← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§123.28-125.1

探讨特殊生成前论述元素的必要性

斐洛波诺斯注解了《论生成与消灭》第一卷第六章开头的引文,阐明了在探讨具体生成事物(气象、生物、矿物)之前必须先讨论作为共有物体性形态质料的元素(四元素)之理由,并概述了本书接下来将要讨论的主题(元素之存否、生成、数目等)的整体框架。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.172#1

" Ἐπεὶ δὲ πρῶτον δεῖ περὶ τῆς ὕλης καὶ τῶν καλουμένων στοιχείων εἰπεῖν, εἴτε ἔστιν εἴτε μή, καὶ πότερον ἀίδιον ἕκαστον ἢ γίνονταί πως." Ἐλέγξας τὰς ψευδεῖς τῶν παλαιῶν περὶ γενέσεως δόξας, καὶ εἰπὼν καθόλου περὶ γενέσεως, καὶ διακρίνας αὐτὴν καὶ ἀλλοιώσεως καὶ τῆς κατὰ τόπον μεταβολῆς, καὶ εἰπὼν τί τέ ἐστιν αὔξησις καὶ τί τὸ αὐξόμενον καὶ τίνι αὔξεται καὶ τίς ὁ τρόπος καθ’ ὃν αὔξεται τὰ αὐξόμενα, λοιπὸν ἐντεῦθεν ἀκόλουθον μὲν ἦν εἰπεῖν περὶ τῆς γενέσεως τῶν καθ’ ἕκαστα γινομένων, οἷον περὶ τῶν ἐν μετεώρῳ γινομένων περὶ φυτῶν περὶ ζῴων περὶ μετάλλων· ἀλλ’ ἐπεὶ τὸν περὶ τῆς τῶν καθ’ ἕκαστα γενέσεως διαλεξόμενον δεῖ πρότερον περὶ τῆς προσεχοῦς ἑκάστῃ γενέσει ὕλης διαλαβεῖν, οἷον τίς ἡ τοῖς μετεώροις ὑποβεβλημένη ὕλη, τίς ἡ τοῖς μετάλλοις, καὶ τοῖς λοιποῖς ὡσαύτως· ὡς γὰρ τοῦ λόγου τοῦ περὶ τῶν φυσικῶν πάντων προηγεῖται ὁ περὶ τῆς ἁπλῶς ὕλης λόγος τῆς πᾶσι τοῖς φυσικοῖς κοινῶς ὑποκειμένης, περὶ ἧς ἐν τῇ Φυσικῇ ἐδίδαξεν, οὕτω καὶ τῆς τῶν κατὰ μέρος γενέσεως καὶ τῆς ἑκάστῳ αὐτῶν ὑποκειμένης ὕλης προηγεῖσθαι δεῖ τὸν περὶ τῆς ὕλης καθόλου τῶν ἁπλῶς γινομένων, ταῦτα δέ ἐστι τὰ στοιχεῖα· οὐκοῦν ἀναγκαῖον ἦν προλαβεῖν τὸν περὶ τῶν στοιχείων. μὴ γὰρ ἐγνωκότα τίνα ποτέ ἐστι καὶ πόσα καὶ ποῖα τὰ στοιχεῖα ἀδύνατον τὴν ἰδιάζουσαν ἑκάστου ὕλην εὑρεῖν·1 κοινῶς γὰρ ταῦτα μετὰ τὴν πρώτην ὕλην πᾶσιν ὑποβέβληται, καὶ ἔστι σωματικὴ ὕλη κοινῶς πάντων τῶν γινομένων. διὰ τοῦτο πρῶτον τὸν περὶ αὐτῶν προχειρίζεται λόγον, εἴτε ἔστι στοιχεῖα τῶν γινομένων τὰ τέσσαρα ταῦτα τὰ πολυθρύλλητα εἴτε μὴ ἔστι, καὶ πότερον γενητά ἐστι ταῦτα ἢ ἀγένητα καὶ ἀμετάβλητα, ὡς ἐδόκει Ἐμπεδοκλεῖ, καὶ εἰ γενητά, πότερον ἐξ ἀλλήλων ἢ ἐξ ἄλλου τινός, καὶ εἰ ἐξ ἀλλήλων, πότερον ὁμοίως πάντα εἰς πάντα μεταβάλλει ἢ ἔστι τι αὐτῶν πρῶτον ἐξ οὗ τὰ ἄλλα πάντα μεταβάλλει, οἷον ὕλη τοῖς λοιποῖς ὑποκείμενον, ὡς δοκεῖ Θαλῇ μὲν τὸ ὕδωρ, ἀὴρ δὲ Ἀναξιμένει, πῦρ δὲ Ἡρακλείτῳ. ζητήσει δὲ καὶ εἰ τέσσαρα τὸν ἀριθμὸν ἢ πλείονα, καὶ δείξει ὅτι τέσσαρα μόνα. καὶ ἐν τούτοις περατοῦται πᾶσα ἡ προκειμένη πραγματεία. καὶ οὕτως λοιπὸν ἐν ταῖς ἑξῆς πραγματείαις περὶ τῶν καθ’ ἕκαστα γινομένων ποιεῖται τοὺς λόγους, ἐν μὲν τῇ τῶν Μετεώρων πραγματείᾳ περὶ τῶν ἐν τοῖς μετεώροις, ἐν δὲ τῇ Περὶ ζῴων περὶ τῆς τῶν ζῴων γενέσεως, καὶ περὶ τῶν λοιπῶν ὡσαύτως. ἤδη μὲν οὖν καὶ ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ ἐζήτησε περὶ τῶν στοιχείων,2 καὶ ἔδειξεν ὅτι τῇ τάξει πρῶτος ὁ περὶ τῶν στοιχείων λόγος, καὶ ἔτι ὅτι οὔτε ἀγένητά ἐστιν οὔτε ἄφθαρτα, καὶ ὅτι οὐκ ἐξ ἄλλου τινὸς ὑποκειμένου γίνονται, καὶ ὅτι οὐκ εἰσὶν ἄπειρα ἀλλὰ πεπερασμένα· πόσα μέντοι ταῦτα ἢ πῶς ἐξ ἀλλήλων γίνονται, ἐν ἐκείνοις ὑπερέθετο εἰπεῖν, ὡς ἐρῶν ἐνταῦθα περὶ τούτων. Ἔστιν οὖν τὸ προκείμενον δεῖξαι περὶ τῶν στοιχείων ποῖά τε καὶ πόσα τὸν ἀριθμόν, καὶ ὅτι ἐξ ἀλλήλων αὐτοῖς ἡ γένεσις καὶ εἷς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γενέσεως. ὄντων δέ τινων προηγουμένων τοῦ περὶ τῶν στοιχείων λόγου, ὧν ἀδιαρθρώτων ὄντων ἀδύνατον εὐμαρῶς προελθεῖν τὸν περὶ τῶν στοιχείων λόγον, περὶ ἐκείνων προτίθεται πρῶτον εἰπεῖν.

“但是,由于首先必须谈论质料以及所谓的元素,它们是否存在,以及各自是永恒的还是以某种方式生成的,”在驳斥了古人关于生成的错误意见,普遍地谈论了生成,将生成与质变和位置运动区分开来,并说明了什么是增长、什么是被增长者、由于什么而增长以及被增长者以何种方式增长之后,从这里接着谈论具体生成之物的生成,本是合乎逻辑的,例如谈论气象中生成的事物、植物、动物和矿物。但是,由于将要讨论具体事物生成的人,必须事先把握与每种生成直接相关的近质料,例如气象事物的底层质料是什么,矿物的底层质料是什么,其余事物也是如此;因为正如关于单纯质料(即普遍作为一切自然事物之底层者的质料,关于这一点他在《物理学》中讲授过)的论述先行于关于一切自然事物的论述一样,关于单纯生成之物的普遍质料的论述,也必须先行于个别事物的生成及其各自底层的质料,而这些普遍质料就是元素;因此,预先把握关于元素的论述乃是必然的。因为对于尚未认识到元素究竟是什么、有多少以及是何种性质的人来说,要发现各物特有的质料是不可能的;因为在第一质料之后,这些元素共同作为一切事物的底层,并且是一切生成之物共同的物体性的质料。为此,他首先着手进行关于它们的论述:世所盛传的这四种东西究竟是不是生成之物的元素,以及它们是生成的还是非生成且不可改变的(如恩培多克勒所认为的),如果它们是生成的,究竟是相互生成的还是由某种别的东西生成的,如果是相互生成的,是全都同样地变化为所有别的东西,还是在它们之中存在某种作为第一者、一切其他东西都由它变化而来,如同质料作为其余事物的底层那样——正如泰勒斯认为是水,阿那克西美尼认为是气,赫拉克利特认为是火。他还将探求它们在数目上是四个还是更多,并且将证明它们仅有四个。目下的整部著作就在这些内容中告终。于是,接下来在后续著作中,他便对具体生成之物展开论述:在《气象学》的著作中论述气象中的事物,在《论动物》中论述动物的生成,其余事物也是如此。事实上,在《论天》的著作中他已经探求过关于元素的问题,并证明了关于元素的论述在顺序上是首位的,而且证明了它们既不是非生成的也不是不灭的,并且它们不是从任何别的底层事物中生成的,而且它们不是无限的而是有限的;然而它们有多少,或者它们如何相互生成,他在那些著作中推迟了说明,意在目下此处论述这些问题。因此,目下的课题就是表明关于元素是何种性质、在数量上是多少,以及它们具有相互的生成,并且相互生成的方式是单一的。但是,既然在关于元素的论述之前存在某些先行的问题,若不将它们阐明,关于元素的论述就无法顺利展开,因此他打算首先讨论那些问题。

语法注2 条
  1. 1.172μὴ γὰρ ἐγνωκότα τίνα ποτέ ἐστι καὶ πόσα καὶ ποῖα τὰ στοιχεῖα ἀδύνατον τὴν ἰδιάζουσαν ἑκάστου ὕλην εὑρεῖν

    完成体主动分词 ἐγνωκότα(阳性单数宾格)与在无人称表语 ἀδύνατον [ἐστι] 之后的动词不定式 εὑρεῖν 的未明示的泛指宾格主语(“某人/人”)保持格一致。其句法骨架为:“对于尚未认识到……的人来说,找到……是不可能的”。

  2. 1.172λοιπὸν ἐντεῦθεν ἀκόλουθον μὲν ἦν εἰπεῖν ... ἀλλ’ ἐπεὶ τὸν περὶ τῆς τῶν καθ’ ἕκαστα γενέσεως διαλεξόμενον δεῖ πρότερον περὶ τῆς προσεχοῦς ἑκάστῃ γενέσει ὕλης διαλαβεῖν ... οὐκοῦν ἀναγκαῖον ἦν προλαβεῖν τὸν περὶ τῶν στοιχείων

    整个长句的骨干在于:接续开头的过去时分词连缀(Ἐλέγξας... καὶ εἰπὼν...),以 ἀκόλουθον μὲν ἦν(“本应顺理成章地谈论……”)提出理应接着进行的步骤,随后由 ἀλλ’ ἐπεὶ...(“但是由于……”)引入反向考量的原因从句,最终在 οὐκοῦν ἀναγκαῖον ἦν...(“因此预先把握……是必然的”)中完成推导结语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:123.28-125.1