← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§128.5-130.5

单一本原论中作用受动与接触的必然性

斐洛波诺斯注解了亚里士多德关于主张单一本原者(如阿波罗尼亚的狄奥根尼)也必然预设作用与受动的论述(322b12–22),阐明了共同质料以及严格意义上的“接触”乃是作用、受动与混合得以成立的必然条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.177

" Καὶ τοῖς ἐξ ἑνὸς ἀνάγκη λέγειν τὴν ποίησιν, καὶ τοῦτο ὀρθῶς λέγει Διογένης, ὅτι εἰ μὴ ἐξ ἑνὸς ἦν ἅπαντα, οὐκ ἂν ἦν τὸ ποιεῖν καὶ πάσχειν ὑπ’ ἀλλήλων." Εἰ γὰρ κατ’ ἀλλοίωσιν τοῦ ἑνὸς τὴν γένεσιν τῶν ἄλλων ἐποίουν πυκνουμένου αὐτοῦ καὶ μανουμένου, δῆλον ὅτι καὶ τῷ ποιεῖν κέχρηνται καὶ τῷ πάσχειν· ἐν γὰρ τῇ ἀλλοιώσει ποιεῖ μὲν τὸ ἀλλοιοῦν, πάσχει δὲ τὸ ἀλλοιούμενον. ὅτι δὲ ἀνάγκη τοῖς ἓν ὑποτιθεμένοις τὸ στοιχεῖον λέγειν τὸ ποιεῖν καὶ τὸ πάσχειν, μάρτυρι χρῆται Διογένει τῷ Ἀπολλωνιάτῃ ὀρθῶς λέγοντι ὅτι εἰ μὴ ἓν ἦν τὸ ὑποκείμενον πᾶσιν, οὐκ ἂν ἦν τὸ ποιεῖν καὶ τὸ πάσχειν ὑπ’ ἀλλήλων, ὡς ἀναγκαίως ἑπομένου τοῖς εἰς ἄλληλα ποιοῦσι καὶ πάσχουσι τὸ ἓν ἔχειν τὸ ὑποκείμενον.1 ὅτι γὰρ μὴ ὄντος ἑνός τινος τοῦ ὑποκειμένου οὐχ οἷόν τε ἦν ὑπ’ ἀλλήλων πάσχειν καὶ ποιεῖν εἰς ἄλληλα, δείκνυσιν, ὅτι Διογένης ἔλεγεν μὴ τὴν θερμότητα εἶναι τὴν εἰς ψυχρότητα μεταβάλλουσαν2 ἢ τοὔμπαλιν (ἀδύνατον γὰρ τὸ ἐναντίον γενέσθαι ὅπερ τὸ ἐναντίον), ἀλλὰ τὸ ὑποκείμενον κοινὸν ὂν τοῖς ἐναντίοις καὶ πάσχον ὑπό τινος ποιοῦντος μεταβάλλει εἰς ἑκάτερον καθ’ ὃ ἂν τὸ ποιοῦν ποιῇ. ταῦτα δὲ καὶ ὁ Πλάτων ἐν τῷ Φαίδωνι εἶπεν. εἰπὼν γὰρ πρότερον ὅτι ἐξ ἀλλήλων γίνονται τὰ ἐναντία, τὸ λευκὸν ἐκ τοῦ μέλανος καὶ τὸ μέλαν ἐκ τοῦ λευκοῦ, καὶ τὸ ζῶν ἐκ τοῦ τεθνεῶτος καὶ ἔμπαλιν, ὕστερον εἶπεν ὅτι οὐδέποτε οἷόν τέ ἐστι τὸ ἐναντίον εἰς τὸ ἐναντίον μεταβαλεῖν· οὐδὲ γὰρ ἡ λευκότης γένοιτο ἂν μελανία οὐδὲ ἡ ψύξις θερμότης. ἐπὶ τούτοις οὖν ἀπορήσαντός τινος, πῶς οὐκ ἐναντία αὐτὸς ἑαυτῷ Σωκράτης ἀπεφήνατο, εἶπεν ὡς ὅτι ἄνω μὲν ἐξ ἀλλήλων γίνεσθαι τὰ ἐναντία εἴρηκεν, οὐ τὰ μετεχόμενα, αὐτὰς λέγω τὰς ἐναντιότητας, ἀλλὰ τὰ τούτων μετέχοντα (τὸ γὰρ λευκὸν σῶμα ἐκ μέλανος γίνεται σώματος), νῦν δέ, φησίν, ἔφην τὰ μετεχόμενα μὴ γίνεσθαι ἐξ ἀλλήλων. ἀλλὰ μᾶλλον κυριώτερον ἂν εἴη ‘μετ’ ἄλληλα’ αὐτὰ καλεῖν· μετὰ γὰρ τὴν λευκότητα γίνεται ἡ μελανία, αὐτῆς μὲν τῆς ποιότητος φθειρομένης τοῦ δὲ ὑποκειμένου μένοντος.

“对于那些主张由单一事物生成的人来说,述及作用也是必然的,而狄奥根尼正确地指出了这一点:如果不曾是一切事物都源于单一事物,它们就不可能相互作用和受动。” 因为,如果他们是按照那单一事物因其凝聚和稀疏而发生的变质来生成其他事物,显而易见他们既运用了作用,也运用了受动;因为在变质中,使之变质者发生作用,而被变质者承受受动。而对于那些假定元素为一的人来说,述及作用与受动乃是必然的,关于这一点,他援引阿波罗尼亚的狄奥根尼作为见证人,后者正确地指出:如果所有事物的基础基体不是单一的,它们就不可能相互作用和受动,因为具有单一的基体,乃是必然伴随于那些相互作用和受动的事物的。因为他表明,若不存在某种单一的基体,相互受动和相互作用就是不可能的,这是由于狄奥根尼曾说,并非热变成冷或反之亦然(因为对立者不可能变成对立者本身),而是对立者共同的基体因某种起作用之物而受动,按照起作用之物施加作用的特定方式向每一方转变。柏拉图在《斐多篇》中也谈到了这些。因为他在前面曾说对立者由彼此生成——白出于黑,黑出于白,活出于死,反之亦然——之后他又说,对立者绝不可能转变成为对立者;因为白性不可能变成黑性,冷却也不可能变成热性。于是针对这些,有人提出困惑:苏格拉底自己怎会发表了自相矛盾的看法呢?对此他解释道:前面他说对立者由彼此生成,并非指被分有者,我指的是诸对立性本身,而是指分有这些对立性之物(因为白色的物体是由黑色的物体生成的);而他说,我现在是说被分有者不能由彼此生成。然而,将它们称为“相继”或许会更为恰当;因为是在白性之后黑性生成,而性质本身毁灭,基体则存留下来。

§1.178

"Τὸ μὲν οὖν πάντα τοιαῦτα εἶναι φάσκειν οὐκ ἀληθές, ἀλλ’ ἐν ὅσοις τὸ ὑπ’ ἀλλήλων ἐστίν." Τὸ λέγειν, φησί, πάντα τὰ ὄντα τοιαῦτα εἶναι † ὡς μίαν καὶ τὴν αὐτὴν ὑποκειμένην ὕλην ἔχειν, οὐκ ἀληθές. ἢ οὕτως· τὸ λέγειν ὅτι ἐπὶ πάντων τῶν ποιούντων καὶ πασχόντων μία ἐστὶν ὕλη, οὐκ ἀληθές. τὸ γὰρ κυκλοφορητικὸν σῶμα ποιεῖ μὲν αὐτὸ καὶ πάσχει δέ τι ὑπ’ αὐτοῦ, ταῦτα δὲ πάντα τὰ ὑπὸ σελήνην, οὐ μὴν ἐκ μιᾶς καὶ τῆς αὐτῆς ὕλης εἰσὶ τό τε ποιοῦν καὶ τὸ πάσχον. ἀλλὰ δεῖ, φησίν, οὕτω λέγειν, ὅτι ταῦτά ἐστι τὰ κοινὴν ὕλην ἔχοντα, ἅπερ ἀντιπάσχει ὑπ’ ἀλλήλων· διὰ τοῦτο γὰρ καὶ ἀντιπάσχει ὑπ’ ἀλλήλων, διὰ τὸ μίαν αὐτοῖς ὑπεστρῶσθαι ὕλην τῶν ἐναντίων οὖσαν δεκτικήν. διὰ τοῦτο γοῦν τὰ οὐράνια ποιοῦντα εἰς τὰ τῇδε οὐκ ἀντιπάσχει ὑπ’ αὐτῶν, διὰ τὸ μὴ μίαν αὐτοῖς ὑποκεῖσθαι ὕλην.

“因此,断言一切事物都如此并不是真实的,而唯独在那些存在相互[作用与受动]的事物中才是真实的。” 他说,声称一切存在之物都如此这般以至于拥有同一且单一的基础质料,并不是真实的。或者这样说:声称在所有作用和受动的事物中质料是单一的,并不是真实的。因为进行圆周运动的物体自身在起作用,而某种事物受其影响,即月下的一切事物,然而起作用者和受动者绝非出于同一且单一的质料。他说,相反应当这样说:具有共同质料的事物,正是那些相互承受受动的事物;因为正是由于这个缘故,它们才相互承受受动,即由于承受对立面的单一质料作为基础铺展在它们之下。正因如此,天体虽然作用于此处的诸事物,却不承受后者的反作用,乃是因为并没有单一的质料作为基底铺展在它们之下。

§1.179

"Ἀλλὰ μὴν εἰ περὶ τοῦ ποιεῖν καὶ πάσχειν καὶ περὶ μίξεως θεωρητέον, ἀνάγκη καὶ περὶ ἁφῆς." Δείξας ἀναγκαῖον ὄντα τὸν περὶ τοῦ ποιεῖν καὶ πάσχειν καὶ τὸν περὶ μίξεως λόγον, ἐκ τούτων δείκνυσι καὶ τὸν περὶ ἁφῆς ὄντα ἀναγκαῖον.

“然而,如果必须考察关于作用和受动以及关于混合,那么关于接触也是必然的。” 在表明了关于作用和受动的论述以及关于混合的论述是必然的之后,他由此表明关于接触的论述也是必然的。

§1.180

"Οὔτε γὰρ ποιεῖν ταῦτα καὶ πάσχειν δύναται κυρίως ἃ μὴ οἷόν τε ἅψασθαι ἀλλήλων, οὔτε μὴ ἁψάμενά πως ἐνδέχεται μιχθῆναι." Ἀδύνατον, φησί, τὰ κυρίως ποιοῦντα καὶ πάσχοντα μὴ ἅψασθαι ἀλλήλων· ἁψάμενον γὰρ τὸ ποιητικὸν τοῦ παθητικοῦ, ἢ ἀμέσως, οἷον τὸ πῦρ τῶν ξύλων, ἢ διὰ μέσου, ὥσπερ τὸ πῦρ τοῦ ὕδατος διὰ μέσου τοῦ λέβητος, οὕτως ἀλλοιοῖ αὐτό. τὸ δὲ κυρίως προσέθηκε, διότι λεγόμεθα πάσχειν ὑπὸ τῆς λοιδορίας, ἀλλ’ οὐ κυρίως ποιεῖν λέγοιτο ἂν ἡ λοιδορία, ἐπειδὴ μηδὲ ἅπτεται, εἴπερ ποιεῖν ἐστι τὸ κατὰ ποιότητα μεταβάλλειν τὰ φυσικὰ σώματα· εἰ δὲ καὶ λέγεται ἅπτεσθαι τοῦ λοιδορουμένου ἡ λοιδορία, ἀλλ’ οὐδὲ τοῦτο κυρίως, εἴπερ ἅπτεσθαι ταῦτα λέγονται ὧν τὰ ἔσχατα ἅμα. ὡς ἂν οὖν λέγοιτο ἅπτεσθαι ἡμῶν ἡ λοιδορία, οὕτω δὲ καὶ ποιεῖν εἰς ἡμᾶς· κυρίως δὲ οὐδέτερον, ὡς εἰσόμεθα ἐν τοῖς ἐφεξῆς. οὔτε μὴ ἁψάμενά πως ἐνδέχεται μιχθῆναι πρῶτον. ὑπερβατὸς ἡ τῆς λέξεως σύνταξις· τὸ γὰρ ἀκόλουθον οὕτως ‘οὔτε μὴ ἁψάμενά πως πρῶτον ἐνδέχεται μιχθῆναι’.3 τὸ δὲ πως προσέθηκεν, ἵνα σημάνῃ τὰ κυρίως ἁπτόμενα, ἐπειδὴ καὶ ἡ λοιδορία ἅπτεσθαι λέγεται, ἀλλ’ οὐ κυρίως.

“因为那些不可能相互接触的事物,本义上既不能作用也不能受动,而且未曾以某种方式接触的事物也不可能被混合。” 他说,严格意义上起作用和受动的事物不相互接触是不可能的;因为起作用之物接触了被动之物——或者直接接触,如火之于木柴,或者通过中介接触,如火通过锅之于水——以这种方式使其变质。而他加上“本义上”,是因为我们据说会受辱骂的影响,但辱骂并不能被严格地称为起作用,因为它甚至没有接触,如果说作用是按照性质使自然物体发生变化的话;即便辱骂据说“触碰”了受辱者,这也并非在严格意义上,如果说端点在同一处的事物才被称为接触的话。因此,正如同辱骂可以被称为触碰了我们一样,它也可以被称为对我们起了作用;但严格说来两者都不是,正如我们在后文中所将知晓的。“而且未曾以某种方式接触的事物首先也不可能被混合”。这句话的句法结构是倒置的;因为其通常的语序是:“而且未曾以某种方式首先接触的事物也不可能被混合”。而他加上“以某种方式”,是为了指示本义上接触的事物,因为辱骂虽然也据说会接触,却不是在严格意义上。

语法注3 条
  1. 1.177ὡς ἀναγκαίως ἑπομένου τοῖς εἰς ἄλληλα ποιοῦσι καὶ πάσχουσι τὸ ἓν ἔχειν τὸ ὑποκείμενον

    由 ὡς 引导的属格独立结构。分词 ἑπομένου 的逻辑主语是带冠词不定式短语 τὸ ἓν ἔχειν τὸ ὑποκείμενον(“拥有单一的基体”),与格短语 τοῖς εἰς ἄλληλα ποιοῦσι καὶ πάσχουσι(“对于相互作用和受动的事物”)受 ἑπομένου 支配。

  2. 1.177ὅτι Διογένης ἔλεγεν μὴ τὴν θερμότητα εἶναι τὴν εἰς ψυχρότητα μεταβάλλουσαν

    由 ὅτι 引导的从句,解释前文 δείκνυσιν(“他表明”)的依据或内容。ἔλεγεν 支配带宾格的不定式结构(μὴ τὴν θερμότητα εἶναι...),否定词 μή 为不定式结构的常规用法。

  3. 1.180ὑπερβατὸς ἡ τῆς λέξεως σύνταξις· τὸ γὰρ ἀκόλουθον οὕτως ‘οὔτε μὴ ἁψάμενά πως πρῶτον ἐνδέχεται μιχθῆναι’

    斐洛波诺斯在此明确指出了亚里士多德原文中的倒置法(hyperbaton)。他指出句末引用的 πρῶτον 在句法上原本应当作为修饰成分置于否定分词短语内部(μὴ ἁψάμενά πως,“若未曾首先以某种方式接触”),而非置于句末。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:128.5-130.5