- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:134.26-136.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛庞诺结合四元素解释了亚里士多德关于轻重分配的词句(“兼有或具有两者之一”),介绍了亚历山大为涵盖天体而将其解释为作用于两接触物本身的观点,并最终通过区分涉及相互作用与受动的严格自然接触同单纯边界共处的广义接触来总结论点。
" Βάρος ἂν ἔχοι ἢ κουφότητα, ἢ ἄμφω ἢ θάτερον.1" Θάτερον μὲν γὰρ ἔχει μόνον τὰ ἄκρα, γῆ καὶ πῦρ (τὸ μὲν γάρ ἐστι μόνως κοῦφον, ἡ δὲ μόνως βαρεῖα), τὰ δὲ μεταξὺ ἄμφω καὶ κουφότητα ἔχει καὶ βαρύτητα, ἀὴρ καὶ ὕδωρ, ὡς ἐν τῇ Περὶ οὐρανοῦ ἔδειξεν· τῶν μὲν γὰρ κούφων ἐστὶ βαρύτερα καὶ ταύτῃ βάρος ἔχει, τῶν δὲ βαρέων κουφότερα καὶ ταύτῃ κουφότητα ἔχει. ὥστε οὐ περὶ τοῦ κυκλοφορητικοῦ σώματος ὁ λόγος· τοῦτο γὰρ οὔτε βάρος ἔχει οὔτε κουφότητα. εἰ δὲ δεῖ, φησὶν ὁ Ἀλέξανδρος, καὶ ἐπὶ τοῦ κυκλοφορητικοῦ σώματος ἀκούειν τὰ εἰρημένα, ἵνα ᾖ καὶ καθολικώτερος ὁ λόγος, τὸ ἢ ἄμφω ἢ θάτερον οὐκ ἐπὶ τῆς κουφότητος καὶ τῆς βαρύτητος ἐκληπτέον, ἀλλ’ ἐπ’ αὐτῶν τῶν ἁπτομένων· ἀνάγκη γὰρ πάντως δύο εἶναι τὰ ἁπτόμενα, ἅπερ ἁπτόμενα ἐξ ἀνάγκης ἢ ἄμφω ἢ θάτερον αὐτῶν ἢ βάρος ἔχει ἢ κουφότητα. καὶ τὸ ὑπ’ ἀλλήλων, φησίν, ἐν οἷς λέγει ὄντων κινητικῶν καὶ κινητῶν ὑπ’ ἀλλήλων, ἀντὶ τοῦ θάτερον ὑπὸ θατέρου νοητέον,2 ὥσπερ ἐν Κατηγορίαις εἶπεν ὑπ’ ἄλληλα γένη οὐχ ἑκάτερον ἑκατέρου γένος, ἀλλὰ θάτερον θατέρου.
“它将具有重量或轻量,要么兼有,要么具有两者之一。” 因为两极[的元素]即土与火,仅具有两者之一(因为后者纯粹是轻的,而前者纯粹是重的),而居间的[元素]即空气与水,正如他在《论天》中所证明的那样,兼具轻量与重量;因为它们比轻者更重并在这方面具有重量,比重者更轻并在这方面具有轻量。因此当前的论述不是关于作圆周运动的物体的;因为该物体既不具有重量也不具有轻量。然而亚历山大说,如果为了使论述更具普遍性,也必须将所说的内容理解为适用于作圆周运动的物体,那么“要么兼有,要么具有两者之一”就不应理解为指轻量与重量,而应指接触的事物本身;因为接触的事物在任何情况下都必然是两个,当它们接触时,必然要么两者都具有、要么它们之一具有重量或轻量。并且他说,在他所言“是相互能动与能被动的”一语中的“相互”,应当被理解为代替“一者由另一者”,正如他在《范畴篇》中谈到“相互从属的属”时,并不是指每一方都是另一方的属,而是一方是另一方的属。
"Τὰ δὲ τοιαῦτα παθητικὰ καὶ ποιητικά." Οὐκ ἐκ συλλογισμοῦ τοῦτο εἴληφεν (οὐδὲ γὰρ εἰ βάρος ἔχει καὶ κουφότητα τὰ ἁπτόμενα, ἤδη ἀνάγκη ποιητικὰ αὐτὰ εἶναι καὶ παθητικὰ ὑπ’ ἀλλήλων), ἀλλ’ ἐξ αὐτῆς τῆς ἐναργείας τοῦτο συνήγαγεν, ὅτι τὰ τούτοις τοῖς τόποις διῃρημένα παθητικά ἐστι καὶ ποιητικά, ἀντὶ τοῦ κινητικὰ καὶ κινητά· τοῦτο γὰρ καὶ ἐπιφέρει εὐθύς. ἐναργέστερον γὰρ ὁρῶνται τὴν τοπικὴν κίνησιν κινούμενα3 ὑπ’ ἀλλήλων· ἐξωθεῖται γὰρ τῶν βαρέων καὶ κούφων ἄλλο ὑπ’ ἄλλου σπεῦδον ἐπὶ τὴν χώραν τὴν οἰκείαν. ἢ δυνάμει ἔδειξεν ὅτι ταῦτα παθητικὰ καὶ ποιητικά, εἰπὼν τοὺς τόπους αὐτῶν ἐν οἷς εἰσιν ἐναντίους· τὰ γὰρ ἐν τοῖς ἐναντίοις τόποις ὄντα, ἐναντίας δυνάμεις ἔχοντα, παθητικὰ καὶ ποιητικὰ ὑπ’ ἀλλήλων ἀνάγκη εἶναι. καὶ εἰ οὕτως ἐκλάβοιμεν τὸ χωρίον, δῆλον ὅτι οὐ περὶ τοῦ κυκλοφορητικοῦ σώματος ὁ λόγος, ἀλλὰ περὶ τῶν ὁμοΰλων. δυνατὸν δέ, ὥσπερ ἤδη εἶπον, καὶ ἐπὶ τοῦ κυκλοφορητικοῦ σώματος ἐπεκτεῖναι τὸν λόγον, τὸ ὑπ’ ἀλλήλων ἀντὶ τοῦ θάτερον ὑπὸ θατέρου ἐκλαμβάνοντας. ἀλλ’ εἰ μὲν ὡς ἕν τι τὸ οὐράνιον λάβωμεν σῶμα, οὐδὲν ἔσται τὸ ἀντικείμενον· εἰ δὲ τὰς ἐντὸς σφαίρας ἀλλήλων ἁπτομένας θεωρήσομεν, πῶς ἔτι σωθήσεται τὸ ποιητικὰς αὐτὰς καὶ παθητικὰς ὑπ’ ἀλλήλων εἶναι, ἢ ὅλως βάρος ἔχειν ἢ κουφότητα; ἔστιν οὖν τὸ ἅπτεσθαι κοινότερον μέν, ὡς αὐτὸς ἐν τῇ Φυσικῇ εἶπε, τὸ ἔχειν ἅμα τὰ ἔσχατα (καὶ οὕτως καὶ τὰ οὐράνια τῶν τῇδε καὶ ἀλλήλων ἅπτεται), ἰδικώτερον δὲ καὶ μᾶλλον φυσικώτερον τὸ ἔχειν ἅμα τὰ ἔσχατα μετὰ τοῦ τὴν δραστήριόν τε καὶ παθητικὴν ἔχειν δύναμιν εἰς ἄλληλα, ὥσπερ ἐνταῦθά φησιν.
“而此类事物是受动的和能动的。” 他不是从三段论中得出这一点的(因为接触的事物即使具有重量和轻量,也并不因此就必然相互作用和受动),而是从自明性本身推论出这一点:即由这些场所区分开的事物是受动的和能动的,意即能使动与能被动的;因为他随即也补充了这一点。因为它们被更显明地看见由于相互作用而在位置运动上被运动;在重者与轻者之中,一者在奔向自身固有处所时被另一者所挤出。或者说,他是通过指出它们所处的场所是相反的,从而潜在地表明了这些事物是受动的和能动的;因为处于相反场所中的事物具有相反的潜能,必然相互受动和作用。如果我们这样来理解这段话,显然当前的论述不是关于作圆周运动的物体的,而是关于具有同种质料的事物的。但是,正如我已经说过的,也可以通过把“相互”理解为代替“一者由另一者”,从而将论述扩展到作圆周运动的物体上。然而,如果我们将天体把握为一个单一的事物,就没有任何对立之物存在;而如果我们把内部的诸天球观察为彼此接触的,那么它们相互作用与受动、或者全然具有重量或轻量这一点,又怎么能够得到保全呢?因此,如他自己在《物理学》中所言,接触在更一般的意义上是端点处在同一处(由此天界事物也与此界事物以及彼此相互接触),但在更具体的、更具自然本性的意义上,则是如他在此处所说的,端点处在同一处的同时,还具有相互作用与受动的潜能。
- 1.187ἢ ἄμφω ἢ θάτερον
句法上,ἢ ἄμφω ἢ θάτερον 最自然的理解是作为前述名词短语(βάρος ἢ κουφότητα)的同位语或补充,指“兼具[轻重]两者或具有两者之一”,斐洛庞诺据此对应四元素进行解释。而引述的亚历山大则提出另一种句法理解,将其改系于接触的主体本身(τὰ ἁπτόμενα,即“接触的两者兼有,或两者之一具有”),以便将旋转的天体涵括在内。
- 1.187τὸ ὑπ’ ἀλλήλων ... ἀντὶ τοῦ θάτερον ὑπὸ θατέρου νοητέον
相互代词 ἀλλήλων 在严格句法上表对称的相互关系(“彼此/相互”),但在此处依从亚历山大的解释,被句法性地限定为非对称的“一者由另一者”(ἀντὶ τοῦ θάτερον ὑπὸ θατέρου)。
- 1.188τὴν τοπικὴν κίνησιν κινούμενα
τὴν τοπικὴν κίνησιν 是伴随被动分词 κινούμενα 的同族宾格(内在宾格),表示动作的内容与方式,即“在位置运动上被运动”。
