← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§141.27-143.10

同类事物之间不能相互作用与受动的论证

菲洛波庞对亚里士多德《论生成与毁灭》323b4–323b28进行注解,从潜能的均等性与反作用的角度论证同类者何以不能相互作用或受动,通过强调“在其作为同类者的意义上”这一限定来维护“若同类者施加作用则凡物皆毁灭”之推论的有效性,并阐明唯有相反者或中间物才能使其本性发生改变。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.197

" Διὰ τὸ μηδὲν μᾶλλον ποιητικὸν ἢ παθητικὸν εἶναι θάτερον θατέρου." Δεῖ γὰρ τὸ μὲν ποιοῦν τὴν δραστήριον ἔχειν δύναμιν, τὸ δὲ πάσχον τὴν παθητικήν. τὰ δὲ ὅμοια ἴσην ἔχοντα καὶ τὴν αὐτὴν δύναμιν, τί μᾶλλον ἑκάτερον αὐτῶν ποιητικὸν ἔσται ἢ παθητικόν; ὥστε οὔτε ποιήσει οὔτε πείσεται ὑπ’ ἀλλήλων, ὁμοίαν γε ἔχοντα καὶ τὴν αὐτὴν ποιητικήν τε καὶ παθητικὴν δύναμιν. εἰ δέ τις εἴποι ὅτι οὐδὲν ἄτοπον τὸ ποιοῦντα καὶ ἀντιπάσχειν (τοιαῦτα γὰρ τὰ ὁμόυλα), φημὶ ὅτι τὸ μὲν ἀντιπάσχειν οὐκ ἄτοπον, τὸ δὲ μηδὲ μᾶλλον ἄτοπον.1 τὸ γὰρ ποιοῦν εἰ καὶ ἀντιπάσχει, ἀλλὰ μᾶλλον δρᾷ ἢ πάσχει, καὶ τὸ πάσχον εἰ καὶ ποιεῖ, ἀλλὰ μᾶλλον πάσχει ἢ ποιεῖ. ἐπὶ δὲ τῶν ὁμοίων οὐδὲν μᾶλλον ἐν ἑκατέρῳ ἐστὶν ἢ ποιητικὴ ἢ παθητικὴ δύναμις. ὥστε οὐ πείσεται τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου. καὶ εἰ τὸ ποιοῦν εἰς ἑαυτὸ βούλεται μεταβάλλειν τὸ πάσχον, τὸ δὲ ὅμοιον οὐκ ἂν εἰς τὸ ὅμοιον τραπείη (ἔστι γὰρ ἤδη καὶ πρὸ τῆς τροπῆς ἐκεῖνο εἰς ὃ καὶ μεταβάλλει), δῆλον ἄρα ὅτι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου οὐ πείσεται.

“因为两者中没有任何一方比另一方更是施动的或受动的。” 因为施动者必须具有活动的潜能,而受动者必须具有受动的潜能。但既然同类者具有均等且同一的潜能,它们之中的每一方凭什么更是施动的而不是受动的呢?因此,由于至少具有相似且同一的施动与受动潜能,它们既不会相互施加作用,也不会承受相互的作用。但若有人说,施动者同时受到反作用(因为同质料的事物就是如此)并无任何荒谬之处,我则说,受到反作用固然不荒谬,但[两者中任何一方]毫无优势才是荒谬的。因为施动者即使受到反作用,其施加作用也多于承受作用;受动者即使施加作用,其承受作用也多于施加作用。然而在同类者的情况下,无论施动潜能还是受动潜能,在任何一方中都绝不会更占优势。因此,同类者不会承受同类者的作用。而且,如果施动者意在将受动者转变为自身,但同类者却不能转变为同类者(因为它在转变之前就已经存在为它所要转变成为的那个东西),那么显而易见,同类者绝不会承受同类者的作用。

§1.198

"Οὐδὲν ἂν εἴη οὔτε ἄφθαρτον οὔτε ἀκίνητον." Καὶ γὰρ τὸ κινεῖν ποιεῖν τί ἐστιν. ὥστε εἰ αὐτό τι ὑφ’ ἑαυτοῦ πάσχει, αὐτό τι πάντως ὑφ’ ἑαυτοῦ πᾶν κινηθήσεται καὶ αὐτὸ ὑφ’ ἑαυτοῦ πᾶν φθαρήσεται. ὥστε οὐδὲν ἔσται ἄφθαρτον οὐδ’ ἀκίνητον, ὅπερ ἀδύνατον. δέδεικται γὰρ ἐν τῇ Φυσικῇ, ὅτι τε πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται καὶ ὅτι αὐτὸ ἑαυτὸ οὐδὲν κινεῖ, εἰ μὴ κατ’ ἄλλο μόριον καὶ ἄλλο, ὡς τὸ ζῷον (ἄλλῳ γὰρ κινεῖ, τῇ ψυχῇ, καὶ ἄλλῳ κινεῖται, τῷ σώματι), καὶ ὅτι οὐ πάντα κινεῖται, ἀλλ’ εἰσὶ πρὸ τῶν κινουμένων τὰ ἀκίνητα αἴτια· τὰ γὰρ πρώτως κινοῦντα ἀκίνητα. οὐ καλῶς δὲ συνάγειν δοκεῖ, ὅτι εἰ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου παθητικὸν καὶ διὰ τοῦτο καὶ αὐτὸ εἰς ἑαυτό τι ποιήσει, ἤδη μηδὲν εἶναι ἀκίνητον μηδὲ ἄφθαρτον·2 τί γὰρ εἰ λέγοι τις ὅτι κινητικὸν μὲν ἔσται τι αὐτὸ ἑαυτοῦ καὶ παθητικὸν αὐτὸ ὑφ’ ἑαυτοῦ, τὸ πεφυκὸς μέντοι κινεῖσθαι καὶ πάσχειν· τὸ δ’ ὅλως μὴ πεφυκὸς οὔτε πείσεται ὑφ’ ἑαυτοῦ τό γε μὴ πεφυκὸς πάσχειν πάθος οὔτε κινήσει ἑαυτὸ ἀκίνητον ὄν; ἀλλ’ ἀκριβῶς προσέθηκεν εἴπερ τὸ ὅμοιον ᾗ ὅμοιον ποιητικόν· εἰ γὰρ ᾗ ὅμοιον ποιητικόν, καὶ πᾶν ὑφ’ ἑαυτοῦ πείσεται καὶ οὐδὲν ἔσται ἀκίνητον οὐδὲ ἄφθαρτον.

“就不会有任何既是不灭的也是不动的。” 因为推动也是一种施动。因此,如果事物由其自身承受作用,那么任何事物都必定由其自身被推动,且一切事物都将由其自身被毁灭。因此,就不会有任何不灭的或不动的事物,而这是不可能的。因为在《物理学》中已经证明:凡被推动者皆由某物推动;除了一部分推动另一部分之外,没有任何事物能够推动其自身,如同动物那样(因为它以一部分即灵魂去推动,而以另一部分即身体被推动);并且并非一切事物都在运动,而是在被推动者之前存在着不动的原因,因为最初的推动者是不动的。但他得出结论说“如果同类者承受同类者的作用,且因此事物也会对自身产生作用,那么就已经没有任何不动者或不灭者了”,这看来似乎推导得不够妥当。因为若有人说:在本性上能够被推动和承受作用的事物,确实既能推动自身,也能由自身承受作用;但完全不具有这种本性的事物,作为至少在本性上不会承受受动的事物,既不会由自身承受作用,在自身是不动的情况下也不会推动自身,那又该如何反驳呢?但他准确地补充了“如果同类者在其作为同类者的意义上是施动的”这一前提;因为如果它在其作为同类者的意义上是施动的,那么凡物都将由其自身承受作用,也就没有任何事物是不动的或不灭的了。

§1.199

"Οὐκ ἐξίστησι γὰρ ἑαυτὰ τῆς φύσεως ὅσα μήτε ἐναντία μήτε ἐξ ἐναντίων ἐστίν." Ὅτι οὐδὲν ποιεῖ τὸ πάντη ἕτερον εἰς τὸ ἕτερον, οἷον ἡ γραμμὴ εἰς λευκότητα, εἰ μὴ κατὰ συμβεβηκός, τεκμήριον ποιεῖται τὸ μὴ ἐξιστᾶν ἑαυτὰ τῆς φύσεως· τὸ γὰρ ποιοῦν εἴς τι ἐξιστᾶν αὐτὸ βούλεται τῆς αὑτοῦ φύσεως. ὅτε δὲ λέγεται τὸ μέλαν εἰς τὴν ἐν τῷ λευκῷ γραμμὴν ποιεῖν, δῆλον ὅτι κατὰ συμβεβηκὸς ἐποίησεν εἰς τὴν γραμμήν· καὶ γὰρ μετὰ τὸ μέλαν γενέσθαι τὸ λευκὸν ἔμεινεν ἡ γραμμὴ γραμμὴ καὶ οὐκ ἐξέστη τῆς φύσεως. δῆλον ἄρα ὅτι κατὰ συμβεβηκὸς ἐποίησε τὸ μέλαν εἰς τὴν γραμμήν, διότι συνέβη τὴν γραμμὴν λευκὴν εἶναι. τῷ οὖν εἰς τὸ λευκὸν ἐν τῇ γραμμῇ ὑπάρχον δρᾶσαι3 τὸ μέλαν, λέγεται κατὰ συμβεβηκὸς καὶ ἐν τῇ γραμμῇ δρᾶσαι. ὡς ἐπὶ παραδείγματος δὲ εἶπεν ‘τὴν γραμμὴν μέλαιναν εἶναι’, λέγε δὲ σὺ ἀντὶ τῆς γραμμῆς τὴν ἐπιφάνειαν. διὰ μὲν οὖν τοῦ εἰπεῖν ὅσα μήτε ἐναντία τὰ ἄκρα ἐδήλωσε, τὸ λευκὸν καὶ τὸ μέλαν, διὰ δὲ τοῦ μήτε ἐξ ἐναντίων τὰ μεταξύ, οἷον τὸ φαιόν.

“因为既非相反者亦非由相反者构成的事物,并不使自身脱离其本性。” 凡在各方面完全不同之物——例如线对于白——除非出于偶性绝不会对彼此发生作用,他将“它们并不使自身脱离其本性”作为此点的证据;因为对某物施加作用者,乃是意图使该物脱离其自身的本性。而当人们说黑对白之中的线发生作用时,显而易见,它是出于偶性对线发生作用;因为即使在白变成黑之后,线依然是线,并没有脱离其本性。因此显而易见,黑是对线偶性地发生作用,因为线碰巧是白的。因此,由于黑对存在于线之中的白发生了作用,它才被说成是在偶性上对线也发生了作用。不过他作为例子说了“线是黑的”,但你应当用表面来代替线。因此,通过说“既非相反者”,他指明了极端,即白与黑;而通过“亦非由相反者构成”,他指明了中间物,例如灰色。

语法注3 条
  1. 1.197τὸ δὲ μηδὲ μᾶλλον ἄτοπον

    与前面的“τὸ μὲν ἀντιπάσχειν οὐκ ἄτοπον”形成对比的高度省略结构。应当补充 εἶναι 和 ἐστιν 来理解:τὸ δὲ μηδὲν μᾶλλον [εἶναι] ἄτοπον [ἐστιν]。受到反作用本身并不荒谬,但在施动潜能与受动潜能之间没有任何一方占据优势(即完全对称),这对于作用与受动的发生而言是荒谬(不可能成立)的。

  2. 1.198οὐ καλῶς δὲ συνάγειν δοκεῖ, ὅτι εἰ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου παθητικὸν καὶ διὰ τοῦτο καὶ αὐτὸ εἰς ἑαυτό τι ποιήσει, ἤδη μηδὲν εἶναι ἀκίνητον μηδὲ ἄφθαρτον

    这是一个复合句,在 οὐ καλῶς συνάγειν δοκεῖ(“[亚里士多德]看来推导得不妥当”)之下,通过 ὅτι 引出一个内含条件从句(εἰ...)和带不定词宾格结构(ἤδη μηδὲν εἶναι...)的间接陈述。注疏者在此提出了一个可能产生的反驳(即只有在本性上可受动之物才会推动自身,从而不动的本原依然可以保持不动),并在紧接着的“ἀλλ’ ἀκριβῶς προσέθηκεν...”中指出亚里士多德所加的“在其作为同类者的意义上”这一限定恰恰消解了这一困难。

  3. 1.199τῷ οὖν εἰς τὸ λευκὸν ἐν τῇ γραμμῇ ὑπάρχον δρᾶσαι τὸ μέλαν, λέγεται κατὰ συμβεβηκὸς καὶ ἐν τῇ γραμμῇ δρᾶσαι

    带冠词不定词的与格“τῷ... δρᾶσαι τὸ μέλαν”表示原因或凭借(“由于/凭借黑发生了作用……”),修饰主句“λέγεται...”。不定词的逻辑主语是宾格“τὸ μέλαν”,对象是介词短语“εἰς τὸ λευκόν”,后者由分词短语“ἐν τῇ γραμμῇ ὑπάρχον”所修饰。这一句式说明了偶性作用(κατὰ συμβεβηκός)的具体发生机制。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:141.27-143.10