← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§130.6-131.34

接触的在先性、多义性与自然物体的定义

斐洛波诺斯阐明了为何关于接触的讨论必须先于混合与作用受动,说明了“接触”是相关于单一核心含义的多种述说(核心意义),并依据接触的定义(端点在同一处)推导出真正的接触属于拥有位置、场所、轻重以及相互作用与受动能力的自然物体。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.181

" Ἀρχὴν δὲ λάβωμεν τήνδε. ἀνάγκη γὰρ τῶν ὄντων οἷς ἐστι μίξις, εἶναι ταῦτα ἀλλήλων1 ἁπτικά." Πρὸς εὕρεσιν τοῦ ὅτι τὰ τέσσαρα στοιχεῖα ὕλη ἐστὶ τῶν γινομένων καὶ φθειρομένων, ἔδειξεν ἀναγκαῖον ὄντα τὸν περὶ ἁφῆς καὶ μίξεως καὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγον, περὶ ὧν πρῶτον βούλεται διαλεχθῆναι, καὶ τούτων πρότερον περὶ ἁφῆς. καὶ ἤδη μὲν ἔδειξε προηγούμενον τῶν ἄλλων δύο τὸν περὶ ἁφῆς λόγον, καὶ νῦν δὲ πάλιν τὸ αὐτὸ ἀναλαμβάνει πρὸ τοῦ περὶ ἁφῆς λόγου. τῶν γὰρ ὄντων, φησίν, ὡς ἄν μίγνυσθαι πέφυκεν, ἀνάγκη ταῦτα πρότερον ἅψασθαι ἀλλήλων· οὐ γὰρ ἂν μιχθείη τὰ μηδ’ ὅλως ἁπτόμενα ἀλλὰ κεχωρισμένα. προηγεῖται ἄρα τοῦ περὶ μίξεως ὁ περὶ ἁφῆς λόγος. ἀλλὰ δὴ καὶ τοῦ περὶ τοῦ ποιεῖν καὶ πάσχειν· εἴ τι γὰρ τῶν ὄντων τὸ μὲν πέφυκε ποιεῖν τὸ δὲ πάσχειν κυρίως, ταῦτα ἀνάγκη πρότερον ἅψασθαι ἀλλήλων. καὶ τοῦτο ἱκανῶς καὶ ἐν τοῖς ἔμπροσθεν δέδεικται. κυρίως δὲ εἶπε διὰ τὴν λοιδορίαν. αὕτη γὰρ ποιεῖν μὲν λέγεται εἰς τὴν ψυχήν, οὐχ ἅπτεται δὲ τῆς ψυχῆς· οὐδὲ γὰρ κυρίως ποιεῖ, ἐπεὶ καὶ ἅπτεσθαι λέγεται οὐ κυρίως· ὡς οὖν λέγεται ποιεῖν, οὕτω λέγεται καὶ ἅπτεσθαι. τὰ αὐτὰ δ’ ἂν εἴποις καὶ ἐπὶ τῆς εἰκόνος καὶ τοῦ χόρτου καὶ ἁπλῶς τοῦ ὀρεκτοῦ· οὐδὲ γὰρ ταῦτα κυρίως ποιεῖ. ὡς δ’ ἂν ποιῇ, οὕτω καὶ ἅπτεται πρότερον. πρότερον γὰρ ἅπτεται τοῦ φανταστικοῦ καὶ τυποῖ αὐτό, ἔπειτα καὶ μεταβάλλει ἀλλοιῶσαν. καὶ ἀδύνατόν γε παθεῖν ὑπὸ τοῦ ὀρεκτοῦ τὸν μὴ πρότερον οἷον ἁψάμενον αὐτοῦ, τῷ ἐντετυπῶσθαι αὐτοῦ τὴν φαντασίαν.2 ἀναγκαίως οὖν πρῶτον τὸν περὶ ἁφῆς προχειρίζεται λόγον. ὥσπερ δέ, φησί, πολλὰ καὶ τῶν ἄλλων ὀνομάτων πολλαχῶς λέγεται, καὶ τῶν πολλαχῶς λεγομένων τὰ μὲν ὁμωνύμως λέγεται (ὡς Αἴας ὁ Τελαμώνιος καὶ ὁ Ὀιλέως, καὶ κύων ὅ τε χερσαῖος καὶ ὁ θαλάττιος) ἅπερ καὶ ἰσοτίμως μετέχουσι τοῦ ὀνόματος, τὰ δὲ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν,3 ὧν καὶ τὸ μὲν κυριώτερον λέγεται τὸ δὲ ἀκυρότερον (οἷον ἐπὶ τοῦ ὄντος πρώτως μὲν καὶ κυρίως ἡ οὐσία ὄν, δευτέρως δὲ καὶ τρίτως αἱ ἄλλαι κατηγορίαι· ὁμοίως κυρίως μὲν ζῷον ὁ ἄνθρωπος ὁ ἀληθινός, τὸ δὲ γεγραμμένον ἀπὸ τοῦ ἀληθινοῦ ζῷον καλούμενον οὐ κυρίως καλεῖται ζῷον· ὁμοίως ἡ μουσικὴ ἐπιστήμη καὶ ἡ ἀπ’ αὐτῆς μουσικὴ γυνὴ ἢ μουσικὴ κιθάρα, πρώτως δηλονότι καὶ κυριώτατα ἐπὶ τῆς ἐπιστήμης τὸ τῆς μουσικῆς κατηγορεῖται ὄνομα)· οὕτως οὖν καὶ ἡ ἁφὴ τῶν πολλαχῶς ἐστι λεγομένων κατὰ τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, καὶ ἡ μέν τις κυριώτατά ἐστιν ἁφή, ἡ δὲ ἀκυρότερον ἀπ’ ἐκείνης. τίς οὖν ἡ κυρίως ἁφὴ καὶ τίνα τὰ κυρίως ἁπτόμενα λέγει, ὅτι ταῦτά ἐστιν ἅ τινα καὶ θέσιν ἔχει, τουτέστι κεῖταί που. ἀλλὰ καὶ τὰ μαθηματικὰ τῶν θέσιν ἐχόντων ἐστίν, ὥστε καὶ ταῦτα ἂν ἅπτοιτο ἀλλήλων· ἅπτεσθαι γάρ φαμεν τὴν γραμμὴν τῆς γραμμῆς ἢ τοῦ ἐπιπέδου, οἷον κύκλου ἢ ἄλλου τινός. ἀλλὰ καὶ τὸ μαθηματικὸν σῶμα πέρατα ἔχον καὶ ἅπτοιτο ἂν ἢ σώματος μαθηματικοῦ ἢ γραμμῆς. ἀλλ’ εἰ καὶ λέγοιντο τὰ μαθηματικὰ ἅπτεσθαι, ἀλλ’ οὐ κυρίως, ἀλλ’ ὡς ἂν καὶ τὸ εἶναι ἔχῃ· ἔχει δὲ ἐν ἐπινοίᾳ· οὕτως ἄρα καὶ θέσιν ἔχει καὶ ἅπτεται ἀλλήλων. καὶ τοῦτο δὲ αὐτοῖς ὑπάρχει διὰ τὰ κυρίως θέσιν ἔχοντα καὶ ἁπτόμενα, λέγω δὴ τὰ φυσικὰ σώματα, ὧν ἐξ ἀφαιρέσεώς εἰσι τὰ μαθηματικά. πῶς δὲ τὰ θέσιν ἔχοντα, ταῦτα καὶ ἅπτεται ἀλλήλων, κατασκευάζει4 ἐκ τοῦ ὁρισμοῦ τῶν ἁπτομένων, ὃν ἀποδέδωκεν ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἀκροάσεως· ἐκεῖ γὰρ εἶπεν ὅτι τὸ ἅπτεσθαι τοῦτό ἐστι, τὸ τὰ ἔσχατα ἅμα ἔχειν. εἰ δὲ τοῦτό ἐστι τὸ ἅπτεσθαι, ταῦτα ἂν ἅπτοιτο ἃ κεχωρισμένα ὄντα μεγέθη, τουτέστι μὴ ἡνωμένα ἀλλὰ κατ’ ἰδίαν ἐπιφάνειαν περιγεγραμμένα, καὶ θέσιν ἰδίαν ἔχοντα, ἅμα ἔχει τὰ ἔσχατα. οὐδὲ γὰρ ὅλως ἔσχατα ἔχειν ἐνδέχεται ἅπερ μὴ μεγέθη ἐστί, πάλιν δ’ αὖ τὰ μεγέθη ἔσχατα διάφορα ἀδύνατον ἔχειν τὰ μὴ κεχωρισμένα ἀλλὰ συμπεφυκότα. ταῦτα δὲ καὶ θέσιν ἔχει, ταὐτὸν δὲ τοῦτο τῷ ἐν τόπῳ εἶναι. τόπου δὲ κυριώταται διαφοραὶ δύο, τὸ ἄνω καὶ τὸ κάτω· ἄνω δέ ἐστι καὶ κάτω ὅσα ἢ βάρος ἔχει ἢ κουφότητα. ταῦτα δὲ ποιητικὰ καὶ παθητικὰ ὑπ’ ἀλλήλων. συνάγεται ἄρα ἐκ τούτων, ὡς ταῦτα ἅπτεται ἀλλήλων ὅσα ποιητικά ἐστι καὶ παθητικὰ ὑπ’ ἀλλήλων. ταῦτα οὖν ἐστι τὰ κυρίως ἁπτόμενα, ὅσα πέφυκεν εἰς ἄλληλα ποιεῖν καὶ πάσχειν. ἃ δὲ πρὸς τὸν λόγον ἀπορῆσαι δεῖ, τὴν λέξιν ἐπιόντες ἐροῦμεν.

“而让我们从这一出发点开始:因为在存在之物中,对于那些有混合的事物而言,它们必然是能够相互接触的。” 为了发现四元素是生成与毁灭之物的质料,他表明了关于接触、混合以及作用和受动的论述是必然的;关于这些,他希望首先进行探讨,而在这些之中首先探讨关于接触。并且他此前已经表明,关于接触的论述先于其余两者,而现在他又在关于接触的论述之前重新提及同一点。因为他说,在存在之物中,凡是本性上适合于混合的事物,它们必然首先相互接触;因为根本不接触而是分离的事物是不可能被混合的。因此,关于接触的论述先于关于混合的论述。不仅如此,而且也先于关于作用和受动的论述;因为如果在存在之物中,一者本性上适于严格意义上的作用,另一者适于严格意义上的受动,它们必然首先相互接触。而这一点在前面也已经得到了充分的表明。他之所以说“严格意义上”,乃是因为辱骂的缘故。因为辱骂据说对灵魂起作用,却不接触灵魂;因为它并不是在严格意义上起作用,既然它也据说是在非严格意义上发生接触;因此,如同它据说起作用一样,它也据说发生接触。同样的话你也可以用于肖像、草料以及单纯的欲求对象;因为这些也不是在严格意义上起作用的。然而,无论它以何种方式起作用,它也以那种方式首先发生接触。因为首先它接触想象机能并在其上打下印记,随后再通过变质使其改变。而没有由于其表象被印刻下来而首先仿佛接触到它的人,受欲求对象影响无论如何是不可能的。因此,他必然首先着手于关于接触的论述。而他说,正如其他许多名称也是以多种方式被述说的一样,在以多种方式述说的事物中,有些是同名异义地被述说(如同忒拉蒙之子埃阿斯与奥伊琉斯之子[埃阿斯],以及陆上的狗与海中的狗),它们以同等的资格分有这个名称;而另一些则是源于一且相关于一,在这些之中,一者被述说得更为本真,另一者则不够本真(例如对于存在而言,实体首先且严格地是存在,而其他范畴则是第二位和第三位的;同样,严格意义上的动物是真实的人,而依照真实[的人]被称为动物的画像则不是在严格意义上被称为动物;同样,音乐科学以及源于它的音乐的女人或音乐的竖琴,显而易见“音乐的”这个名称首先且最严格地是述说于科学的);因此,接触也是按照“源于一且相关于一”而属于以多种方式述说的事物,其中某种是最严格意义上的接触,而另一种则是源于前者而不够本真的。那么,什么是严格意义上的接触,以及什么是严格意义上接触的事物,他指出:这些是同时也具有位置的事物,即处于某处的事物。然而数学对象也属于具有位置的事物,以至于这些事物也会相互接触;因为我们说线接触线,或接触平面,比如圆或其他图形。而且具有边界的数学立体也会接触数学立体或线。但是,即使数学对象据说会接触,却不是在严格意义上,而是按照它们具有存在的方式[接触];而它们是在概念中具有存在的;因此,它们也是以这种方式具有位置并相互接触的。而这一属性之所以归属于它们,乃是由于那些严格意义上具有位置和接触的事物,我指的是自然物体,数学对象正是通过从它们那里的抽象而存在的。至于具有位置的事物如何也相互接触,他是从他在《物理学》第五卷中给出的接触事物的定义中予以确立的;因为他在那里说过,接触就是:端点在同一处。如果接触就是这个,那么那些作为分离的大小——即不是合为一体而是由各自的表面所划定,并且具有各自的位置——同时具有端点的事物就会接触。因为非大小之物根本不可能具有端点,反之,不是分离的而是生长结合在一起的大小,也不可能具有不同的端点。而这些事物也具有位置,这与在场所中是同一回事。场所的最基本的差异有两种:上与下;而上与下是凡具有重量或轻量的一切事物。而这些事物在相互之间是能作用的和能受动的。因此,从这些推导出的结论是:凡在相互之间是能作用的和能受动的事物,它们相互接触。由此可见,这些就是严格意义上接触的事物,即凡本性上适于相互作用和受动的事物。而关于针对这一论述应当提出的困惑,我们将在逐字研读文句时予以述说。

语法注4 条
  1. 1.181τῶν γὰρ ὄντων, φησίν, ὡς ἂν μίγνυσθαι πέφυκεν, ἀνάγκη ταῦτα πρότερον ἅψασθαι ἀλλήλων

    句首的属格 τῶν ὄντων 作为表示整体的部分属格,受关系分句 ὡς ἂν μίγνυσθαι πέφυκεν 的修饰,随后在不定式子句中被复指代词 ταῦτα 重新承接(带有倒置的复指结构)。

  2. 1.181τῷ ἐντετυπῶσθαι αὐτοῦ τὴν φαντασίαν

    带有冠词的完成时不定式 τῷ ἐντετυπῶσθαι 是表原因/手段的与格,用以解释前面的分词 ἁψάμενον。对格 τὴν φαντασίαν 充当被动不定式的语法主语,而属格 αὐτοῦ 则是指代欲求对象(ὀρεκτόν)的宾格性属格。

  3. 1.181τὰ δὲ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν

    介词短语 ἀφ’ ἑνὸς καὶ πρὸς ἕν 与前文的 τὰ μὲν ὁμωνύμως λέγεται 相对比,充当表语(或副词性成分),体现了亚里士多德哲学中关于“核心多义(相关于一)”的分类。此处省略了动词 λέγεται。

  4. 1.181πῶς δὲ τὰ θέσιν ἔχοντα, ταῦτα καὶ ἅπτεται ἀλλήλων, κατασκευάζει

    在由 κατασκευάζει 支配的间接疑问从句中,名词性短语 τὰ θέσιν ἔχοντα 被前置(先取),并在谓语动词 ἅπτεται 之前由指示代词 ταῦτα 进行复指。这一照应性倒置使论证的主题更为突出。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:130.6-131.34