← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§136.3-137.3

不受动的能动者与作为造物主的神

针对亚里士多德引入不受动的能动者(类比于不动之推动者)的论述,斐洛庞奴斯分析了“推动”与“作用”在外延上的差异(前者更为普遍),并阐明了神为何不被称为世界的“能动者”而被称为实体的“造物主”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.189

" Ἐπεὶ δὲ τὸ κινοῦν οὐχ ὁμοίως κινεῖ τὸ κινούμενον, ἀλλὰ τὸ μὲν ἀνάγκη κινούμενον καὶ αὐτὸ κινεῖν, τὸ δὲ ἀκίνητον ὄν, δῆλον ὅτι καὶ ἐπὶ τοῦ ποιοῦντος ἐροῦμεν ὡσαύτως." Ἀποδοὺς τίνα ἐστὶ τὰ κυρίως ἁπτόμενα ἀλλήλων, ὅτι τὰ διῃρημένα μεγέθη καὶ ἐν τόπῳ ὄντα καὶ ἔχοντα ἅμα τὰ ἔσχατα, ὄντα κινητὰ καὶ κινητικὰ ὑπ’ ἀλλήλων, νῦν μέτεισιν ἐπὶ τὰ ἄλλα, ἃ καὶ αὐτὰ μὲν ἅπτεσθαι λέγεται, οὐκέτι δὲ κυρίως ὁμοίως ἐκείνοις. ἐπειδὴ δέδεικται ἐν τῇ Φυσικῇ ὅτι οὐ πᾶν τὸ κινοῦν κινούμενον κινεῖ, τοῦτο νῦν λαβὼν ἐξ αὐτοῦ δείκνυσιν ὅτι μηδὲ πάντα τὰ ἁπτόμενα ἁπτομένων ἅπτεται, ἐφ’ ὧν οὐδὲ κυρίως ἡ ἁφὴ λέγοιτ’ ἄν, ἀλλὰ κοινότερον. λαβὼν δὲ τὸ μὴ πᾶν τὸ κινοῦν κινούμενον κινεῖν, ὡς ἀκόλουθον τούτῳ λαμβάνει τὸ μηδὲ πᾶν τὸ ποιοῦν πάσχειν, καὶ τοῦτο κατασκευάζει καὶ ἐκ τῆς περὶ τοῦ ποιεῖν καὶ κινεῖν τινων δόξης, ἣν καὶ ἐλέγχει. τινὲς γὰρ ταὐτὸν οἴονται εἶναι τὸ κινεῖν καὶ τὸ ποιεῖν, καὶ ἀντιστρέφειν γε ταῦτα, καὶ εἴ τι ποιεῖ, τοῦτο καὶ κινεῖ πάντως, καὶ ἔμπαλιν εἴ τι κινεῖ, τοῦτο πάντως καὶ ποιεῖ. ὥστε εἰ μὴ πᾶν τὸ κινοῦν κινούμενον αὐτὸ κινεῖ, τὸ δὲ κινεῖν ποιεῖν ἐστιν, οὐδὲ πᾶν ἄρα τὸ ποιοῦν ἀνάγκη πάντως πάσχειν. ἀλλ’ εἰ καὶ τοῦτο ἀληθές, τὸ μὴ πᾶν τὸ ποιοῦν πάσχειν, ἀλλ’ οὖν ψεῦδος τὸ ταὐτὸν οἴεσθαι εἶναι τὸ κινεῖν τῷ ποιεῖν. διαφέρει γὰρ ταῦτα ἀλλήλων τῷ καθολικωτέρῳ καὶ μερικωτέρῳ· ἐπὶ πλέον γὰρ τὸ κινεῖν τοῦ ποιεῖν. ὥστε εἴ τι μὲν ποιεῖ, τοῦτο πάντως κινεῖ, οὐκέτι μέντοι εἴ τι κινεῖ, τοῦτο ἀνάγκη καὶ ποιεῖν. καὶ τοῦτο κατασκευάζει ἐκ τοῦ ἀντικειμένου, λέγω δὴ τοῦ πάσχειν· εἰ γὰρ εἰδείημεν τί ποτέ ἐστι τὸ πάσχειν, γνωσόμεθα καὶ τί τὸ ποιεῖν ἐστι. πάσχειν οὖν ἐστι τὸ κατὰ ποιότητα μεταβάλλειν,1 οἷον λευκαίνεσθαι θερμαίνεσθαι καὶ ἁπλῶς ἀλλοιοῦσθαι κατὰ ποιότητα. εἰ τοίνυν τοῦτό ἐστι τὸ πάσχειν, καὶ τὸ ποιεῖν ἄρα τοῦτό ἐστι, τὸ κατὰ ποιότητα μεταβάλλειν. ὅσα ἄρα τῶν κινούντων εἰς πάθος τι ἄγει τὰ κινούμενα, ταῦτα δηλονότι καὶ ποιεῖ· ὅσα δὲ τῶν κινούντων μὴ εἰς πάθος ἄγει τὰ κινούμενα, ταῦτα κινεῖ μὲν οὐ ποιεῖ δέ. τὰ γοῦν κατὰ τόπον κινοῦντα οὐκ εἰς πάθος ἄγει τὰ κινούμενα· τὸ γοῦν οὐράνιον σῶμα κινεῖται μὲν κατὰ τόπον, οὐκ ἀλλοιοῦται δέ. ἐπὶ πλέον ἄρα τὸ κινεῖν τοῦ ποιεῖν. καὶ ἐντεῦθεν ἔχεις τὴν αἰτίαν, δι’ ἣν οὐ φαίνεται Ἀριστοτέλης ποιητικὸν εἶναι λέγων2 τὸν θεὸν τοῦ κόσμου. εἰ γὰρ ποιεῖν ἐστι τὸ κατὰ ποιότητα μεταβάλλειν, ὁ δὲ θεὸς τῆς οὐσίας τοῦ παντός ἐστι δημιουργός, δῆλον ὅτι οὐκ ἂν κυρίως λεχθείη ποιεῖν τὸν κόσμον, ἀλλὰ μᾶλλον δημιουργεῖν καὶ παράγειν.

“既然推动者并不以同样的方式推动被推动者,而是一者必然自身也被推动着去推动,另一者则是在不被推动的情况下推动,显然对于能动者我们也将作同样的说明。” 在阐明了究竟何类事物是在本义上相互接触的——即它们是分割开的量度,处于场所中,端点处在同一处,并且是相互能被动与能使动的——之后,现在他转向其他事物,这些事物虽然本身也被说成是接触的,但不再像前者那样在本义上如此。既然在《物理学》中已经证明并非凡推动者都自身被推动着去推动,现在他以此为前提,并由此证明并非凡接触之物都接触那些正在接触它们的事物;对于这些事物而言,接触也不能在本义上言说,而只能在更一般的意义上言说。在确立了并非凡推动者都自身被推动着去推动之后,作为随之而来的推论,他又得出并非凡能动者都受动,并且他还依据某些人关于“作用”与“推动”的看法来确立这一点,但他同时也驳斥了这一看法。因为有些人认为推动与作用是同一的,且二者是可以换位的,如果某物发生作用,它在任何情况下也推动,反之如果某物推动,它在任何情况下也发生作用。因此,如果并非凡推动者都是自身被推动着去推动,而推动就是作用,那么也并非凡能动者都必然在任何情况下受动。然而,即便“并非凡能动者都受动”这一点是真实的,但认为推动与作用是同一的看法终究是错误的。因为二者的区别在于更为普遍与更为特殊:推动的外延要广于作用。因此,如果某物发生作用,它在任何情况下必定推动;然而如果某物推动,却并不必然也发生作用。他从对立面,也就是从受动出发来确立这一点;因为如果我们知道了受动究竟是什么,我们也就会知道作用是什么。受动就是在性质方面发生变化,例如变白、变热,以及简言之在性质方面发生质变。既然受动是如此,那么作用也就是如此,即在性质方面使[他物]发生变化。因此,推动者中凡是将被推动者引向某种性质状态的,显然也就是在发生作用;而推动者中凡是不将被推动者引向某种性质状态的,则只是在推动而并不发生作用。例如,按位置推动的事物并不将被推动者引向性质状态;例如天体按位置被推动,却并不发生质变。因此,推动的外延要广于作用。由此你就得到了为什么亚里士多德看来并未说神是世界的能动因的原由。因为如果作用是指在性质方面使之变化,而神是全宇宙之实体的造物主,显然神就不能在本义上被说成是对世界发生作用,而更应当被说成是制作并产出它。

语法注2 条
  1. 1.189καὶ τὸ ποιεῖν ἄρα τοῦτό ἐστι, τὸ κατὰ ποιότητα μεταβάλλειν

    在前一句关于 πάσχειν(受动)的定义中,μεταβάλλειν 作不及物用法(“变化”);而在后一句关于 ποιεῖν(作用)的定义中,它在句意上转为使役与及物用法(“使[他物]发生性质变化”)。这是基于主动形式 μεταβάλλειν 兼具及物与不及物两重句法功能而形成的转换。

  2. 1.189οὐ φαίνεται Ἀριστοτέλης ποιητικὸν εἶναι λέγων

    此处为 φαίνομαι 搭配分词(λέγων)的句式,否定词 οὐ 位于句首修饰整个分词短语,意为“并未观察到亚里士多德在说 / 亚里士多德看来并未说过……”,表达客观事实的观察(与搭配不定式表示“表面看来似乎”的用法不同)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:136.3-137.3