- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:12.26-14.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞努斯阐释了德谟克利特如何通过三种原子差异(形状、排列与位置)来区分复合物,考察并调和了阿那克萨戈拉与恩培多克勒关于元素的对立观点,并解释了亚里士多德对为何一元论者视生成与性质变化为同一而多元论者视其为不同的证明。
" Αὐτὰ δὲ πρὸς αὑτὰ διαφέρειν τούτοις ἐξ ὧν εἰσί." Αὐτὰ πρὸς αὑτὰ οὐ τὰ στοιχεῖα λέγει, ὡς ἄν τῳ δόξειεν ἐκ τῆς λέξεως, ἀλλὰ τὰ ἐκ τῶν στοιχείων· ἔστι γὰρ ἡ ἀπόδοσις οὐ πρὸς τὸ προσεχές, ἀλλὰ πρὸς τὸ ἀνωτέρω,1 λέγω δὲ πρὸς τὸ “τἆλλα”, ὅπερ ἐδήλου τὰ σύνθετα. ταῦτα οὖν, φησί, τὰ σύνθετα κατὰ τρεῖς τρόπους ἀλλήλων διαφέρει κατὰ Δημόκριτον, καθ’ ἕνα μὲν τῷ ἐκ διαφόρων ἀτόμων συγκείσθαι κατὰ τὸ σχῆμα, ὅπερ αὐτῷ σημαίνει τὸ τούτοις ἐξ ὧν εἰσίν· οὐ γὰρ ἐκ τῶν αὐτῶν ἀτόμων πῦρ καὶ γῆ, ἀλλὰ πῦρ μὲν ἐκ σφαιρικῶν σύγκειται ἀτόμων, γῆ δὲ οὐκ ἐκ τοιούτων, κυβικῶν δὲ τυχόν. ἀλλά, φησί, καὶ θέσει καὶ τάξει τῶν ἀτόμων διενήνοχεν ἀλλήλων τὰ σύνθετα. πολλάκις γὰρ δύο τινῶν ἐκ τῶν αὐτῶν ἀτόμων συγκειμένων ἡ διαφορὰ ἔσται παρὰ τὴν τάξιν τῶν ἀτόμων, τῷ ἐπὶ τοῦδε μὲν λόγου χάριν πρώτας μὲν τὰς σφαιρικὰς ἀτόμους τελευταίας δὲ τὰς πυραμοειδεῖς τετάχθαι, ἐπὶ δὲ τοῦ ἑτέρου ἔμπαλιν πρώτας μὲν τὰς πυραμοειδεῖς ὑστέρας δὲ τὰς σφαιρικάς, καθάπερ ἐπὶ τῆς ΩΣ καὶ ΣΩ συλλαβῆς ἔχει· τῶν γὰρ αὐτῶν στοιχείων ἡ τάξις τὴν διαφορὰν ἐργάζεται. ὡσαύτως δὲ καὶ παρὰ τὴν θέσιν τῶν ἀτόμων ἡ τῶν συνθέτων διαφορὰ γίνεται, ποτὲ μὲν πλαγίων, ποτὲ δὲ ὀρθῶν, ἐπ’ ἄλλων δὲ ὑπτίων οὐσῶν· τοῦ γοῦν Ζ στοιχείου ὡς πρὸς τὸ Ν κατὰ τὴν θέσιν μόνον ἡ διαφορά, καὶ τοῦ Γ πρὸς τὸ Λ. εἰδέναι δὲ χρὴ ὅτι τῶν εἰρημένων τριῶν διαφορῶν ἡ μὲν προτέρα, καθ’ ἣν ἐκ τοίων ἢ τοίων σύγκειται ἀτόμων, ἄλλα ποιεῖ τὰ σύνθετα καὶ παντάπασιν ἕτερα, ἡ δὲ παρὰ τὴν θέσιν καὶ τὴν τάξιν ἑτεροῖα μὲν οὐχ ἕτερα δέ.2
“而它们自身由于构成它们的事物而彼此相异[……]。” 通过“它们自身彼此”,他所说的并不是元素(正如有人可能从字面上设想的那样),而是由元素构成之物;因为这里的照应不是针对邻近之物,而是针对更前之物,我是指针对表明复合物的“其他事物”。因此他说,根据德谟克利特,这些复合物以三种方式彼此相异:其一在于由形状不同的不可分体组成,这对于他而言正是“由于构成它们的事物”所表示的;因为火与土并非来自相同的不可分体,而是火由球形不可分体组成,土并非来自此类,而是碰巧由立方体组成。但是他说,复合物也由于不可分体的位置和排列而彼此相异。因为往往在两者由相同的不可分体构成时,相异将出于不可分体的排列,这是因为就这一者而言(举例来说)球形不可分体排在最先而锥形排在最后,而就另一者而言则相反,锥形排在最先而球形排在之后,正如在音节“ΩΣ”与“ΣΩ”的情形中一样;因为相同字母元素的排列造成了相异。同样地,复合物的相异也是出于不可分体的位置而产生的,因为它们有时倾斜,有时直立,而在其他情况下则仰卧;至少字母元素Ζ相对于Ν仅在位置上相异,Γ相对于Λ也是如此。但必须明了的是,在所述的三种相异中,前者(即根据是由此类还是彼类不可分体组成)使复合物成为别的事物并且完全相异,而由于位置和排列的相异则使它们在性质上相异,却并非成为别的事物。
"Ἐναντίως δὲ φαίνονται λέγοντες οἱ περὶ Ἀναξαγόραν τοῖς περὶ Ἐμπεδοκλέα." Ἐναντίως, φησίν, Ἀναξαγόρας ἐδόξασε τοῖς περὶ Ἐμπεδοκλέα περὶ τῶν στοιχείων. ὁ μὲν γὰρ Ἐμπεδοκλῆς πρῶτά φησιν εἶναι καὶ ἁπλούστατα τὰ τέσσαρα στοιχεῖα, ἐκ τούτων δὲ συγκρινομένων γεννᾶσθαι τὰ ὁμοιομερῆ, ὀστοῦν καὶ σάρκα, Ἀναξαγόρας δὲ ἔμπαλιν σύνθετα φάσκων εἶναι τὰ τέσσαρα στοιχεῖα ἐκ τῶν ὁμοιομερῶν· καὶ γὰρ ὀστοῦ καὶ νεύρου καὶ τῶν ἄλλων ἑκάστου ὁμοιομερείας ἔλεγεν ὑπάρχειν τῷ πυρὶ καὶ τῷ ὕδατι καὶ τοῖς ἄλλοις, ἐπειδὴ πάντα ἐκ τούτων ἑώρα γινόμενα. ἀλλ’ ὥσπερ ὀστοῦ καὶ σαρκὸς ὁμοιομερείας ἔλεγεν καὶ τῶν λοιπῶν, ἅπερ ἡμεῖς σύνθετά φαμεν, οὕτω καὶ πυρὸς καὶ ἀέρος καὶ ὕδατος καὶ γῆς· καὶ πάντα μὲν εἶναι ἐν πᾶσι, φαίνεσθαι δὲ ἕκαστον καὶ ὀνομάζεσθαι κατὰ τὸ ἐπικρατοῦν. ὥστε οὐκ ἐναντίως ἔλεγε τοῖς περὶ Ἐμπεδοκλέα· οὐδὲ γὰρ συνθετώτερα ἔλεγε τὰ στοιχεῖα σαρκὸς καὶ ὀστοῦ καὶ τῶν λοιπῶν. διαφέρουσι δὲ ὅτι ὁ μὲν Ἐμπεδοκλῆς ἀρχὰς ἔλεγε τῶν λοιπῶν τὰ στοιχεῖα, Ἀναξαγόρας δὲ πάντων τὰς ὁμοιομερείας ἀρχάς, φαίνεσθαι δὲ καὶ λέγεσθαι ἕκαστον κατὰ τὸ ἐπικρατοῦν, εἴπερ δεῖ ἄρα ἐκ τῶν ἀρχῶν εἶναι τὰ ἀνομοιομερῆ.
“阿那克萨戈拉派与恩培多克勒派所说的似乎正相反。” 他说,关于元素,阿那克萨戈拉与恩培多克勒派持有相反的看法。因为恩培多克勒说四种元素是第一的且最单纯的,从它们的结合中产生了同质部分骨和肉;而阿那克萨戈拉则相反,断言四种元素是由同质部分构成的复合物;因为他曾经说,骨、肌腱以及其余各物的同质部分存在于火、水及其他元素之中,因为他看到万物都是从这些元素生成的。但是正如他说有骨、肉及我们称之为复合物的其余各物的同质部分一样,他也同样说有火、气、水、土的同质部分;并且万物存在于万物之中,但每一物根据占主导地位者显现并被命名。因此,他所说的并不是与恩培多克勒派正相反;因为他并没有说元素比肉、骨及其他事物更复合。但他们的不同之处在于,恩培多克勒说元素是其余事物的本原,而阿那克萨戈拉则说同质部分是万物的本原,并且如果非同质部分确实必须来自本原,每一物便根据占主导地位者显现并被言说。
"Τοῖς μὲν οὖν ἐξ ἑνὸς πάντα κατασκευάζουσιν." Πῶς κατὰ μὲν τοὺς ἓν στοιχεῖον ὑποθεμένους ταὐτὸν ἀλλοίωσις καὶ γένεσις, κατὰ δὲ τοὺς πλείονα ἕτερον, σαφῶς ἐπεξέρχεται. ἀνωτέρω δὲ αὐτὸ τοῦτο εἰπὼν μόνον, τί ἕπεται ἑκατέρᾳ τῶν ὑποθέσεων ἀπήγγειλε, νυνὶ δὲ αὐτὸ τοῦτο ἀποδείκνυσιν.
“因此,对于那些从一构造出万物的人来说[……]。” 他清楚地阐述了根据那些假定一种元素的人,性质变化与生成如何是同一的,而根据那些假定较多元素的人,它们如何是不同的。先前他只是陈述了这一点本身,宣告了从每种假说中会得出什么,而现在他正在证明这一点本身。
"Ἀεὶ γὰρ μένει τὸ ὑποκείμενον ταὐτὸ καὶ ἕν." Διότι, ὡς εἰρήκαμεν, δεῖ τὴν πρώτην ὕλην ἀμετάβλητον εἶναι.
“因为基底始终保持为同一和一。” 因为正如我们所说过的,第一质料必须是不变的。
"Τὸ δὲ τοιοῦτον ἀλλοιοῦσθαί φαμεν." Τὸ μεταβάλλειν τοῦ αὐτοῦ καὶ ἑνὸς μένοντος, τοῦ ὑποκειμένου δηλονότι.
“而我们说这样一种东西发生性质变化。” 即在同一且唯一之物——显然是基底——保持不变的同时发生变化。
"Τοῖς δὲ τὰ γένη πλείω ποιοῦσι." Γένη καλεῖ τὰ στοιχεῖα.3 κατὰ τούτους δέ, φησί, τοὺς πλείω στοιχεῖα ὑποτιθεμένους διαφέρει γένεσις ἀλλοιώσεως, εἴπερ συγκρίσει φασὶ τὴν γένεσιν ἀποτελεῖσθαι. οὐ γὰρ ταὐτὰ τὰ ἐκ διαφόρων συντεθέντα· οὐκ ἄρα ἀλλοίωσις ἡ σύγκρισις δύναται εἶναι. μαρτυρεῖ δὲ καὶ Ἐμπεδοκλῆς τὸ κατὰ σύγκρισιν γενέσθαι τὴν γένεσιν, λέγων φύσιν μὲν ἰδίαν μηδενὸς εἶναι τῶν συνθέτων, ἀλλὰ ταῦτα πάντα ἐν τῇ συγκρίσει τῶν συμμιγέντων τὴν οὐσίαν ἔχειν· φύσις γάρ, ἔφη, οὐδενός ἐστιν, ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων.
“但是对于那些将类设定为多的人来说[……]。” 他将元素称为“类”。他说,根据这些假定较多元素的人,如果他们确实说生成是通过结合来实现的,那么生成就不同于性质变化。因为由不同成分合成的事物并不是同一的;因此结合不可能成为性质变化。恩培多克勒也证明了生成是按照结合而发生的,他说复合物中没有一物具有特有的本性,而是这一切在混合之物的结合中具有其实质;因为他说,“无物具有本性,而只有混合之物的混杂与分离。”
- 1.11ἔστι γὰρ ἡ ἀπόδοσις οὐ πρὸς τὸ προσεχές, ἀλλὰ πρὸς τὸ ἀνωτέρω
语法及释义术语ἀπόδοσις在此指代词αὐτά的照应关系。斐洛庞努斯指出,该词并不是指紧邻的前项(不可分元素),而是指代更早出现的、表示复合物的τἆλλα。
- 1.11ἑτεροῖα μὲν οὐχ ἕτερα δέ
ἕτερος(实体性的差异,作为不同之物)与ἑτεροῖος(性质上的差异,属于不同种类或状态)之间的术语对立。基于原子形状的差异产生完全不同的实体(ἄλλα / ἕτερα),而基于位置与排列的差异仅导致性质上的改变(ἑτεροῖα),并不构成完全相异的事物。
- 1.16Γένη καλεῖ τὰ στοιχεῖα.
注解者在此说明,亚里士多德原文中的“类”(γένη)并非指一般的逻辑学意义上的属,而是借代指多元论者所假定的四元素等“第一元素”(στοιχεῖα)。
