← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§122.9-123.27

非质料性形相的扩增与能力衰减导致的衰竭

针对亚里士多德在322a29–31中将生长规定为非质料性形相的扩增、并将衰竭(phthisis)界定为能力的减退,斐洛庞诺斯探讨了酒水掺和比喻的适用性与局限,并阐释了因温湿之物的衰减而导致衰老的生理机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.169

" Ἐὰν δέ τις προσίῃ ὕλη." Ἐνταῦθα ὑποστικτέον.1

“但是,如果有某种质料进入,”在此处应当断句。

§1.170

"Οὖσα δυνάμει ἄυλος, ἔχουσα καὶ τὸ ποσὸν δυνάμει, οὗτοι ἔσονται μείζους ἄυλοι." Πάλιν πότε τὸ προσιὸν αὔξει φησί. λέγει οὖν ὅτι ἐὰν ὕλη τις προσίῃ, τουτέστι τροφή τις δυνάμει ἄυλος ὑπάρχουσα, τουτέστι δυνάμει ἔχουσα τὸ τῆς σαρκὸς εἶδος ἢ τὸ τοῦ ὀστοῦ ἢ ἁπλῶς τοῦ τρεφομένου, ἔχουσα δὲ καὶ τὸ ποσὸν δυνάμει, τουτέστι δυναμένη προσθεῖναί τι κατὰ τὸ ποσὸν τῷ τρεφομένῳ, τὸ τηνικαῦτα οἷς πρόσεισιν ἡ τοιαύτη ὕλη μείζους ἄυλοι ἔσονται, τουτέστιν αὔξονται κατὰ τὸ εἶδος καὶ εἰς μεῖζον ἐπιδιδόασι μέγεθος, ὅπερ ἐστὶ καὶ τρέφονται ἅμα καὶ αὔξονται. ἀντὶ γὰρ τοῦ εἰπεῖν ὅτι μείζους ἔσονται κατὰ τὸ εἶδος (τοῦτο γάρ ἐστι τὸ αὐξόμενον), εἶπεν ὅτι ἔσονται μείζους ἄυλοι.2 δυνάμει δὲ τὸ ποσὸν εἶπεν ἀντὶ τοῦ τὸ τηλικοῦτον καὶ αὐξητικὸν δυνάμει· πάντως μὲν γὰρ ἡ προσιοῦσα τροφὴ ποσή ἐστιν ἐνεργείᾳ, ὡς ἔδειξεν, οὐ πάντως δὲ τοσαύτη ὡς ἔχειν τὸ αὐξητικόν.

“它潜在地是非质料性的,并且在潜在意义上也具有量,那么这些东西作为非质料之物将会变得更大。” 他又陈述了进入之物何时使之生长。因此他说,如果有某种质料进入,也就是某种潜在地是非质料性的食物,即潜在地具有肉的形相或骨的形相、或简言之具有被滋养者的形相,并且在潜在意义上也具有量,即能够按照量给被滋养者增加某种东西,那时,这种质料所加入的对象作为非质料之物将会变得更大,也就是说,它们按照形相生长并扩展至更大的体积,这意味着它们既被滋养同时也生长。因为他本可以说“它们按照形相将变得更大(因为这就是生长之物)”,却说了“作为非质料之物将会变得更大”。他说“在潜在意义上的量”,则是用来代替“潜在地具有如此大小并且能够使之生长”;因为进入的食物无论如何现实地是定量,正如他所指出的,但并不必然具有如此大小以至于拥有使之生长的能力。

§1.171

"Ἐὰν δὲ μηκέτι ποιεῖν δύνηται, ἀλλ’ οἷον οἴνῳ ὕδωρ ἀεὶ πλέον μιγνύμενον τέλος ὑδαρῆ ποιεῖ καὶ ὕδωρ, τότε φθίσιν ποιήσει τοῦ ποσοῦ, τὸ δ’ εἶδος μένει." Εἰπὼν τί ἐστιν αὔξησις, λέγει οὖν καὶ τί ἐστι φθίσις. φησὶν οὖν ὅτι ὅταν ἡ εἰσιοῦσα τροφὴ πλεονεκτοίη τὴν αὐξητικὴν δύναμιν, ἡ δὲ μειοῖτο κατισχυομένη ὑπὸ τῆς προσιούσης ὕλης, ὡς ἐπὶ τῶν ἀπεπτούντων, τότε μείωσις ἔσται τοῦ ποσοῦ τῷ τὴν μὲν ὕλην φύσει ῥεῖν, τὴν δὲ προσιοῦσαν τροφὴν μὴ ἴσον τοῦ ἀπορρέοντος προστιθέναι διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως, ἐπικρατεστέρας γινομένης τῆς τροφῆς ἢ ὥστε παθεῖν ὅσον δεῖ ὑπὸ τῆς δυνάμεως3 τῆς ἀλλοιωτικῆς τε καὶ ἐξομοιωτικῆς τοῖς ὑποκειμένοις. διὸ θρέψις μὲν γίνεται (διαμένει γὰρ τὸ εἶδος), τῷ δὲ πλεῖον εἶναι τὸ ἀπορρέον τοῦ προστιθεμένου συμβαίνει καὶ μείωσιν γενέσθαι. σαφεῖ δὲ παραδείγματι ἐχρήσατο τῷ τοῦ ὕδατος τοῦ ἐπιχεομένου εἰς τὸν οἶνον, καὶ τὴν μὲν ἀρχὴν πάσχοντος μᾶλλον ὑπὸ τοῦ οἴνου ἢ ποιοῦντος εἰς αὐτόν, τέλος δὲ πλεονάζοντος τοῦ ὕδατος ἐξασθενούσης τῆς τοῦ οἴνου δυνάμεως καὶ μᾶλλον πασχούσης ὑπὸ τοῦ ὕδατος ἤπερ ποιούσης εἰς αὐτό. οὐ κατὰ πάντα δὲ ἐοικὸς τὸ παράδειγμα. κατὰ μὲν γὰρ τὴν τῆς δυνάμεως ἐλάττωσιν εἴη ἂν τῇ μειώσει ἐοικός· μειουμένης γὰρ κἀκεῖ τῆς θρεπτικῆς δυνάμεως καὶ ἧττον προσκρινούσης τοῦ ἀπορρεύσαντος ἡ φθίσις γίνεται· καθὸ μέντοι ἐπιχεομένου τῷ οἴνῳ τοῦ ὕδατος πλεῖον γίνεται τὸ ποσόν, κατὰ τοῦτο οὐκ ἔοικε τὸ παράδειγμα τῷ ἐπὶ τῆς φθίσεως·4 ἐκεῖ γὰρ μετὰ τῆς δυνάμεως καὶ τὸ ποσὸν μειοῦται. μόνης οὖν τῆς ἀσθενείας τῆς δυνάμεως ἔστω παράδειγμα. κάμνει δὲ τῇ συνεχεῖ ἐνεργείᾳ (μετὰ σώματος γὰρ ἡ ἐνέργεια τῆς δυνάμεως, ἐν ᾧ καὶ τὸ εἶναι ἔχει), κάμνουσα δὲ οὐκέτι δύναται κατὰ ποσὸν προσθήκας ποιεῖν τῷ τρεφομένῳ ὀλίγης γινομένης τῆς ἀλλοιώσεως, ἀλλὰ τρέφει μόνον. πλείονος οὖν γινομένης τῆς ἀπορροῆς μείωσις γίνεται, καὶ μάλιστα τοῦ ἐν ᾧ πρώτῳ ἐστὶν ἡ δύναμις αὕτη, λέγω δὴ τοῦ θερμοῦ ὑγροῦ. τὸ γὰρ πρῶτον ἀπολαῦον τῆς αὐξήσεως ἐν τῇ ἐπιδόσει, διὰ τὸ ἐν αὐτῷ τὸ τρέφον ἔχειν καὶ τῆς ἀσθενείας ἀπολαύει αὐτοῦ πρῶτον καὶ κρατεῖται μειούμενον διὰ τὴν ἐλάττονα τῆς τροφῆς πρόσκρισιν ὑπὸ τῶν ἐναντίων δυνάμεων, τῆς τε ψυχρᾶς καὶ ξηρᾶς, ὧν κατ’ ἐπικράτειαν τὸ γῆρας γίνεται.

“如果它不再能施加作用,而是如同水不断更多地掺入酒中,最终使之变淡并变成水,那么此时它将造成量的衰竭,而形相仍然存留。” 在说明了生长是什么之后,他因此也说明了衰竭是什么。他说,当进入的食物压倒生长能力,而这种能力被进入的质料所克制而减退时,正如在消化不良者身上发生的那样,那时量的减少便会发生,这是由于质料自然地流失,而进入的食物由于能力的虚弱,未能增加与流失之物相等的量,因为食物变得过于强大,以至于不能充分受到使之质变并同化于底层基质之能力的作用。因此,滋养虽然发生(因为形相持存),但由于流失之物多于增加之物,结果便也发生了减少。他使用了倒入酒中的水这一清晰的例证:起初水受酒的作用多于对酒施加作用,但最终由于水过多,酒的能力减弱,受水的作用多于对水施加作用。然而这一例证并非在一切方面都相似。就能力的减退而言,它可能与减少相似;因为在衰竭中也是由于营养能力减退,且附着的少于流失的,才发生衰退;但在水倒入酒中导致量变大这一点上,这一例证并不相似于衰竭的情形;因为在衰竭中,随着能力的减弱,量也减少了。因此,就把它仅仅当作能力虚弱的例证吧。而这种能力因持续的现实活动而疲惫(因为能力的作用是伴随着身体的,它也在身体中具有存在),在疲惫之后,由于所发生的质变很少,便不再能按照量给被滋养者带来增加,而只是滋养。因此,当流失变得更多时,减少便发生,尤其是该能力首先驻留于其中的东西(即温湿之物)的减少。因为在体积扩展中首先享有生长的东西,由于在自身中具有滋养者,也首先承受它的虚弱,并由于食物的附着变少而被对立的能力(即冷与干)所克制和减少,正是通过这两者的占优势,衰老才得以产生。

语法注4 条
  1. 1.169Ἐνταῦθα ὑποστικτέον.

    动词性形容词 ὑποστικτέον 为非人称结构,相当于 δεῖ ὑποστίζειν(“应当在此断句/加标点”)。它是一项注疏性的文本断句指示,表明在条件分句 Ἐὰν δέ τις προσίῃ ὕλη 之后应当设置停顿(ὑποστιγμή),再与后文的分词分句相接。

  2. 1.170ἀντὶ γὰρ τοῦ εἰπεῖν ὅτι μείζους ἔσονται κατὰ τὸ εἶδος (τοῦτο γάρ ἐστι τὸ αὐξόμενον), εἶπεν ὅτι ἔσονται μείζους ἄυλοι.

    介词带冠词不定式 ἀντὶ τοῦ εἰπεῖν ὅτι... 意为“代替说……”。谓词形容词 ἄυλοι 与主语(οὗτοι)保持主格复数一致,斐洛庞诺斯将其解释为限制性状语 κατὰ τὸ εἶδος(“按照形相”)的转喻性代用。

  3. 1.171ἐπικρατεστέρας γινομένης τῆς τροφῆς ἢ ὥστε παθεῖν ὅσον δεῖ ὑπὸ τῆς δυνάμεως

    比较级形容词 ἐπικρατεστέρας 之后接 ἢ ὥστε + 不定词(παθεῖν),构成表示“过于……以至于不能……”的比较结构。它表明食物的量过大或过于强大,以至于无法适度受动于同化能力的改变作用。

  4. 1.171καθὸ μέντοι ἐπιχεομένου τῷ οἴνῳ τοῦ ὕδατος πλεῖον γίνεται τὸ ποσόν, κατὰ τοῦτο οὐκ ἔοικε τὸ παράδειγμα τῷ ἐπὶ τῆς φθίσεως

    相关结构 καθὸ μέντοι..., κατὰ τοῦτο...(“然而在……的限度内,在这一方面……”)。前半从属分句中包含一个属格独立结构 ἐπιχεομένου τῷ οἴνῳ τοῦ ὕδατος,主句中的与格短语 τῷ ἐπὶ τῆς φθίσεως 作为动词 οὐκ ἔοικε 的补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:122.9-123.27