- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:125.2-126.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞借助古人的学说论证了在探讨元素之前先讨论“接触”、“混合”与“作用与受动”的必然性,并对亚里士多德原文的字句作了逐条阐释。
ἔστι δὲ τρία ταῦτα, τί ἐστι μίξις, τί ἐστι τὸ ποιεῖν καὶ πάσχειν, τί ἐστιν ἁφή. ὅτι δὲ ἀναγκαῖος ὁ περὶ τούτων λόγος τῷ περὶ τῶν στοιχείων διαλεξομένῳ, κατασκευάζει καὶ ἐκ τῶν παλαιοτέρων. πάντες γάρ, φησί, καὶ οἱ ἓν καὶ οἱ πλείω τὰ στοιχεῖα λέγοντες εἶναι, κέχρηνται τῷ ποιεῖν πάσχειν, καὶ συγκρίσει καὶ διακρίσει. καὶ γὰρ οἱ ἓν λέγοντες τὸ στοιχεῖον, συγκρίσει δὲ τούτου καὶ διακρίσει τἆλλα λέγοντες γίνεσθαι, τῷ ποιεῖν καὶ πάσχειν κέχρηνται· τὸ γὰρ συγκρίνεσθαι καὶ διακρίνεσθαι πάσχειν τί ἐστιν. εἰ δὲ ἔστι τὸ πάσχον, ἀνάγκη πᾶσα εἶναι καὶ τὸ ποιοῦν. ὡσαύτως δὲ καὶ οἱ πλείω λέγοντες, καὶ οἱ μεταβλητὰ αὐτὰ λέγοντες καὶ οἱ ἀμετάβλητα. καὶ οἱ μὲν μεταβλητὰ αὐτὰ λέγοντες, προφανὲς ὡς κέχρηνται τῷ ποιεῖν καὶ πάσχειν· δρῶντα γὰρ εἰς ἄλληλα καὶ πάσχοντα ὑπ’ ἀλλήλων, οὕτω τὴν εἰς ἄλληλα ποιεῖται μεταβολήν.1 καὶ Ἐμπεδοκλῆς δὲ ἀμετάβλητα λέγων κέχρηται τῷ ποιεῖν καὶ τῷ πάσχειν· εἰ γὰρ καὶ μὴ κατὰ μεταβολὴν οὐσίας πάσχουσιν, ἀλλ’ οὖν σύγκρισιν ὑπομένουσι καὶ διάκρισιν, ποιοῦντος ταῦτα τοῦ νείκους καὶ τῆς φιλίας. ὥστε ἀναγκαῖος τῷ περὶ τῶν στοιχείων διαλεχθησομένῳ ὁ περὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγος. πῶς γὰρ ὅλως εἰσόμεθα πότερον ἀπαθῆ ἐστιν ἢ οὔ, αὐτὸ τοῦτο ἀγνοοῦντες τί ἐστιν ὅλως τὸ ποιεῖν καὶ τὸ πάσχειν; ἀλλ’ εἰ περὶ τοῦ ποιεῖν καὶ πάσχειν εἰπεῖν ἀνάγκη, δῆλον, φησίν, ὡς ἀνάγκη καὶ περὶ μίξεως διαλεχθῆναι. τὰ γὰρ ποιοῦντα καὶ πάσχοντα δεῖ πρότερον μιχθῆναι ἀλλήλοις· οὐδὲ γὰρ σώματα ὄντα καὶ διεστηκότα ἀλλήλων δράσειαν ἂν ἢ πάθοιεν ὑπ’ ἀλλήλων. καὶ ὅτι ἀνάγκη τοῖς συγκρίσει καὶ διακρίσει τὴν γένεσιν λέγουσι γίνεσθαι μίξιν παραλαμβάνειν·2 ἡ γὰρ σύγκρισις μίξις τίς ἐστιν. εἰ οὖν περὶ μίξεως δεῖ διαλαβεῖν, δεῖ δήπου καὶ περὶ ἁφῆς· τὰ γὰρ μιγνύμενα ἀλλήλοις δεῖ πρότερον ἅψασθαι ἀλλήλων· πῶς γὰρ ἂν μιχθείη τὰ μὴ ἁψάμενα; ὥστε πρὸς τὸν περὶ στοιχείων λόγον ἀναγκαῖος ὁ περὶ τοῦ ποιεῖν καὶ πάσχειν, καὶ πρὸς τοῦτον ὁ περὶ μίξεως (δεῖ γὰρ τὰ ποιοῦντα καὶ πάσχοντα μιχθῆναι ἀλλήλοις), καὶ πρὸς τοῦτον ὁ περὶ ἁφῆς· πῶς γὰρ ἂν μιχθείη ἀλλήλοις τὰ μὴ ἁψάμενα; ὥστε ἀναγκαῖος ὁ περὶ ἁφῆς καὶ περὶ μίξεως καὶ περὶ τοῦ ποιεῖν καὶ πάσχειν λόγος. καὶ ἄλλως δὲ ἀναγκαίως, φησί, τὸν περὶ τούτων διοριζόμεθα λόγον, διότι χρησάμενοι τούτοις οἱ πρὸ ἡμῶν φυσικοὶ οὐδένα λόγον περὶ αὐτῶν ἐποιήσαντο, τί ποτε σημαίνει ἕκαστον αὐτῶν, ἀλλ’ εἴασαν αὐτὰ οὕτως ἀδιορίστως. περὶ τούτων οὖν πρῶτον ποιεῖται τὸν λόγον, καὶ πρότερον περὶ ἁφῆς. Ἐπεὶ δὲ δεῖ πρῶτον περὶ τῆς ὕλης καὶ τῶν καλουμένων στοιχείων εἰπεῖν. ἐπειδὴ εἶπε περὶ τῆς ὕλης, ἵνα μὴ νομίσωμεν περὶ τῆς πρώτης ὕλης τῆς ἀσωμάτου λέγειν αὐτόν, περὶ ἧς ἤδη ἔφθη διαλεχθεὶς ἐν τῇ Φυσικῇ, διὰ τοῦτο προσέθηκε καὶ τῶν καλουμένων στοιχείων, ὡσανεὶ ἔλεγε ‘περὶ τῆς ὕλης ἥτις ἐστὶ τὰ καλούμενα στοιχεῖα’. καλούμενα δὲ διὰ τοῦτο ἴσως εἶπεν, ἐπειδὴ μήπω ἀπέδειξεν ὅτι ταῦτά ἐστι τὰ στοιχεῖα. εἴτε ἔστιν εἴτε μή. τουτέστιν εἰ στοιχεῖα τῶν γινομένων εἰσίν. οὐ γὰρ ἁπλῶς εἰ ἔστι· τοῦτο γὰρ ἐναργές. ἢ γίνονταί πως. τὸ πως προσέθηκεν ἀντὶ τοῦ κατά τινα τρόπον· οὐ γὰρ καθ’ ὅλα γίνονται, ἀλλὰ κατὰ μόρια.3
这三者是:什么是混合,什么是作用与受动,什么是接触。对于将要论述元素的人来说,关于这些问题的讨论是必然的,这一点他也从古人的见解中加以确立。因为他说,无论主张元素为一还是主张元素为多的人,都运用了作用与受动,以及结合与分离。事实上,那些主张元素为一、并称其余事物是由此元素的结合与分离而生成的人,也运用了作用与受动;因为被结合与被分离乃是某种受动。而如果存在受动者,那么作用者也完全必然存在。同样,那些主张元素为多的人也是如此,无论他们主张元素是可变的还是不可变的。那些主张元素是可变的人显然运用了作用与受动;因为它们相互作用并相互承受,正是通过这种方式产生相互之间的变化。而恩培多克勒尽管主张元素是不可变的,却也运用了作用与受动;因为即使它们并不按照实体的变化而受动,但无论如何它们都承受结合与分离,是争吵与友爱造成了这些。因此,对于将要论述元素的人来说,关于作用与受动的讨论是必然的。因为如果我们不知道究竟什么是作用和受动这一点本身,我们又到底怎能知道它们是不可受动的还是可受动的呢?但是,如果必须谈论作用与受动,他说,显然也必须讨论混合。因为作用者与受动者必须首先相互混合;因为如果它们是物体却彼此相隔,就既不可能相互作用,也不可能相互承受。而且[显然]对于那些主张生成是通过结合与分离而发生的人来说,引入混合乃是必然的;因为结合就是某种混合。那么,既然必须阐明混合,自然也就必须阐明接触;因为相互混合的事物必须首先相互接触;因为未曾接触的事物怎能混合呢?因此,对于关于元素的论述而言,关于作用与受动的讨论是必然的,而对于后者而言,关于混合的讨论是必然的(因为作用者与受动者必须相互混合),对于这后者而言,关于接触的讨论是必然的;因为未曾接触的事物怎能相互混合呢?因此,关于接触、关于混合以及关于作用与受动的讨论都是必然的。他说,我们在另一层意义上也必然要界定关于这些概念的论述,因为在我们之前的自然哲学家虽然使用了这些概念,却从未就它们各自究竟意味着什么作过任何论述,而是任由它们处于这样无界定的状态。因此,关于这些问题他首先展开论述,并且在更前的位置论述接触。 “但是,由于首先必须谈论质料以及所谓的元素。”既然他说了“关于质料”,为了使我们不至于以为他是在谈论非物体的第一质料——关于它,他此前在《物理学》中已经讨论过了——为此他添加了“以及所谓的元素”,就好像他在说“关于作为所谓元素的质料”。而他说“所谓的”,或许是因为他尚未证明这些就是元素。“它们是否存在。”也就是说,它们是否是生成之物的元素。因为不是单纯地指它们是否存在;因为这乃是显而易见的。“还是以某种方式生成。”他添加“以某种方式”以代替“按照某种样式”;因为它们并非作为整体而生成,而是在部分上生成。
- 1.172δρῶντα γὰρ εἰς ἄλληλα καὶ πάσχοντα ὑπ’ ἀλλήλων, οὕτω τὴν εἰς ἄλληλα ποιεῖται μεταβολήν
分词 δρῶντα 与 πάσχοντα 为中性复数主格,修饰隐含的主语元素(τὰ στοιχεῖα)。主谓动词 ποιεῖται 采用单数形式,是因为古希腊语中中性复数主语常规搭配单数谓语动词。
- 1.172καὶ ὅτι ἀνάγκη τοῖς συγκρίσει καὶ διακρίσει τὴν γένεσιν λέγουσι γίνεσθαι μίξιν παραλαμβάνειν
ὅτι 引导的从句与前面的 ὡς 从句(δῆλον, φησίν, ὡς ἀνάγκη...)呈并列关系,均受省略的非人称表达 δῆλόν ἐστι(“显然……”)支配。
- 1.172οὐ γὰρ καθ’ ὅλα γίνονται, ἀλλὰ κατὰ μόρια
介词短语 καθ’ ὅλα(作为整体)与 κατὰ μόρια(在部分上)构成对比,说明各元素并非作为整体一下子生成,而是按部分生成。
