- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:140.9-141.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯阐释亚里士多德在《论生成与毁灭》323b1中关于作用与受动发生条件的讨论,梳理了主张相反者相互作用的多数派与主张同类者相互作用的德谟克利特之间的对立观点,并指出双方仅分别着眼于属上的同一性与种上的相反性,进而阐明亚里士多德如何调和这两种立场。
" Περὶ δὲ τοῦ ποιεῖν καὶ πάσχειν λεκτέον ἐφεξῆς." Διαλεχθεὶς περὶ ἁφῆς, νῦν διαλέγεται περὶ τοῦ ποιεῖν καὶ πάσχειν. τὸ δὲ προκείμενον οὐ διακρῖναι τὸ ποιεῖν καὶ πάσχειν τῆς ἁφῆς (ἤδη γὰρ διέκρινεν), ἀλλὰ δεῖξαι πῶς γίνεται τὸ ποιεῖν καὶ πάσχειν. ὡς ἔθος δέ, καὶ νῦν τὰς τῶν παλαιοτέρων περὶ τοῦ ποιεῖν καὶ πάσχειν πρότερον ἐκτίθεται δόξας, καὶ ταύτας διελέγξας οὕτω τὴν οἰκείαν εἰσάγει. τῶν οὖν περὶ τοῦ ποιεῖν καὶ πάσχειν εἰρηκότων, φησίν, οἱ μὲν πλείους τὸ ἐναντίον εἰς τὸ ἐναντίον ποιεῖν ἔφασαν· τὸ γὰρ ὅμοιον ὑπὸ τοῦ ὁμοίου ἀπαθὲς εἶναι. εἰ γὰρ πάσχει τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, κἂν αὐτὸ ὑφ’ αὑτοῦ πάθοι. εἰ δὲ τοῦτο, οὐδὲν ἂν εἴη τῶν ὄντων ἄφθαρτον οὐδὲ ἀίδιον. ἀδύνατον ἄρα τὸ ὅμοιον εἰς τὸ ὅμοιον ποιεῖν. τί γὰρ μᾶλλον δράσει ἢ πείσεται, τῆς αὐτῆς οὔσης ἔν τε τῷ ποιοῦντι καὶ τῷ πάσχοντι δυνάμεως; νῦν δὲ ὁρῶμεν τὰ μὲν ποιητικήν τε καὶ δραστήριον, τὰ δὲ παθητικὴν μᾶλλον ἔχοντα δύναμιν. τὸ ἐναντίον ἄρα ὑπὸ τοῦ ἐναντίου πείσεται, καὶ οὐ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου. κἂν γάρ τι δοκῇ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν, οἷον τὸ πολὺ πῦρ ὑπὸ τοῦ ὀλίγου1 (ἐὰν γὰρ εἰς πυρκαϊὰν προσενέγκῃς λύχνον, σβέννυται), οὐχ ᾗ ὅμοιον ἀλλ’ ᾗ ἐναντίον πάσχει (ἐναντίον γὰρ τὸ πολὺ τῷ ὀλίγῳ), ἐκδαπανωμένης τῆς ὕλης τοῦ ἐλάττονος πυρὸς ὑπὸ τοῦ μείζονος. οἱ μὲν οὖν πλείους, ὡς ἔφθην εἰπών, τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου πάσχειν φασίν, ἰδίως δὲ παρὰ τοὺς ἄλλους ὁ Δημόκριτος τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν φησί. τὰ γὰρ πάντῃ, φησίν, ἀνόμοια καὶ ἕτερα οὐδὲν ποιεῖν εἰς ἄλληλα πέφυκεν οὐδὲ πάσχειν ὑπ’ ἀλλήλων. διὰ τοῦτο γοῦν γλυκύτης οὐδὲν ἂν ποιήσει εἰς μελανίαν οὐδὲ βαρύτης εἰς γλυκύτητα, ἐπειδὴ τούτοις οὐδεμία κοινωνία. δεῖ ἄρα τὰ ποιοῦντα καὶ τὰ πάσχοντα μὴ εἶναι ἀνόμοια, ἀλλὰ ταὐτά· χρῶμα γὰρ εἰς χρῶμα ποιεῖ καὶ χυμὸς εἰς χυμὸν καὶ τὰ ἄλλα ὁμοίως. τὰ ἄρα ὅμοιά ἐστι τὰ ποιητικὰ καὶ παθητικὰ ὑπ’ ἀλλήλων, καὶ οὐ τὰ ἐναντία. ἐγὼ δέ, φησί, λέγω ὅτι οὔτε ὅμοιά εἰσι τὰ ποιοῦντα καὶ πάσχοντα, οὔτε πάντῃ ἀνόμοια καὶ ἐναντία. ὅμοια μὲν οὐκ εἰσίν, ὅτι τὸ ὅμοιον οὐδὲν πάσχει ὑπὸ τοῦ ὁμοίου· 〈εἰ γὰρ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου〉 πάσχει τι, καὶ ὑφ’ ἑαυτοῦ πείσεται· καὶ γὰρ αὐτὸ ἑαυτῷ πᾶν ἐστιν ὅμοιον. εἰ δὲ τοῦτο, οὐδὲν ἔσται ἄφθαρτον καὶ ἀίδιον. διὰ ταῦτα μὲν οὐκ ἔσονται τὰ ποιοῦντα καὶ πάσχοντα ὅμοια. ἀλλὰ δὴ οὐδὲ πάντῃ διάφορα καὶ ἐναντία· οὐδὲ γὰρ γραμμὴ ὑπὸ λευκότητος πείσεται, οὐδὲ γλυκύτης ὑπὸ μελανίας. οὕτως οὖν ἀνατρέψας τὰς τῶν παλαιῶν δόξας, ἔρχεται λοιπὸν ἐπὶ τὴν αὐτῷ δοκοῦσαν. Τὰ μὲν οὖν παρὰ τῶν παλαιοτέρων περὶ τοῦ ποιεῖν καὶ πάσχειν εἰρημένα ταῦτά ἐστιν. ἐοίκασι δέ, φησίν, οὗτοι ἐναντία λέγοντες εἰς ταὐτὸν ἄγεσθαι. τούτου δὲ αἴτιον ὅτι εἰς μέρος ἑκάτερος αὐτῶν ἀπέβλεψεν δέον ὅλον τι θεωρῆσαι.2 τῷ γὰρ ὄντι τὰ ποιοῦντα καὶ πάσχοντα οὔτε πάντῃ ἕτερά ἐστιν οὔτε πάντῃ ταὐτά, ἀλλὰ πῇ μὲν ὅμοια πῇ δὲ ἀνόμοια καὶ ἐναντία. ἐπεὶ γὰρ οὐ τὸ τυχὸν εἰς τὸ τυχὸν ποιεῖ (οὐ γὰρ ποιεῖ θερμότης εἰς γλυκύτητα ἢ εἰς γραμμήν), ἀλλὰ τὸ ἐναντίον εἰς τὸ ἐναντίον (τὸ γὰρ λευκὸν εἰς τὸ μέλαν καὶ τὸ γλυκὺ εἰς τὸ πικρόν), τὰ δ’ ἐναντία καὶ γένος κοινὸν ἔχει καὶ ὑποκείμενον, δῆλον ἄρα ὅτι τὰ ποιοῦντα καὶ πάσχοντα πῇ μὲν ταὐτά ἐστι κατὰ τὸ γένος καὶ ὑποκείμενον πῇ δ’ ἐναντία κατὰ τὸ εἶδος. τῶν οὖν παλαιοτέρων ὅσοι μὲν εἰς τὸ γένος ἀπέβλεψαν τῶν ποιούντων καὶ πασχόντων, τὰ ὅμοια ποιεῖν εἰς ἄλληλα καὶ πάσχειν ἔφασαν· ὅσοι δὲ εἰς τὸ εἶδος, τὰ ἐναντία.
“关于作用与受动,接下来必须加以讨论。” 在讨论了接触之后,他现在讨论作用与受动。然而眼前的课题并不是要把作用与受动同接触区分开来(因为他此前已经作了区分),而是要指明作用与受动是如何发生的。并且照例,他在这里也是首先陈述更早的前辈们关于作用与受动的见解,并在反驳了这些见解之后,如此引入他自己的观点。因此他说,在那些谈论过作用与受动的人当中,多数人声称相反者对相反者发生作用;因为同类者不受同类者的作用。因为如果同类者承受同类者的作用,它也会承受它自身的作用。如果真是这样,在存在之物中就不会有任何不灭或永恒的东西。因此,同类者对同类者发生作用是不可能的。因为既然在施动者与受动者中所具有的能力相同,它凭什么更是施加作用而不是承受作用呢?但实际上,我们看到有些事物具有主动且有效的力量,而另一些事物则更多具有被动的力量。因此,相反者将承受相反者的作用,而不是同类者承受同类者的作用。因为即使在某种情况下同类者看来似乎承受同类者的作用——例如多量的火承受少量的火[的作用]那样(因为如果你将油灯凑近堆火,它就会熄灭)——,它承受作用并非在其作为同类者的意义上,而是在其作为相反者的意义上(因为多与少是相反的),较小之火的质料被较大之火耗尽。因此,正如我此前所言,多数人声称相反者承受相反者的作用;但德谟克利特与其他人截然不同,独自声称同类者承受同类者的作用。因为他说,在各方面完全不同且有异的事物,按其本性绝不能相互作用,也不能相互承受对方的作用。至少正因如此,甜绝不能对黑发生作用,重也不能对甜发生作用,因为它们之间毫无共同之处。因此,施动者与受动者不应当是不同的,而应当是同一的;因为颜色对颜色发生作用,滋味对滋味发生作用,其余亦然。因此,相互之间具有施动性和受动性的是同类者,而不是相反者。“然而我,”他说,“则主张施动者与受动者既非同类者,亦非在各方面都不同且相反之物。它们不是同类者,是因为同类者绝不承受同类者的作用;〈因为如果同类者〉受到〈同类者的〉某种作用,它也会承受它自身的作用;因为凡物对自己而言都是相同的。如果真是这样,就不会有任何不灭和永恒的事物。因此由于这些缘故,施动者与受动者将不会是同类者。然而它们确实也不是在各方面都不同且相反的;因为线既不会承受白的作用,甜也不会承受黑的作用。”在这样推翻了古人的见解之后,他接下来便转向他自己认为正确的观点。 因此,更早的前辈们关于作用与受动所说的话就是这些。然而他说,这些人虽然言论相反,却看来被引向了同一结论。其原因在于,本应当对某个整体进行考察,他们各自却只着眼于一部分。因为事实上,施动者与受动者既非在各方面有异,亦非在各方面同一,而是在某种意义上是同类的,在某种意义上则是不同的和相反的。因为既然并非任何偶然之物都能对偶然之物发生作用(因为热并不对甜发生作用,也不对线发生作用),而是相反者对相反者发生作用(因为白对黑发生作用,甜对苦发生作用),并且相反者拥有共同的属和底层,那么显而易见,施动者与受动者在属和底层方面从某种意义上说是同一的,而在种的形式方面从某种意义上说则是相反的。因此在前人之中,凡着眼于施动者与受动者的属的人,都声称同类者相互施加作用和承受作用;而凡着眼于种的形式的人,则声称相反者如此。
- 1.196οἷον τὸ πολὺ πῦρ ὑπὸ τοῦ ὀλίγου
从字面上看意为“多量的火受到少量的火[的作用]”,但紧接着括号内的解释是“将油灯凑近堆火时,油灯会熄灭”,且随后说明“较小之火的质料被较大之火耗尽”,因此实际所指的事实是较小的火被较大的火消灭。此处在表述“多与少”的对立关系时,施动与受动的语序呈现出倒装或互逆的表达方式。
- 1.196δέον ὅλον τι θεωρῆσαι
由无人称动词 δεῖ 的中性单数宾格分词 δέον 构成的绝对宾格结构。在此充当表示让步或对比的状语修饰成分(“尽管本应当考察某个整体”),修饰前文指出他们各自仅着眼于局部的分句。
