- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:137.4-138.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯注解了亚里士多德的323a20–323a22,梳理了推动者与接触之物的关系,并依次阐明接触的三种含义(具位置之物、单向作用与受动、相互反动与相互受动),或者将其解释为单一界说的逐步精确化。
" Ἐκεῖνο δ’ οὖν φανερόν, ὅτι ἔστι μὲν ὡς τὰ κινοῦντα τῶν κινουμένων ἅπτοιτο ἄν, ἔστι δὲ ὡς οὔ." Δείξας ὅτι ἐπὶ πλέον ἐστὶ τὸ κινεῖν τοῦ ποιεῖν, ἐπάνεισιν ἐπὶ τὸν περὶ τῶν ἁπτομένων λόγον, δι’ ὃν καὶ τῶν κινούντων καὶ κινουμένων ἐμνήσθη. φησὶν οὖν· ἐπειδὴ τῶν κινούντων τὰ μὲν κινούμενα κινεῖ τὰ δὲ μὴ κινούμενα, φανερὸν ἐκ τούτων ὅτι τινὰ μὲν τῶν κινούντων καὶ ἅπτεται τῶν κινουμένων, τινὰ δὲ οὔ. ἐφ’ ὧν μὲν γὰρ τὰ κινούμενα καὶ ἀντικινεῖ, κυρίως ἐπὶ τούτων τὸ ἅπτεσθαι λέγεται· ἐπὶ δὲ τῶν κινούντων μέν, οὐκ ἀντικινουμένων δέ, οὐ κυρίως ἡ ἁφὴ λέγεται. οὔτε γὰρ ἡ εἰκὼν οὔτε ἡ λοιδορία ἅπτεται κυρίως τῆς ψυχῆς, ἐπεὶ μηδὲ ἀντιπάσχει ὑπ’ αὐτῆς. οὐδὲ γὰρ ἐπὶ τούτων εἴποι ἄν τις τὰ ἔσχατα ἅμα εἶναι, ὅπερ δεῖ πάντως ὑπάρχειν τοῖς κυρίως ἁπτομένοις.1
“无论如何,这一点是显而易见的:在某种意义上推动者能够接触被推动者,但在某种意义上则不能。” 在表明了推动的外延要广于作用之后,他回到了关于接触之物的论述,正是为此他此前才提及了推动者与被推动者。因此他说:既然推动者中有些是在自身被推动的情况下推动,有些则是在不被推动的情况下推动,从这些就显然可知,推动者中有些也接触被推动者,有些则不接触。因为凡是被推动者也予以反动的事物,对于它们而言,接触是在本义上被言说的;然而对于那些虽行推动却不遭受反动的事物而言,接触就不是在本义上被言说的。因为不论是肖像还是辱骂都不是在本义上接触灵魂,既然它们也并不承受灵魂的反向受动。因为在这些事物上,谁也不能说它们的端点处于同一处,而这恰恰是本义上接触的事物必须具备的。
"Ἀλλ’ ὁ διορισμὸς τοῦ ἅπτεσθαι καθόλου μὲν τῶν θέσιν ἐχόντων2 καὶ τοῦ μὲν κινητικοῦ τοῦ δὲ κινητοῦ, πρὸς ἄλληλα δὲ κινητοῦ καὶ κινητικοῦ, ἐν οἷς ὑπάρχει τὸ ποιεῖν καὶ πάσχειν." Εἰπὼν ὅτι μὴ πάντα τὰ κινοῦντα καὶ ἅπτεται τῶν κινουμένων, διορίζεται νῦν καὶ λέγει τίνα ἐστὶν ἐν τοῖς κινοῦσι τὰ ἁπτόμενα· καὶ ἀπαριθμεῖται τρία σημαινόμενα τοῦ ἅπτεσθαι, δύο μὲν κοινότερα, ἓν δὲ ἰδικώτερόν τε καὶ κυριώτερον. καθόλου μὲν οὖν ἅπτεσθαι λέγει τὰ θέσιν ἔχοντα, τουτέστι τὰ κατὰ θίξιν ἁπτόμενα, οὕτω δὲ καὶ τὰ μαθηματικὰ ἅπτεται ἀλλήλων, καὶ τὰ οὐράνια καὶ ἑαυτῶν καὶ τῶν τῇδε. καὶ γὰρ καὶ τὴν γραμμὴν καὶ τὴν ἐπιφάνειαν αὐτὸς θέσιν ἔχειν λέγει· καὶ εἰ οἷς ὑπάρχει θέσις, τούτοις ὑπάρχει καὶ τόπος, εἴη ἂν καὶ ἡ γραμμὴ ἐν τόπῳ καὶ τὰ οὐράνια. καίτοι τίς ἂν εἴη γραμμῆς τόπος; ἀλλ’, ὡς ὁ Ἀλέξανδρός φησι, θέσις ἂν εἴη κοινῶς ὑπ’ αὐτοῦ λεγομένη ἡ τάξις ἡ πρὸς ἄλληλα τῶν κινεῖσθαι δυναμένων, καὶ ἡ τοῦ ἀθρόου ἅμα ὑπόστασίς τε καὶ ὑπομονή, ὡς ἐν Κατηγορίαις λέγει. δοκεῖ δὲ ὡς τὸ εἶναι ἔχει ταῦτα, οὕτω καὶ τόπον, ὡς αὐτὸς εἶπε “καὶ γὰρ τοῖς μαθηματικοῖς ὁμοίως ἀποδοτέον ἁφὴν καὶ τόπον”. πρῶτον μὲν οὖν καὶ κοινότατον τοῦτο σημαινόμενον τῶν ἁπτομένων, ὥσπερ καὶ ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ὡρίσατο, ὅτι ἁπτόμενά ἐστιν ὧν ἅμα τὰ ἔσχατα. δεύτερον δέ, ὅταν τὸ μὲν κινῇ τὸ δὲ κινῆται· καὶ τοῦ μὲν γάρ φησι κινητοῦ, τοῦ δὲ κινητικοῦ. κατὰ τοῦτο δὲ τὰ μὲν μαθηματικὰ οὐχ ἅπτονται ἀλλήλων, οὐδὲ ὅσων οὐκ ἔστι τὸ μὲν ποιητικὸν τὸ δὲ παθητικόν, τὰ δὲ οὐράνια ἅπτεται τῶν τῇδε· τὰ μὲν γὰρ ποιεῖ, τὰ δὲ πάσχει. τρίτον δέ, ὅπερ ἰδικώτατόν ἐστι καὶ κατ’ αὐτὸν κυριώτατον, ὡς ἐν τοῖς φυσικῶς ἁπτομένοις ταῦτα ἅπτεσθαι λέγει τῶν κινούντων καὶ κινουμένων, ἐν οἷς ἐστι τὸ ὑπ’ ἀλλήλων ἀντικινεῖσθαί τε καὶ ἀντιπάσχειν. τοῦτο γὰρ σημαίνει διὰ τοῦ πρὸς ἄλληλα δὲ κινητοῦ καὶ κινητικοῦ, ἐν οἷς ὑπάρχει τὸ ποιεῖν καὶ τὸ πάσχειν. τὸ δὲ πρὸς ἄλληλα ἀντὶ τοῦ ὑπ’ ἀλλήλων,3 ἐν τούτοις δὲ οὐκέτ’ ἂν τὰ οὐράνια ἀπαριθμοῖτο. ἤτοι οὖν ὡς τρία σημαινόμενα ταῦτα ἀπαριθμεῖται, ἢ καὶ ὡς ἕν· ἀλλὰ τὴν ἀρχὴν ἀπροσδιορίστως εἰπὼν ὅτι τὰ ἁπτόμενα ταῦτά ἐστι τὰ θέσιν ἔχοντα, ὧν τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει, ἐφεξῆς δὲ ἀκριβέστερον προσδιοριζόμενος ἐπήγαγεν ὅτι δεῖ ταῦτα καὶ ἀντικινεῖσθαι ὑπ’ ἀλλήλων καὶ ἀντιπάσχειν.
“但是接触的界说,普遍地说是属于具有位置的事物,且属于一者具推动能力而另一者具被推动能力的事物,然而属于相互而言具被推动能力与推动能力的事物,在它们之中存在着作用与受动。” 在说明了并非凡推动者都接触被推动者之后,他现在做出界定,并说明在推动者中究竟何者是接触的;他列举了接触的三种含义,其中两种较为普遍,一种更为特殊且更为本义。普遍而言,他说接触的是具有位置的事物,即按触碰相接的事物;以这种方式,数学对象也相互接触,天体既与自身也与此地的各物相接触。因为他自己就说过线与面都具有位置;而如果凡有位置所属的事物也有场所所属,那么线和天体也都会处于场所中。然而,线的场所究竟会是什么呢?但是,正如亚历山大所说,由他普遍地言说的位置应当是指能够被运动之物相互之间的秩序,以及如他在《范畴篇》中所说的整个整体的同时确立与持存。并且正如这些事物具有存在那样,它们看来也同样具有场所,正如他自己所言:“因为接触与场所也必须同样赋予数学对象。”因此,这是接触之物的第一种也是最普遍的含义,正如他在《物理学》第五卷中界定的那样,接触之物就是端点处在同一处的事物。第二种则是,当一者推动而另一者被推动时;因为他说“且属于一者具被推动能力,另一者具推动能力”。依据这一条,数学对象并不相互接触,凡非一者能动另一者受动的事物也不接触,但是天体接触此地的事物;因为前者在作用,后者在受动。第三种,这是最为特殊且依他看来最为本义的,正如在依自然接触的事物中,他指出在推动者与被推动者中,凡存在相互被反动与相互受动的,这些事物才相互接触。因为他通过“然而属于相互而言具被推动能力与推动能力的事物,在它们之中存在着作用与受动”所表达的正是这个意思。而“相互而言”替代的是“由彼此”;在这些事物中,天体就不再能被算入其中了。因此,这些要么是作为三种含义被列举,要么也是作为一种〔含义〕被列举,只是在开头无规定地说明接触的事物是具有位置且一者作用另一者受动的事物,接着作了更严密的补充界定,附带指出这些事物还必须彼此相互反动并相互受动。
- 1.190ὅπερ δεῖ πάντως ὑπάρχειν τοῖς κυρίως ἁπτομένοις
关系代词 ὅπερ 的先行词是前文的整个不定式短语 τὰ ἔσχατα ἅμα εἶναι(“端点处在同一处”)。
- 1.191ὁ διορισμὸς τοῦ ἅπτεσθαι καθόλου μὲν τῶν θέσιν ἐχόντων
引文中的属格短语 τῶν θέσιν ἐχόντων 充当表语属格,需补出省略的系词 ἐστί(“接触的界说是[属于/针对]具有位置的事物”)。斐洛波诺斯将其解读为接触的第一种也是最普遍的含义。
- 1.191τὸ δὲ πρὸς ἄλληλα ἀντὶ τοῦ ὑπ’ ἀλλήλων
斐洛波诺斯将亚里士多德原文中的介词短语 πρὸς ἄλληλα(“相互而言”)在句法意义上解释为表示能动与受动相互性的动作主体短语 ὑπ’ ἀλλήλων(“由彼此”)。
