίωσιν ἔχει ἢ ἐναντία ἐστίν, ἐναντίωσιν μὲν ἔχειν λέγων τὰ μεταξύ, οἷον τὸ φαιὸν ὅταν εἰς τὸ λευκὸν ποιῇ ἢ εἰς ἄλλο τι χρῶμα, ἐναντία δέ, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν.1 ἔστιν οὖν ὁ συλλογισμὸς τοιοῦτος· τὰ ποιοῦντα καὶ πάσχοντα ἐναντία ἐστί, τὰ ἐναντία πῇ μέν ἐστι τὰ αὐτὰ πῇ δὲ ἕτερα (γένει γὰρ τὰ αὐτά, εἴδει δὲ ἕτερα), τὰ ποιοῦντα ἄρα καὶ πάσχοντα πῇ μέν εἰσι τὰ αὐτὰ πῇ δὲ ἕτερα.

“但是,由于并非随便碰到的事物在本性上都能承受作用或施加作用,而只有那些〈要么〉具有对立性的事物[才能如此]。” 至此为止,他阐述了古人们的论点,而从这里开始,他便阐述自己的见解。由于意图表明施动者与受动者在某种意义上相似而在某种意义上不同,他运用了如下的三段论,将从自明性中公认的事实——即施动者与受动者要么具有对立性,要么是相反者——作为前提;他说中间物“具有对立性”,例如当灰色对白或对某种其他颜色施加作用时,而相反者则是指白与黑。因此,该三段论如下:施动者与受动者是相反者;相反者在某种意义上同一而在某种意义上相异(因为它们在属上同一,但在种上相异);因此,施动者与受动者在某种意义上同一而在某种意义上相异。

§1.201

"Πέφυκε γὰρ σῶμα μὲν ὑπὸ σώματος, χυμὸς δὲ ὑπὸ χυμοῦ." Παραδείγματα ὅτι ὅμοιά ἐστι τὰ ποιοῦντα καὶ πάσχοντα. σῶμα δὲ ὑπὸ σώματός φησι πάσχειν οὐχ ἁπλῶς, ἀλλὰ τὸ πεποιωμένον· πάλιν δὲ χρῶμα ὑπὸ χρώματος λέγων πάσχειν τὸ ἐν ὑποκειμένῳ δηλονότι λέγει.

“因为在本性上,物体由物体[承受作用],滋味由滋味[承受作用]。” 这些是说明施动者与受动者是相似者的例子。但他所说的物体由物体承受作用并不是无条件的,而是指具有某种性质的物体;同样,当他说颜色由颜色承受作用时,显然是指存在于基底之中的颜色。

§1.202

"Τούτου δ’ αἴτιον ὅτι τὰ ἐναντία ἐν τῷ αὐτῷ γένει." Αἴτιον, φησί, τοῦ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν, ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα ἐναντία, τὰ δὲ ἐναντία ὑπὸ τὸ αὐτὸ γένος, τὰ ποιοῦντα ἄρα καὶ πάσχοντα ὁμοιογενῆ.

“而其原因在于相反者处于同一个属中。” 他说,相似者承受相似者作用的原因在于:施动者与受动者是相反者,而相反者属于同一个属;因此,施动者与受动者是同属的。

§1.203

"Ἐπειδὴ τὸ πάσχον καὶ τὸ ποιοῦν τῷ μὲν γένει ταὐτά." Δείξας ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα ὁμογενῆ, λαβὼν ὡμολογημένον ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα ἐναντία ἐστί, νῦν βούλεται δεῖξαι ὅπερ ὡμολογημένον εἴληφε, λέγω δὲ ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα ἐναντία ἐστί. δείκνυσι δὲ πάλιν τοῦτο λαβὼν ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα πῇ μὲν ὅμοιά εἰσι πῇ δ’ ἀνόμοια· τοιαῦτα δέ ἐστι τὰ ἐναντία· τὰ ποιοῦντα ἄρα καὶ πάσχοντα ἐναντία. ἔστι δὲ ἡ δεῖξις διάλληλος.2

“既然受动者与施动者在属上是同一的。” 在把施动者与受动者是相反者作为公认前提并证明了施动者与受动者同属之后,他现在意图证明他先前作为公认前提所接受的事情,我是指证明施动者与受动者是相反者。他又通过设定施动者与受动者在某种意义上相似而在某种意义上不同来证明这一点;而相反者正是这样的;因此施动者与受动者是相反者。但这一证明是互为循环的。

§1.204

"Καὶ γὰρ ὅλως φθορὰ καὶ γένεσις ἐν τούτοις." Ἐπὶ πλέον ἡ γένεσις καὶ ἡ φθορὰ τοῦ ποιεῖν καὶ πάσχειν· ἔστι γὰρ καὶ τὸ ποιεῖν καὶ τὸ πάσχειν τὶς γένεσις καὶ τὶς φθορά, καὶ ἡ φθορὰ δὲ καὶ ἡ γένεσις οὐκ ἄνευ τοῦ ποιεῖν καὶ πάσχειν. εἰπὼν οὖν ὅτι τὸ ποιεῖν καὶ πάσχειν ἐν τοῖς ἐναντίοις, κατασκευάζει τοῦτο ἐκ τοῦ μᾶλλον.3 καὶ γὰρ ἡ γένεσις καὶ ἡ φθορά, φησίν, ἐν τούτοις· ἐξ ἐναντίου γὰρ εἰς ἐναντίον ἡ γένεσις καὶ ἡ φθορὰ ὁμοίως, ὡς δέδεικται ἐν τῇ Φυσικῇ. εἰ τοίνυν ἡ γένεσις καὶ ἡ φθορὰ ἐν τοῖς ἐναντίοις, ἐν οἷς ἄρα οὐκ ἔστιν ἐναντίωσις, ἐν τούτοις οὐκ ἔστι γένεσις καὶ φθορά. τοιοῦτον δέ ἐστι τὸ πέμπτον στοιχεῖον.

“因为一般而言毁灭与生成就在这些之中。” 生成与毁灭的外延大于施动与受动;因为施动与受动也是某种生成和某种毁灭,而毁灭与生成也不能脱离施动与受动。因此,在说明了施动与受动存在于相反者之中后,他根据更大范围的事物确立了这一点。他说,事实上生成与毁灭也在这些之中;因为正如在《物理学》中所证明的那样,生成与毁灭同样是从相反者走向相反者。因此,如果生成与毁灭存在于相反者之中,那么在不存在对立性的事物中,也就不会存在生成与毁灭。而第五元素正是这样的事物。

§1.205

"Διὸ καὶ εὔλογον ἤδη τό τε πῦρ θερμαίνειν καὶ τὸ ψυχρὸν ψύχειν." Ἐναντία γὰρ ταῦτα· διὸ καὶ ποιητικὰ καὶ παθητικά.

“所以,现在火使之发热而冷者使之变冷也是合乎道理的了。” 因为这些是相反者;所以它们既是施动的也是受动的。

§1.206

"Καὶ ὅλως τὸ ποιητικὸν ὁμοιοῦν ἑαυτῷ τὸ πάσχον." Ὅτι τὸ ποιοῦν ὁμοιοῖ ἑαυτῷ τὸ πάσχον κατασκευάζει, δεδειγμένον ἔχων ὅτι ἡ γένεσις εἰς τὸ ἐναντίον ἐστὶ μεταβολὴ4 καὶ ὅτι τὸ ποιοῦν καὶ τὸ πάσχον ἐναντία. ἔστιν οὖν ἡ κατασκευὴ τοῦ συλλογισμοῦ τοιαύτη· ἡ γένεσις ἤτοι τὸ γινόμενον καὶ ἁπλῶς τὸ μεταβάλλον εἰς τὸ ἐναντίον ἑαυτῷ μεταβάλλει, ἐναντίον δὲ τῷ γινομένῳ καὶ μεταβάλλοντι τὸ ποιοῦν, τὸ γινόμενον ἄρα καὶ ἁπλῶς τὸ πάσχον τε καὶ μεταβάλλον εἰς τὸ ποιοῦν μεταβάλλει, τὸ ἄρα ποιοῦν ὅμοιον ἑαυτῷ ποιεῖ τὸ πάσχον.

“而且总的来说,施动者使其受动者同化于自身。” 既然已经证明了生成是向相反者的转变,并且施动者与受动者是相反者,他就确立了施动者使受动者同化于自身。因此,三段论的建构如下:生成,即生成之物以及单纯处于转变之中的事物,向着与自身相反者转变;而对于生成和转变之物而言,与其相反的就是施动者;因此生成之物,以及单纯承受作用并转变之物,是向着施动者转变;因此施动者使受动者与自身相似。

语法注4 条
  1. 1.200ἐναντίωσιν μὲν ἔχειν λέγων τὰ μεταξύ, οἷον τὸ φαιὸν ὅταν εἰς τὸ λευκὸν ποιῇ ἢ εἰς ἄλλο τι χρῶμα, ἐναντία δέ, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν

    分词 λέγων(阳性主格单数)与主语(亚里士多德)一致,并支配宾格不定式结构:前半句中 ἐναντίωσιν ἔχειν 作为谓词不定式,以 τὰ μεταξύ 为其宾格主语;后半句的 ἐναντία 为谓语,省略了如 τὰ ἄκρα 这样的宾格主语。

  2. 1.203ἔστι δὲ ἡ δεῖξις διάλληλος

    形容词 διάλληλος 在此用作逻辑学述语,意为“互为的”或“循环证明的”,指菲洛波诺斯刚刚指出的逻辑推导往复结构(由对立性推导同属,再由似与不似推导对立性)。

  3. 1.204κατασκευάζει τοῦτο ἐκ τοῦ μᾶλλον

    短语 ἐκ τοῦ μᾶλλον 是标准的逻辑学惯用语,意为“根据更大者[更普遍者]”或“由更强理由(a fortiori)”。紧随其后的句子解释了这一点:亚里士多德以外延更广的生成消灭中的相反性作为依据,来确立施动与受动中的相反性。

  4. 1.206δεδειγμένον ἔχων ὅτι ἡ γένεσις εἰς τὸ ἐναντίον ἐστὶ μεταβολὴ

    现在分词 ἔχων 支配完成时被动分词 δεδειγμένον 构成了迂说法结构,意为“已经证明了……”并以此作为前提,整个分词短语修饰主动词 κατασκευάζει,表示其确立结论的方式或前提条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:143.11-145.11