← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§132.1-133.13

作为接触条件的位置与场所及数学对象的接触

针对亚里士多德在接触的多义性中将“源于一且相关于一”与同名异义相区别,并提出位置与场所作为严格意义上接触的条件,斐洛庞诺斯阐明了数学对象的接触方式以及连续体的各个部分何以不属于相互接触。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.182

" Καὶ τὰ μὲν ὁμωνύμως τὰ δὲ θάτερα ἀπὸ τῶν ἑτέρων καὶ προτέρων." Σημειωτέον ὅτι οὐκ οἴεται ὁμώνυμα εἶναι τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἀλλὰ τῶν πολλαχῶς μὲν λεγομένων οὐχ ὁμώνυμα δέ· ἐπὶ πλέον γὰρ τὰ πολλαχῶς λεγόμενα τῶν ὁμωνύμων.1 εἰ δὲ ἐν Κατηγορίαις ἐν τῇ διαιρέσει τῶν ὁμωνύμων καὶ τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἓν ἐμνήσθη, φαμὲν ὅτι οὐκ ἀκριβολογούμενος, ὡς ἐν ἐκείνοις,2 τὰ πολλαχῶς λεγόμενα ὁμώνυμα ἐκάλεσε· τῶν οὖν πολλαχῶς λεγομένων ἐκεῖσε τὴν διαίρεσιν ἐποιήσατο. ἔστιν οὖν μεταξὺ τῶν ὁμωνύμων καὶ συνωνύμων τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν.

“而有些是同名异义地,另一些则是源于其他事物且在先的事物。” 应当注意,他并不认为“源于一且相关于一[的事物]”是同名异义的,而是认为它们虽属于以多种方式述说的事物,却不是同名异义的;因为以多种方式述说的事物比同名异义的事物外延更广。而如果在《范畴篇》中关于同名异义事物的划分中他也提及了“源于一且相关于一[的事物]”,我们便会说,他并非出于严格的表述,而是如同在那些[入门]著作中一样,把以多种方式述说的事物统称为同名异义的;因此,他在那里所做的是对以多种方式述说的事物的划分。由此可见,“源于一且相关于一[的事物]”介于同名异义的事物与同名同义的事物之间。

§1.183

"Ὅμως δὲ τὸ κυρίως λεγόμενον ὑπάρχει τοῖς ἔχουσι θέσιν. θέσις δὲ οἷσπερ καὶ τόπος." Ποῖά ἐστι τὰ κυρίως ἁπτόμενα λέγει, ὅτι τὰ θέσιν ἔχοντα, ταῦτα δὲ τὰ ἐν τόπῳ ὄντα· τοῦτο γάρ ἐστι τὸ θέσιν ἔχειν, τὸ ἐν τόπῳ εἶναι. καὶ νῦν μὲν τοσοῦτόν φησι περὶ τῶν ἁπτομένων, ἐφεξῆς δὲ συνάξει ὅτι καὶ ποιητικὰ ἀνάγκη αὐτὰ εἶναι καὶ παθητικά.

“然而严格意义上所说的东西归属于具有位置的事物;而位置恰恰归属于场所也归属于的事物。” 他说明了什么样的事物是严格意义上接触的事物,即具有位置的事物,而这些就是在场所中的事物;因为具有位置就是指在场所之中。目前关于接触的事物他只谈到这里,但在接下来他将推导出:它们也必然是能作用的和能受动的。

§1.184

"Καὶ γὰρ τοῖς μαθηματικοῖς ὁμοίως ἀποδοτέον ἁφὴν καὶ τόπον, εἴτε ἐστὶ κεχωρισμένον ἕκαστον αὐτῶν εἴτε τρόπον ἄλλον." Ἐπειδὴ εἶπε τὰ ἁπτόμενα καὶ θέσιν ἔχειν καὶ ἐν τόπῳ εἶναι, ἀντέπιπτε δὲ αὐτῷ ‘τί οὖν; ἐπειδὴ τὰ μαθηματικὰ μεγέθη ἅπτονται ἀλλήλων, οἷον ἡ γραμμὴ τοῦ κύκλου, ἤδη που καὶ θέσιν ἔχει καὶ ἐν τόπῳ εἰσί;’3 διὰ τοῦτό φησιν ὅτι καὶ ταῦτα ἀνάλογον τῇ ἁφῇ καὶ θέσιν ἔχει καὶ τόπον. ταύτῃ γὰρ διαφέρει τὰ φυσικὰ τῶν μαθηματικῶν, τῷ τὰ μὲν πάθους λαμβάνεσθαι [τὰ φυσικά], βαρύτητος λέγω ἢ κουφότητος καὶ τῶν ἄλλων, τὰ δὲ κατ’ ἐπίνοιαν ἄνευ πάθους κατὰ μόνας τὰς διαστάσεις τὸ εἶναι ἔχειν.4 τὸ δὲ ἐν τόπῳ εἶναι τοῖς σώμασιν οὐ καθὸ πάθη ἔχουσιν ὑπάρχει, ἀλλὰ καθὸ διάστημα ἔχει· ἔχει δὲ διάστημα καὶ τὸ μαθηματικόν· καὶ τοῦτο ἄρα ἐν τόπῳ ἐστίν. ἀλλ’ εἰ μὲν χωριστά ἐστι τὰ μαθηματικὰ τῶν φυσικῶν καὶ καθ’ αὑτὰ ὑφεστῶτα, καθ’ αὑτὰ ἂν καὶ τόπον ἔχοι καὶ κυρίως ἅπτεσθαι λέγοιτο· εἰ δὲ μὴ ἔστι χωριστὰ τῶν φυσικῶν, ἀλλ’ ἐν τούτοις τὸ εἶναι ἔχει, ὅπερ καὶ ἔστιν ἀληθές, δῆλον δήπου ὅτι ὡς τὸ εἶναι ἔχουσιν, οὕτω καὶ τὸ ἐν τόπῳ εἶναι καὶ τὸ ἅπτεσθαι ἀλλήλων ἕξουσιν. εἰ τοίνυν ἐν ἐκείνοις τὸ εἶναι ἔχει, δι’ ἐκεῖνα δήπου καὶ τὸ ἐν τόπῳ εἶναι ἕξει καὶ τὸ ἅπτεσθαι ἀλλήλων.

“因为对于数学对象也同样应当赋予接触和场所,无论它们之中的每一者是分离的还是以另一种方式。” 由于他指出接触的事物既具有位置又处于场所之中,但有人向他提出了这样的反驳:“那么怎样呢?既然数学大小相互接触,如同线接触圆一样,难道它们也已经处于某处、具有位置并处于场所之中了吗?”为了回应这一点,他说这些事物也按照与接触相对应的比例而具有位置与场所。因为自然事物与数学事物在这一点上有所区别:前者伴随着性质变化而被把握——我指的是重量、轻量以及其他性质——而后者则是在概念中不带性质变化、仅仅在维度上具有存在。但处于场所之中归属于物体,并不是就其具有性质而言,而是就其具有广延而言;而数学对象也具有广延;因此它也处于场所之中。然而,如果数学对象与自然事物相分离并且独立自存,它们就会独立自存地具有场所,并且据说在严格意义上发生接触;但如果它们不与自然事物分离,而是在这些事物中具有存在——而这正是真实的——那么显而易见,正如它们具有存在一样,它们也同样会具有处于场所之中以及相互接触。既然它们的存在是在那些事物之中,那么毫无疑问,由于那些事物的缘故,它们也会具有处于场所之中以及相互接触。

§1.185

"Εἰ οὖν ἐστίν, ὥσπερ διωρίσθη πρότερον." Ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως οὕτως ὡρίσατο τὸ ἅπτεσθαι, τὸ ἔχειν τὰ ἔσχατα ἅμα. καλῶς δὲ τὸ διωρισμένα μεγέθη εἶπε, διὰ τὰ μόρια τοῦ συνεχοῦς· τὰ γὰρ τοῦ συνεχοῦς μόρια μὴ ὄντα διωρισμένα μεγέθη, ἀλλὰ δυνάμει ὄντα ἐν τῷ ὅλῳ, οὐδὲ ἅπτεσθαι λέγεται, ἀλλ’ αὐτὸ τοῦτο συνεχῆ εἶναι καὶ ἕν.

“那么如果正如先前所定义的那样。” 在《物理学》第五卷中,他把接触定义为:端点在同一处。而他恰当地说了“被区分开的大小”,这是由于连续体的各个部分的缘故;因为连续体的各个部分不是被区分开的大小,而是在整体中潜在地存在,它们甚至根本不据说发生接触,而是正所谓连续且合为一体的。

语法注4 条
  1. 1.182ἐπὶ πλέον γὰρ τὰ πολλαχῶς λεγόμενα τῶν ὁμωνύμων

    短语 ἐπὶ πλέον 支配属格 τῶν ὁμωνύμων,构成比较结构,意为“比同名异义的事物外延更广”。这在逻辑上表明“以多种方式述说的事物”(τὰ πολλαχῶς λεγόμενα)是外延更广的概念,不仅包含纯粹的同名异义词,还涵盖了“源于一且相关于一”(ἀφ’ ἑνός / πρὸς ἕν)的事物。

  2. 1.182ὡς ἐν ἐκείνοις

    这是一个省略句,意为“如同在那些[入门]著作(如《范畴篇》)中那样”。它修饰前面的 οὐκ ἀκριβολογούμενος(“并非出于严密精确”),用于解释在那种入门性文本中故意简化了高级的逻辑术语区分。

  3. 1.184ἀντέπιπτε δὲ αὐτῷ ‘τί οὖν; ...’

    动词 ἀντιπίπτω 在此作未完成过去时,意为“反驳出现/迎面而来”,后面直接引语 ‘τί οὖν; ...’(“那么怎样呢……”)作为主语性内容补足了该反驳的具体内容。它与前面的从句 Ἐπειδὴ εἶπε... 相对应,用于说明亚里士多德在文中预先回应可能出现的责难。

  4. 1.184τῷ τὰ μὲν πάθους λαμβάνεσθαι [τὰ φυσικά], ... τὰ δὲ ... τὸ εἶναι ἔχειν

    在表示限定或原因的带冠词与格 τῷ 之下,由表示对比的两个“对格加不定词”短语(τὰ μὲν ... λαμβάνεσθαι 与 τὰ δὲ ... ἔχειν)构成并列。与被动不定词 λαμβάνεσθαι 连用的属格 πάθους 表达了伴随方式或关联:“伴随着性质变化[而被把握]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:132.1-133.13