- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:126.11-128.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德(322b5–9)指出在讨论元素之前必须先界定接触、混合与作用受动,菲洛波庞进而考察了前辈学说中动力因的性质以及混合的两种构想。
" Ἀνάγκη πρότερον εἰπεῖν περὶ ὧν ἀδιορίστως λέγεται νῦν." Ἐνταῦθα ἡ ἀπόδοσις τοῦ ἐπεὶ δὲ συνδέσμου·1 ἐπεὶ δὲ πρῶτον δεῖ περὶ τῆς ὕλης καὶ τῶν καλουμένων στοιχείων εἰπεῖν, ἀνάγκη πρότερον εἰπεῖν περὶ ὧν ἀδιορίστως λέγεται νῦν. λέγει δὲ περὶ ἁφῆς καὶ μίξεως καὶ τοῦ ποιεῖν καὶ πάσχειν, ὡς συμβαλλομένων μὲν αὐτῷ εἰς τὴν περὶ τῶν στοιχείων διδασκαλίαν, μὴ τυχόντων δὲ διορισμοῦ τινος καὶ διαρθρώσεως παρὰ τῶν προγενεστέρων.
“必须首先谈论现在未经界定而被述及的事物。” 此处是连词“由于”的主句所在:“由于首先必须谈论质料以及所谓的元素,所以必须首先谈论现在未经界定而被述及的事物。”他所谈论的是关于接触、混合以及作用与受动,因为这些有助于他对元素的讲授,却未曾从前辈那里得到任何界定和明确阐明。
"Πάντες γὰρ οἵ τε τὰ στοιχεῖα γεννῶντες καὶ οἱ τὰ ἐκ τῶν στοιχείων διακρίσει χρῶνται καὶ συγκρίσει καὶ τῷ ποιεῖν καὶ πάσχειν." Διὰ τούτων συνίστησιν ὅτι ἀναγκαῖος ὁ περὶ τῶν εἰρημένων λόγος, εἴ γε πάντες ὅσοι περὶ γενέσεως διέλαβον συγκρίσει καὶ διακρίσει καὶ τῷ ποιεῖν καὶ πάσχειν γίνεσθαί φασι τὰ πράγματα. ἄξιον δὲ ἀπορίας πῶς εἶπε πάντας διακρίσει καὶ συγκρίσει χρῆσθαι καὶ τῷ ποιεῖν καὶ πάσχειν. ὅτι μὲν γὰρ διακρίσει καὶ συγκρίσει πάντες κέχρηνται, πρόδηλον· οὐκέτι μέντοι τῷ ποιεῖν καὶ πάσχειν πάντες χρῶνται, ἀλλὰ μόνοι οἱ κατὰ τροπὴν τοῦ ὑποκειμένου γεννῶντες τὰ πράγματα, ἐπεὶ οἵ γε ἀμετάβλητα οἰόμενοι τὰ στοιχεῖα οὐ κέχρηνται τῷ ποιεῖν καὶ πάσχειν, ἀλλὰ μόνον συγκρίσει καὶ διακρίσει. ἤτοι οὖν τοὺς μὲν διακρίσει λέγει χρῆσθαι καὶ συγκρίσει, τοὺς δὲ τῷ ποιεῖν καὶ πάσχειν, καὶ οὕτω κατὰ συνεκδοχὴν πάντας ἀμφοτέροις χρῆσθαι λέγει, διακεκριμένως δέ2 (οἱ μὲν γὰρ τὰ ἐκ τῶν στοιχείων μόνα γεννῶντες συγκρίσει καὶ διακρίσει ἐχρῶντο, οὗτοι δὲ ἦσαν οἱ περὶ Ἐμπεδοκλέα Δημόκριτον Ἀναξαγόραν· ἀπαθεῖς γὰρ ἕκαστος τὰς οἰκείας ἀρχὰς ὑπετίθετο· οἱ δὲ καὶ τὰ στοιχεῖα γεννῶντες, τῷ ποιεῖν καὶ πάσχειν, οὗτοι δὲ ἦσαν οἱ ἕν τι ὑποθέμενοι ἐξ οὗ τἆλλα ἐγέννων, τὸ δὲ ἓν τοῦτο ἢ τῶν τεσσάρων τι εἶναι ἢ ἄλλο τι παρὰ ταῦτα)· ἢ οὖν οὕτω φησὶ τὸ πάντας καὶ διακρίσει καὶ συγκρίσει χρῆσθαι καὶ τῷ ποιεῖν καὶ τῷ πάσχειν, ἢ ἕκαστον ἀμφοτέροις κεχρῆσθαι λέγει. ὅτι γὰρ τοῦτό φησιν, ἐδήλωσεν ἐξ ὧν ἐπήγαγε· “καὶ γὰρ οἱ πλείω”, φησί, “τὰ στοιχεῖα ποιοῦντες γεννῶσι τῷ ποιεῖν καὶ πάσχειν, καὶ τοῖς ἐξ ἑνὸς ἀνάγκη λέγειν τὴν ποίησιν”. ἐνταῦθα οὖν τὸ ποιεῖν καὶ πάσχειν οὐ κατὰ τροπὴν καὶ μεταβολὴν τοῦ ὑποκειμένου ἐκληψόμεθα, ἀλλ’ ἁπλῶς κατὰ τὸ ἐνεργεῖν αὐτὸ τὸ ποιητικὸν ἢ κινητικὸν αἴτιον· δεῖ γὰρ ἐν ἑκάστῳ αἴτιόν τι εἶναι συγκρίσεως καὶ διακρίσεως. καὶ Ἐμπεδοκλεῖ μὲν τὸ νεῖκος καὶ ἡ φιλία ἡ μὲν συγκρίσεως τὸ δὲ διακρίσεως αἴτιον, τὸ δὲ συγκρίνειν καὶ διακρίνειν ποιεῖν τί ἐστιν, ὥστε πάσχειν τὸ διακρίνεσθαι καὶ συγκρίνεσθαι· Ἀναξαγόρᾳ δὲ ποιητικόν ἐστι συγκρίσεως καὶ διακρίσεως ὁ νοῦς. ἀλλὰ δὴ καὶ κατὰ Δημόκριτον ποιητικὰ ἂν εἶεν αἴτια ὁ ῥυσμὸς ἡ τροπὴ καὶ ἡ διαθιγή, πορρωτέρω δὲ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον.
“因为无论那些生成元素的人,还是那些生成由元素[构成]之物的人,全都运用了分离与结合,以及作用与受动。” 通过这些论述他确立了:如果所有论述过生成的人确实都主张诸事物是通过结合与分离以及作用与受动而生成的,那么关于前述论题的讨论就是必然的。但值得探讨的是,他怎么会说所有人都运用了分离与结合以及作用与受动。因为所有人都运用了分离与结合,这是显而易见的;然而,并不是所有人都运用了作用与受动,而只有那些按照基体的变转来生成诸事物的人才运用,因为那些认为元素不可变的人并不运用作用与受动,而仅仅运用结合与分离。因此,或者他是说一部分人运用分离与结合,另一部分人运用作用与受动,从而通过举隅法说所有人运用了两者,但这乃是分别而言的(因为那些仅生成由元素构成之物的人使用了结合与分离,这些人是恩培多克勒、德谟克利特、阿那克萨哥拉一派;因为他们各自都假定自己特有的本原是不可受动的;而那些同时也生成元素的人,则运用了作用与受动,这些人假定了某种单一之物,其余事物由之生成,而这单一之物或者属于四元素之一,或者是这之外的某种别的东西);因此,或者他是在这种意义上说所有人既运用了分离与结合,又运用了作用与受动,或者他是说每个人都运用了两者。因为他确实是这个意思,这从他随后补述的话中清楚表明:“因为”,他说,“即使那些主张元素为多的人,也是通过作用与受动来生成,而对于那些主张由单一事物生成的人来说,述及作用也是必然的”。因此,在这里我们不应按照基体的变转和变化来理解作用与受动,而应单纯地按照动力因或运动因本身的实际运作来理解;因为在每种学说中,结合与分离都必定存在某种原因。在恩培多克勒那里,争吵与友爱是原因,后者是结合的原因,前者是分离的原因,而结合与分离乃是某种作用,从而被分离与被结合乃是受动;在阿那克萨哥拉那里,心灵是结合与分离的作用者。不仅如此,按照德谟克利特,形状、朝向和接触配列也应当是动力因,而在更远一层,运气与偶然也是动力因。
"Πῶς δὲ μίγνυσθαι λέγομεν, οὐ διώρισται σαφῶς." Πότερον κατακερματιζομένων τῶν στοιχείων εἰς μικρὰ καὶ παρακειμένων ἀλλήλοις καὶ τῇ σμικρότητι λανθανόντων τὴν αἴσθησιν, ὥσπερ ἂν εἰ ἐκ πυρῶν καὶ κριθῶν τὰ λεπτομερῆ ἄλφιτα μίξαιμεν (δόξειε γὰρ ἂν ἕν τι εἶδος εἶναι τὸ ὅλον, τῇ σμικρότητι κλεπτομένης τῆς αἰσθήσεως), ἢ ἐν ἑκάστῳ μορίῳ πάντων ὄντων3 καὶ χωρούντων ὅλων δι’ ὅλων τῶν μιγνυμένων δι’ ἀλλήλων· καὶ πότερον ἐν τῇ μίξει φθείρονται τὰ εἴδη τῶν στοιχείων ἢ σῴζονται· καὶ εἰ σῴζονται, πότερον πάντα ἢ τινά.
“但是我们所说的混合究竟如何发生,并未被清楚界定。” 究竟是因为元素被破碎成极小之物并相互并置,且因其微小而避开了感觉——就如同我们若把小麦和大麦磨成的细粉混合起来(因为由于感觉被其微小所蒙蔽,整体似乎会成为单一的形态)——,还是因为在每个部分中都存在一切事物,并且相互混合之物整体通过整体而相互通透;以及在混合中元素的形态究竟是毁灭还是被保存;如果是被保存,究竟是全部还是部分[都未被界定]。
"Ἀλλὰ μὴν οὐδὲ ἀλλοιοῦσθαι δυνατὸν οὐδὲ διακρίνεσθαι καὶ συγκρίνεσθαι, μηδενὸς ποιοῦντος μηδὲ πάσχοντος." Μὴ ὄντος γὰρ τοῦ ἀλλοιοῦντος, οὐκ ἂν εἴη τὸ ἀλλοιούμενον· ἀλλοιοῦσθαι δὲ πῶς οἷόν τε μὴ πάσχοντός τι τοῦ ἀλλοιουμένου ὑπὸ τοῦ ἀλλοιοῦντος;
“然而,如果没有任何事物作用,也没有任何事物受动,那么既不可能变质,也不可能被分离和结合。” 因为如果不存在使之变质者,就不会存在被变质者;而如果被变质者完全不受使之变质者的任何影响,变质又怎能可能呢?
- 1.173Ἐνταῦθα ἡ ἀπόδοσις τοῦ ἐπεὶ δὲ συνδέσμου
指出此处 322b5 的句子是承接前一章末(322b1)由 ἐπεὶ δὲ πρῶτον δεῖ... 引导的从属从句的主句归结(ἀπόδοσις)。
- 1.174κατὰ συνεκδοχὴν πάντας ἀμφοτέροις χρῆσθαι λέγει, διακεκριμένως δέ
菲洛波庞提出了第一种解释方案:亚里士多德通过提喻法说“所有人运用了两者”,但这是分别而言的(διακεκριμένως),即指有些人使用结合分离,另一些人使用作用受动,而非每个人都同时使用二者。
- 1.175Πότερον κατακερματιζομένων τῶν στοιχείων εἰς μικρὰ ... ἢ ἐν ἑκάστῳ μορίῳ πάντων ὄντων
由 Πότερον ... ἤ ...(“究竟是……还是……”)构成的选择疑问句结构。前半句由独立属格从句(κατακερματιζομένων... παρακειμένων... λανθανόντων)构成,后半句由另一组独立属格(πάντων ὄντων καὶ χωρούντων...)并列对应。
