- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:133.14-134.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德将位置、场所及相互作用与受动视为自然接触之要件,作者以天球间的接触作为反例提出疑难,并给出两种解决途径(将整个天体视为无场所之单一整体,或将讨论范围限定于月下界的生成消灭),继而论证了场所的本质对立仅有上与下。
" Ἐπεὶ δὲ θέσις μὲν ὅσοις καὶ τόπος ὑπάρχει, τόπου δὲ διαφορὰ πρώτη τὸ ἄνω καὶ τὸ κάτω." Βούλεται διαρθρῶσαι διὰ τούτων, τίνα ἐστὶ τὰ κυρίως ἁπτόμενα, ἁπτόμενα δὲ φυσικῶς (περὶ γὰρ τῶν φυσικῶς ἁπτομένων ὁ λόγος), ἅτινα, φησί, θέσιν τε ἔχει καὶ ἐν τόπῳ ἐστὶ καὶ ποιεῖ καὶ πάσχει εἰς ἄλληλα· τὰ γὰρ θιγγάνοντα μόνον ἀλλήλων, μαθηματικῶς οὐ φυσικῶς ἅπτεται. ἀπορήσειε δ’ ἄν τις ὅτι κακῶς συνήγαγεν1 ὅτι τὰ θέσιν ἔχοντα πάντως καὶ βάρος ἔχει ἢ κουφότητα καὶ ποιεῖ καὶ πάσχει· αἱ γὰρ ἐντὸς τῆς ἀπλανοῦς σφαῖραι καὶ θέσιν ἔχουσι καὶ ἐν τόπῳ εἰσὶ καὶ ἅπτονται ἀλλήλων, καὶ ὅμως οὐδὲ ποιοῦσιν οὐδὲ πάσχουσιν ὑπ’ ἀλλήλων, ὡς αὐτῷ δοκεῖ Ἀριστοτέλει. πῶς οὖν φησι τὰ ἁπτόμενα δεῖν πάντως ποιητικὰ εἶναι καὶ παθητικά; ἢ γὰρ οὐχ ἅπτονται ἀλλήλων αἱ σφαῖραι, ἀλλ’ ἢ συνεχεῖς εἰσιν ἢ διεστήκασιν, ὅπερ ἄλογον· ἢ εἰ ἅπτονται ἀλλήλων, οὐκ ἀνάγκη τὰ ἁπτόμενα ποιεῖν καὶ πάσχειν ὑπ’ ἀλλήλων. ἤτοι οὖν ὡς ἕν τι λαμβάνει τὸ οὐράνιον σῶμα, ὅπερ οὐδὲ θέσιν ἔχει οὐδέ ἐστιν ἐν τόπῳ (οὐδὲν γὰρ αὐτὸ ἔξωθεν περιέχει, καὶ ταύτῃ οὐκ ἐν τόπῳ, κατὰ τὸν ὑπὸ τοῦ Ἀριστοτέλους ἀποδοθέντα περὶ τοῦ τόπου λόγον, ὅτι ἐστὶ τόπος ‘τὸ πέρας τοῦ περιέχοντος καθὸ περιέχει τὸ περιεχόμενον’), ἢ οὐδ’ ὅλως περὶ τούτου νῦν ὁ λόγος,2 ἀλλὰ περὶ τῶν ἐν γενέσει καὶ φθορᾷ ἁπτομένων, ἅπερ καὶ ὁμόυλα ὄντα ἐν τῷ ποιεῖν καὶ ἀντιπάσχει, καὶ ἤτοι ἄνω πάντως ἐστὶν ἢ κάτω. καὶ εἰ μὲν καλῶς ὡρίσατο ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς, ἁπτόμενα εἶναι λέγων ὧν τὰ ἔσχατα ἅμα, οὐκ ἀνάγκη πάντα τὰ ἁπτόμενα ποιητικὰ εἶναι ἀλλήλων καὶ παθητικά· ἅπτονται γὰρ αἱ ἐντὸς τῆς ἀπλανοῦς σφαῖραι ἀλλήλων, ἀλλ’ ὅμως ἀπαθεῖς εἰσιν. εἰ δὲ ἀνάγκη τὰ ἁπτόμενα ἀντιπάσχειν ὑπ’ ἀλλήλων, οὐ καλῶς ἀποδέδοται ἐν τῇ Φυσικῇ ὁ τῶν ἁπτομένων ὁρισμός· πλείονα γὰρ περιλαμβάνει. καλῶς δὲ πρώτην εἶναι τόπου διαφορὰν εἶπε τὸ ἄνω καὶ τὸ κάτω. καὶ γὰρ πρώτη καὶ μόνη τῶν τόπων αὕτη διαφορά, καθ’ ἣν καὶ διαφέρει ἀλλήλων τὰ φυσικὰ σώματα. αἱ γὰρ ἄλλαι ἀντιθέσεις, ἔμπροσθεν ὄπισθεν, δεξιὰ ἀριστερά, οὐκ εἰσὶ κυρίως ἀντιθέσεις κατὰ τόπον, ἀλλ’ ἐν σχέσει τῇ πρὸς ἡμᾶς τὸ εἶναι ἔχουσι. μία οὖν μόνη ἡ τοπικὴ ἀντίθεσις, ἡ κατὰ τὸ ἄνω καὶ τὸ κάτω, ὡς καὶ ἐν τῇ Περὶ οὐρανοῦ δέδεικται. πᾶσα γὰρ εὐθυφορικὴ κίνησις ἢ ἀπὸ τοῦ μέσου ἐστὶν ἐπὶ τὸ πέριξ, ἢ ἀπὸ τοῦ πέριξ ἐπὶ τὸ μέσον· ὧν ἡ μὲν ἄνω λέγεται, [ἡ ἐπὶ τὸ πέριξ,] ἡ δὲ κάτω. αἱ δὲ λοιπαὶ ἀντιθέσεις, ὡς εἶπον, ἐν σχέσει ἔχουσι τὸ εἶναι· τὸ γὰρ ἄλλῳ δεξιὸν ἄλλῳ ἐστὶν ἀριστερόν, καὶ τὸ ἄλλῳ πρόσω ἄλλῳ ἐστὶν ὀπίσω. ἄλλως τε καὶ αὗται αἱ κινήσεις, εἰ μὴ κύκλῳ περιίοιεν, ἀλλὰ τῷ ὄντι κατὰ τὴν αὐτὴν θέσιν ἐπ’ ἄπειρον ἐπὶ τὰ δεξιὰ ἴοιεν, φθάνουσι τὸν οὐρανόν.3 ὥστε καὶ τούτοις εἰς τὸ πέριξ ἡ κίνησις· τοῦτο δὲ ἦν τὸ ἄνω. ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων.
“而既然位置归属于凡场所也归属的那些事物,且场所的第一差异是上与下。” 他希望通过这些话来详细阐明,什么是严格意义上接触的事物,而且是自然意义上接触的事物(因为当前的论述是关于在自然意义上接触的事物的),他说,这些事物既具有位置、又处于场所之中,并且相互作用与受动;因为那些仅仅相互触碰的事物,是在数学意义上而非自然意义上接触的。但有人可能会提出疑问,认为他推论得不当,即认为具有位置的事物无论如何都具有重量或轻量,并且能作用与受动;因为恒星天之内的各天球既具有位置,又处于场所之中,且相互接触,然而正如亚里士多德自己所认为的那样,它们彼此之间既不作用也不受动。那么,他怎么能说接触的事物无论如何都必然是能作用的和能受动的呢?因为天球之间要么不相互接触,而是要么连续、要么分离,而这都是荒谬的;要么如果它们相互接触,那么接触的事物就不必然彼此相互作用与受动。因此,要么他是把天体把握为一个单一的事物,而它既不具有位置也不处于场所之中(因为没有任何事物从外部包围着它,并且就这一点而言,按照亚里士多德所给出的关于场所的定义——即场所是‘包围者就其包围被包围者而言的界限’——它并不在场所之中);要么目前的论述根本不是关于这个[天体]的,而是关于在生成与毁灭中接触的事物的,这些事物由于具有同种质料,在作用的同时也反受其作用,并且无论如何要么在上方,要么在下方。而如果他在《物理学》第五卷中所下的定义是恰当的——即指出凡端点在同一处的便是接触的事物——那么所有接触的事物就不必然相互之间具有作用性和受动性;因为恒星天之内的各天球相互接触,但尽管如此它们是不可受动的。但如果接触的事物必然彼此反受作用,那么在《物理学》中给出的接触事物的定义就不是恰当陈述的;因为它涵盖了更多的事物。而且他恰当地说了场所的第一差异是上与下。因为这确实是各场所的第一且唯一的差异,自然物体也正是根据这一差异而相互区别的。因为其他的对立——前后、左右——并不是严格意义上按照场所的对立,而是在与我们的关系中具有存在。因此,空间上的对立只有单一的一种,即按照上与下的对立,正如在《论天》中也已证明的那样。因为一切直线运动要么是从中心到周围,要么是从周围到中心;其中前者(向周围运动的)被称为上,后者被称为下。而其余的对立,正如我所说,是在关系中具有存在的;因为对于一人是右的事物对于另一人则是左,对于一人是前的事物对于另一人则是后。此外,即使是这些运动,如果不沿圆周回旋,而是确实沿着相同的朝向无限地向右进行,它们也会抵达天球。因此对于它们而言,运动也是朝向周围的;而这也就是上。在其他情况下也是同样如此。
- 1.186ἀπορήσειε δ’ ἄν τις ὅτι κακῶς συνήγαγεν
ὅτι从句作为动词ἀπορήσειε的宾语从句,表示“有人可能会对……提出疑难”。连词ὅτι引出的是质疑的具体内容(即“他得出了不当的推论……”),而非表示原因(“因为”)。
- 1.186ἤτοι οὖν ὡς ἕν τι λαμβάνει τὸ οὐράνιον σῶμα ... ἢ οὐδ’ ὅλως περὶ τούτου νῦν ὁ λόγος
相关连词ἤτοι ... ἢ ...在此引出对前文疑难的两种替代性解决方案。在前半部分中,τὸ οὐράνιον σῶμα是λαμβάνει的直接宾语,随后由关系从句ὅπερ οὐδὲ θέσιν ἔχει...阐明整个天体为何既无位置也不在场所中(因其外部无包围者);在后半部分中,省略了系动词ἐστί,以此限定讨论的论域仅限于月下生成消灭的事物。
- 1.186ἄλλως τε καὶ αὗται αἱ κινήσεις, εἰ μὴ κύκλῳ περιίοιεν, ἀλλὰ τῷ ὄντι κατὰ τὴν αὐτὴν θέσιν ἐπ’ ἄπειρον ἐπὶ τὰ δεξιὰ ἴοιεν, φθάνουσι τὸν οὐρανόν
该句由希求法的条件从句(εἰ μὴ κύκλῳ περιίοιεν, ἀλλὰ ... ἴοιεν)与现在直陈式的主句(φθάνουσι)组合而成。对于假设中的无限向右直线行进,作者用直陈式现在时φθάνουσι生动地表明其必然归宿(抵达天球/周围界限)。主语αὗται αἱ κινήσεις指代前文提到的左右或前后等相对运动。
