- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:138.17-140.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《论生成与毁灭》323a25–33中对相互接触(伴随反动的本义接触)与单向接触的区分,菲洛波庞解释了为何人们会基于同属质料的日常经验而误将相互接触视作普遍规律,并总结了关于自然接触的讨论。
" Ἔστι μὲν οὖν ὡς ἐπὶ τὸ πολὺ τὸ ἁπτόμενον ἁπτομένου ἁπτόμενον·1 καὶ γὰρ κινεῖ κινούμενα πάντα σχεδὸν τὰ ἐμποδών." Εἰπὼν περὶ τῶν κυρίως ἁπτομένων, λέγει καὶ περὶ τῶν κοινότερον ἅπτεσθαι λεγομένων. φησὶν οὖν ὅτι ὡς μὲν ἐπὶ τὸ πολὺ πᾶν τὸ ἁπτόμενον ἁπτομένου ἅπτεται, ἐν οἷς καὶ κυρίως τὸ ἅπτεσθαι· εἰ γὰρ τὰ ἁπτόμενα κινητικά ἐστιν ἀλλήλων, ἀνάγκη ὅσα τὴν τοῦ ἀντικινεῖσθαι ἔχει δύναμιν ἁπτομένων ἅπτεσθαι. διὰ τί δὲ ὡς ἐπὶ τὸ πολὺ τὸ ἁπτόμενον ἁπτομένου ἅπτεται; ἐπειδὴ τὰ ἐμποδὼν [πάντα], τουτέστι τὰ ἐν γενέσει, σχεδὸν πάντα κινοῦντα ἀντικινεῖται. καὶ καλῶς τὸ σχεδόν· οὐδὲ γὰρ ἡ εἰκὼν ἢ ὁ ἐρώμενος ἢ ἁπλῶς τὸ ὀρεκτὸν κινοῦντα ἀντικινεῖται. τὰ δὲ οὕτως κινοῦντα καὶ ἀντικινούμενα ἁπτομένων ἅπτεται, οὐ πᾶν δὲ τὸ ἁπτόμενον ἁπτομένου ἅπτεται, ἐπειδὴ μηδὲ πᾶν τὸ κινοῦν ἀντικινούμενον κινεῖ. ἐφ’ ὧν οὖν τὰ κινοῦντα μὴ ἀντικινεῖται ὑπὸ τῶν κινουμένων, αὐτὰ μὲν ἅπτεται τῶν κινουμένων, τὰ δὲ κινούμενα τῶν κινούντων οὐχ ἅπτεται· ὥστε τὰ μὲν οὐράνια ἅπτεσθαι τῶν τῇδε ταῦτα δὲ μὴ ἅπτεσθαι τῶν οὐρανίων, καὶ τὴν λοιδορίαν ἅπτεσθαι τοῦ λοιδορουμένου τὸν δὲ λοιδορούμενον μὴ ἅπτεσθαι τῆς λοιδορίας. καὶ ἐπὶ τῶν ὀρεκτῶν καὶ τῆς ὀρεκτικῆς δυνάμεως ὡσαύτως, ἐφ’ ὧν κοινότερον καὶ τὸ ἅπτεσθαι λέγεται, οὐ κυρίως. ὥστε αὖ τὰ μὲν κυρίως ἁπτόμενα ἁπτομένων ἅπτεται, ἐπειδὴ καὶ κινοῦντα ἀντικινεῖται· τὰ δὲ μὴ κυρίως ἁπτόμενα οὐχ ἁπτομένων ἅπτεται, ἐπειδὴ καὶ κινεῖ μὴ ἀντικινούμενα.
“因此在绝大多数情况下,接触者接触着接触它的东西;因为手边的事物几乎都在自身被推动的情况下推动。” 在谈论了本义上的接触之物之后,他也论述了在更普遍意义上被称为接触之物。因此他说,在绝大多数情况下,凡接触者都接触着接触它的东西,在这些事物中,接触也是在本义上的;因为如果接触之物具有相互推动的能力,那么凡具有被反动能力的事物就必然接触接触它们的东西。而为什么在绝大多数情况下接触者接触着接触它的东西呢?因为手边的[一切]事物,即处于生成中的事物,几乎都在推动的同时被反动。并且他说“几乎”是恰当的;因为不论是肖像、被爱者还是一般而言的欲求对象,在推动时都不被反动。然而以这种方式既推动又被反动的事物接触着接触它们的东西,但并非凡接触者都接触着接触它的东西,因为并非凡推动者都是在自身被反动的情况下推动。因此,凡推动者不被被推动者反动的事物,它们自身接触被推动者,而被推动者却不接触推动者;从而天体接触此地的事物,而此地的事物却不接触天体,辱骂接触被辱骂者,而被辱骂者却不接触辱骂。在欲求对象与欲求能力的情形下也同样如此,在这些事物中,接触也是在更普遍的意义上被言说的,而非本义。因此反过来,本义上接触的事物接触着接触它们的东西,因为它们在推动的同时也被反动;而并非本义上接触的事物并不接触接触它们的东西,因为它们在不被反动的情况下推动。
"Οἷς ἀνάγκη καὶ φαίνεται τὸ ἁπτόμενον ἅπτεσθαι ἁπτομένου." Προσθετέον τὸ ‘ὥσπερ’,2 ἵν’ οὕτως ᾖ ‘οἷς ἀνάγκη τὸ ἁπτόμενον ἅπτεσθαι ἁπτομένου, ὥσπερ καὶ φαίνεται’. εἰπὼν δὲ ὅτι ἔστι δὲ ὡς ἐνίοτέ φαμεν τὸ κινοῦν ἅπτεσθαι μόνον τοῦ κινουμένου, ἐπήνεγκε τὸ δὲ ἁπτόμενον μὴ ἅπτεσθαι ἁπτομένου, ὡς ἴσον ὂν τῷ ‘τὸ δὲ κινούμενον μὴ ἅπτεσθαι τοῦ κινοῦντος’.
“对于它们而言,必然而且显而易见的是,接触者接触着接触它的东西。” 应当补充“正如”,以便成为“对于它们而言,必然是接触者接触着接触它的东西,正如显而易见的那样”。在说了“在某种意义上有时我们说只有推动者接触被推动者”之后,他又附带说“而接触者并不接触接触它的东西”,这被理解为等同于“而被推动者并不接触推动者”。
"Ἀλλὰ διὰ τὸ κινεῖν κινούμενα τὰ ὁμοιογενῆ, ἀνάγκη δοκεῖν εἶναι ἁπτομένου ἅπτεσθαι." Ἐπειδὴ δοκεῖ τῶν πρός τι εἶναι τὰ ἁπτόμενα (τὸ γὰρ ἁπτόμενον ἁπτομένου ἅπτεται), αὐτὸς δὲ εἶπεν ὅτι οὐ πάντως τὸ ἁπτόμενον ἁπτομένου ἅπτεται, διὰ τοῦτο τὴν αἰτίαν προστίθησι δι’ ἣν οἰόμεθα πᾶν τὸ ἁπτόμενον ἁπτομένου ἅπτεσθαι· διότι γάρ, ὡς εἶπεν ἀνωτέρω, “πάντα σχεδὸν τὰ ἐμποδών”, τουτέστι τὰ παρ’ ἡμῖν, λέγω δὲ τὰ ἐν γενέσει καὶ φθορᾷ, τοιαῦτά ἐστι, διὰ τοῦτο καὶ πάντα τοιαῦτα οἰόμεθα εἶναι. ὁμογενῆ δὲ εἶπεν ἀντὶ τοῦ ὁμόυλα3 (πολλαχοῦ γὰρ ‘γένος’ τὸ ὑποκείμενον καὶ τὴν ὕλην λέγει), ἅπερ καὶ κινοῦντα ἀντικινεῖται. ἢ ἁπλῶς ὁμογενῆ λέγει τὰ σώματα. καὶ γὰρ εἰ μὴ πᾶν σῶμα κινοῦν ἀντικινεῖται ὑπὸ τοῦ κινουμένου ὑπ’ αὐτοῦ, ἀλλ’ οὖν πάντως κινούμενον αὐτὸ οὕτω κινεῖ. διὰ τοῦτο οὖν δοκεῖ καὶ τὸ ἁπτόμενον πᾶν ἁπτομένου ἅπτεσθαι. ἀλλ’ εἰ καὶ κινεῖται, ἀλλ’ οὖν οὐκ ἀντικινεῖται. διὰ τοῦτο οὐδὲ ἁπτόμενον ἁπτομένου ἅπτεται. ὥστε καὶ εἴ τι εἴη κινοῦν αὐτὸ ἀκίνητον ὄν, πολλῷ μᾶλλον αὐτὸ μὲν ἅπτοιτο τοῦ κινουμένου, τὸ δὲ κινούμενον ἐκείνου οὐκέτι. εἴπομεν δὲ ὅτι τὰ οὕτως ἁπτόμενα, ὡς ἅπτεσθαι μὴ ἁπτομένων, οὐδὲ κυρίως ἅπτεται· πάντα γὰρ τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται. ὥστε εἴ τι κυρίως ἅπτεται, ἁπτομένου ἅπτεται.
“但是由于同属一类的事物在自身被推动的情况下推动,因而必然看来是接触着接触它的东西。” 既然接触之物看来属于关系范畴(因为接触者接触着接触它的东西),而他自己又说过并非凡接触者都必然接触接触它的东西,因此他补充了使我们认为凡接触者都接触接触它的东西的原因;因为正如他在上文中所说,“手边几乎一切事物”,即我们身边的、我指的是处于生成与毁灭中的事物,都是如此的,因而我们便认为一切事物也都是如此。他说“同属一类”是为了代替“同具质料”(因为他在很多地方都把底层与质料称为“属”),正是这些事物在推动的同时也被反动。或者他单纯将诸物体称为“同属一类”。因为即便并非每一推动的物体都被由它推动之物反动,但它自身无论如何都是在被推动的情况下如此推动的。因此由于这一点,看来凡接触者也都接触着接触它的东西。然而即便它被推动,却并不承受反动。由于这一点,它作为接触者也并不接触接触它的东西。从而如果还有某种推动者自身是不动的,它就远更是自身接触被推动者,而被推动者却不再接触它。而我们已经说过,以这种方式接触、即接触并不接触它们的东西的事物,甚至并非在本义上接触;因为一切关系范畴之物都是相对于相互倒反之物而言说的。因此,如果某物在本义上接触,它就接触着接触它的东西。
"Περὶ μὲν οὖν ἁφῆς τῆς ἐν τοῖς φυσικοῖς διωρίσθω τὸν τρόπον τοῦτον." Εἶπε γὰρ αὐτὸς ὅτι τῶν πολλαχῶς λεγομένων ἡ ἁφή, ἡ δὲ κυρίως λεγομένη ἁφὴ ἐν τοῖς φυσικοῖς ἐστιν. ἐμνημόνευσε μέντοι καὶ τῆς οὐ φυσικῆς, τῆς τε ἐν τοῖς μαθηματικοῖς καὶ τῆς ἐν τοῖς ἁπτομένοις μὴ ἁπτομένων, ἅπερ οὐ φυσικῶς ἅπτεται, μᾶλλον δὲ οὐδὲ κυρίως.
“因此,关于自然事物之中的接触,且按这种方式予以界定。” 因为他自己说过,接触属于有多重含义的事物,但在本义上被言说的接触存在于自然事物之中。不过他也提及了非自然的接触,即既存在于数学对象中的接触,也存在于那些接触并不接触它们之物的接触者中的接触,这些事物并非依自然接触,或者说甚至并非依本义接触。
- 1.192τὸ ἁπτόμενον ἁπτομένου ἁπτόμενον
在引文的短语中,名词化的分词 τὸ ἁπτόμενον 作主语,表语位置的分词 ἁπτόμενον 支配宾格性属格 ἁπτομένου。正如注释者自己释义的那样(πᾶν τὸ ἁπτόμενον ἁπτομένου ἅπτεται),它表达的是相互接触的状态,即“接触者接触着接触它的东西”。
- 1.193Προσθετέον τὸ ‘ὥσπερ’
针对亚里士多德的引文(Οἷς ἀνάγκη καὶ φαίνεται...),注释者使用动词性形容词 Προσθετέον 指示语法补充。他将连词 καί 视为 ὥσπερ καί(正如确实……)的省略,指出整句应读解为 οἷς ἀνάγκη τὸ ἁπτόμενον ἅπτεσθαι ἁπτομένου, ὥσπερ καὶ φαίνεται(“对于它们而言,正如显而易见的那样,接触者必然接触着接触它的东西”)。
- 1.194ὁμογενῆ δὲ εἶπεν ἀντὶ τοῦ ὁμόυλα
注释者对引文中 τὰ ὁμοιογενῆ 的语义与语法说明。使用常见的 ἀντὶ τοῦ 加名词化属格结构,表明该词在此借代指代 ὁμόυλα(“具相同质料者”)。随后的括号式说明中,λέγει 支配双重宾格,γένος 作为表语宾格说明 τὸ ὑποκείμενον καὶ τὴν ὕλην。
