← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§120.18-122.8

营养与生长的区别以及流出入对消长维持的作用

针对亚里士多德《论生成与消灭》322a20–28,斐洛庞奴斯阐述了营养与生长的区别(在基底上为一而在定义上相异)、流入与流出的增减如何决定生长、维持与衰退,以及形相在质料中运作的实质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.164

" Ἧι μὲν οὖν δυνάμει τὸ συναμφότερον, οἷον ποσὴ σάρξ, ταύτῃ μὲν αὔξει· καὶ γὰρ ποσὴν δεῖ γίνεσθαι καὶ σάρκα· ᾗ δὲ μόνη σάρξ, τρέφει ταύτῃ." Εἰπὼν πῶς αὔξησις γίνεται καὶ τί ἐστι τὸ αὐξόμενον καὶ τίνι αὔξεται, νῦν διαφορὰν τροφῆς καὶ αὐξήσεως βούλεται παραδοῦναι καὶ τί δήποτε τρεφόμεθα μὲν ἀεὶ ἔστ’ ἂν ὦμεν κἂν φθίνωμεν, αὐξόμεθα δὲ οὐκ ἀεί. φησὶν οὖν ὅτι ἡ προσιοῦσα τροφή, εἴτε ἄρτος εἴη εἴτε κρέας εἴτε ἄλλο ὁτιοῦν, ἔστι μὲν καὶ δυνάμει τοῦτο ᾧ πρόσεισιν,1 οἷον εἰ τύχοι σάρξ, ἔχει δὲ καὶ ποσόν τι. ἔστιν οὖν καὶ δυνάμει σὰρξ καὶ δυνάμει ποσὴ σάρξ. οὖσα οὖν ἄμφω δυνάμει, ὅταν μεταβάλῃ εἰς τὸ ἐνεργείᾳ, καθὸ μὲν σὰρξ ἐνεργήσει, τότε ἔθρεψε μόνον, ηὔξησε δὲ οὔ. ἔστι γὰρ τροφὴ ἡ τοῦ εἴδους φυλακή, αὔξησις δὲ ἡ τούτου εἰς μεῖζον μέγεθος ἐπίδοσις. ὥστε ἡ τροφὴ καὶ ἡ αὔξησις τῷ μὲν ὑποκειμένῳ τὸ αὐτό (ἓν γάρ ἐστι τῷ ὑποκειμένῳ τὸ τρέφον τε καὶ αὖξον), τῷ δὲ λόγῳ διάφορον· ἄλλο γάρ ἐστιν αὐτῷ τὸ δυνάμει σαρκὶ εἶναι ἢ ὀστῷ, καὶ ἄλλο τὸ τοσῷδε εἶναι.

“因此,在它潜在地作为两者的结合体(例如定量的肉)的限度内,在这一方面它使之生长;因为既应当生成定量,也应当生成肉;但在它仅仅是肉的限度内,在这一方面它给予滋养。” 在说明了生长是如何发生的、生长之物是什么以及通过什么生长之后,现在他想要阐明营养与生长的区别,以及究竟为何只要我们存在,即便衰退时也始终被滋养,却并不始终在生长。因此他说,摄入的食物,无论是面包、肉还是其他任何东西,既潜在地是它所加入的对象(比如假定是肉),也具有某种量。所以它既潜在地是肉,也潜在地是定量的肉。因此,既然它潜在地是两者,当它转变为现实之物时,如果它作为肉而发挥现实作用,那时它就仅仅提供了滋养,而没有使之生长。因为营养是对形相的保持,而生长则是这[形相]向着更大体积的扩展。因此,营养与生长在底层基质上是同一个东西(因为滋养者与使之生长者在底层基质上是一),但在定义上却是不同的;因为对于它来说,潜在地是肉或骨是一回事,而具有如此大小则是另一回事。

§1.165

"Καὶ γὰρ διαφέρει τροφὴ καὶ αὔξησις τῷ λόγῳ." Τροφὴν καὶ αὔξησιν λέγει τὸ θρεπτικόν τε καὶ αὐξητικόν. τοῦτο οὖν ἓν ὂν τῷ ὑποκειμένῳ ἄμφω τὰς δυνάμεις ἔχει, καὶ ὅταν μὲν κατ’ ἀμφοτέρας ἐνεργῇ, καὶ τρέφει καὶ αὔξει, ὅταν δὲ κατὰ θατέραν, τρέφει μόνον αὔξει δὲ οὔ. διό, φησί, τρέφεται μὲν ἔστ’ ἂν ᾖ καὶ ὅταν φθίνῃ, αὔξεται δὲ οὐκ ἀεί, διότι τότε ὡς μὲν δυνάμει σὰρξ ἐνεργεῖ ἡ τροφή, ὡς δὲ ποσὴ οὐκέτι· ὅταν γὰρ πλεῖον ᾖ τὸ ἀπορρέον τοῦ ἐπεισιόντος, οὐκέτι κατὰ τὸ ποσὸν ἐνεργεῖ. οὐ τοῦτο δέ φημι ὅτι οὐ προστίθησί τι κατὰ ποσὸν ἀεὶ ἡ τροφὴ τῷ τρεφομένῳ (οὐ γὰρ ποιότητι τρέφει ἀλλ’ οὐσίᾳ· ὥστε ἀεὶ ποσόν τι δίδωσιν ἡ τροφὴ τῷ τρεφομένῳ μετὰ τοῦ εἴδους), ἀλλὰ τοῦτό φησι τὸ μὴ ἐνεργεῖν κατὰ ποσόν, τὸ μὴ δύνασθαι τῷ ὅλῳ μεγέθει προσθήκην τινὰ ποιῆσαι πολλῆς οὔσης τῆς ἀπορροῆς ἢ καὶ ἴσης.2 ὅταν μὲν γὰρ ἴσον ᾖ τὸ ἀπορρέον τῷ ἐπεισιόντι, τροφὴ μόνον γίνεται, οὔτε δὲ αὔξησις οὔτε μείωσις· ὅταν δὲ πλεῖον εἴσεισι τοῦ ἐξιόντος, τροφὴ καὶ αὔξησις· ὅταν δὲ ἔλαττον, τροφὴ καὶ μείωσις. καὶ γὰρ μειουμένου τοῦ ποσοῦ τὸ εἶδος φυλάττεται, ἐπεὶ μὴ ἔστιν ἐν τῷ τοσῷδε εἶναι τὸ τῆς σαρκὸς εἶδος, ἀλλ’ ἐν τῷ τοιῷδε.

“因为营养与生长在定义上也是不同的。” 他用“营养”与“生长”指的是营养能力与生长能力。因此,这在底层基质上为一的东西同时具有这两种能力,当它按照两者发挥作用时,既滋养又使之生长;而当它按照其中之一[发挥作用]时,就仅仅滋养而不使之生长。他说,正因如此,只要[生物]存在并且在衰退时也被滋养,但并不始终在生长,因为那时食物作为潜在的肉发挥作用,但不再作为定量的东西发挥作用;因为当流失之物多于进入之物时,它就不再按照量发挥作用了。但我这样说并不是指食物在量上不总是给被滋养者增加某种东西(因为食物不是靠性质滋养,而是靠实体滋养,所以食物总是连同形相一起将某种量赋予被滋养者),而是说,他所称的“不按照量发挥作用”,是指在流失很多甚至相等时,无法给总体积带来任何增加。因为当流失之物与进入之物相等时,便只有营养发生,既无生长也无减少;当进入之物多于排出之物时,便有营养与生长;而当[进入之物]更少时,便有营养与减少。因为即便量在减少,形相依然得以保持,既然肉的形相并不在于具有如此大小,而在于具有如此性质。

§1.166

"Καὶ ἡ τροφὴ τῇ αὐξήσει τὸ αὐτὸ μέν, τὸ δὲ εἶναι ἄλλο." Ἓν γὰρ οὖσα κατὰ τὸ ὑποκείμενον ἔχει τι καὶ εἶδος, ἔχει δὲ καὶ ποσόν· ἔστι γὰρ δυνάμει σάρξ. ᾗ μὲν οὖν δυνάμει σάρξ ἐστι, ταύτῃ τρέφει· ᾗ δέ ἐστι ποσή, ταύτῃ αὔξει.

“并且营养与生长虽然是同一个东西,但它们的存在却是不同的。” 因为在底层基质上为一的食物,既具有某种形相,也具有量;因为它是潜在的肉。因此,在它是潜在的肉的限度内,在这一方面它给予滋养;但在它是定量的限度内,在这一方面它使之生长。

§1.167

"Ἧι μὲν γάρ ἐστι τὸ προσιὸν δυνάμει ποσὴ σάρξ." Οὐ τοῦτό φησιν ὅτι ποσὸν δυνάμει ἔχει, ἀλλ’ ὅτι ὡς ποσὴ σὰρξ τὸ ὅλον τοῦτο δυνάμει ἐστί.

“因为在加入之物潜在地是定量的肉的限度内。” 他并不是说它潜在地具有量,而是说整个这个东西潜在地作为定量的肉而存在。

§1.168

"Τοῦτο δὲ τὸ εἶδος ἄνευ ὕλης οἷον αὐλός τις δύναμις ἐν ὕλῃ ἐστίν.3" Ἐπειδὴ τὴν τροφήν, ὅταν τρέφῃ μόνον αὔξῃ δὲ μή, κατὰ μόνον τὸ εἶδος ἐνεργεῖν ἔφη, κατὰ ποσὸν δὲ οὐκέτι, ἐν ᾧ καὶ τὸ εἶναι ἔχει (τὸ γὰρ μέγεθος ὑπέστρωται ὡς ὕλη τοῖς εἴδεσιν), ἵνα μὴ ὑπονοήσῃς ὅτι τῷ ὄντι χωριζόμενον τῆς ὕλης οὕτως ἐνεργεῖ, ὅπερ ἀδύνατον, αὐτὸ τοῦτο διαρθροῖ, ὅτι τῷ ἰδίῳ λόγῳ ἄυλος οὖσα δύναμις ἐν ὕλῃ τὸ εἶναι ἔχει. μεθ’ ὕλης οὖν ὑπάρχον οὐκ ἐνεργεῖ κατὰ τὴν ὕλην, ὅταν τρέφῃ μὲν αὔξῃ δὲ μή. ἤ, ὡς ὁ Ἀλέξανδρός φησι, τὸ τοῦτο δὲ τὸ εἶδος ἄνευ ὕλης ἴσον ἐστὶ τῷ ‘ἡ τροφή, ὅταν τρέφῃ μέν, μὴ αὔξῃ δέ, τὸ εἶδος τηρεῖ ἄνευ προσθήκης ὑλικῆς’.

“而这种没有质料的形相,如同一根管子,是一种处于质料之中的能力。” 由于他说过,食物在仅滋养而不使之生长时,仅仅按照形相发挥作用,而不再按照它借以具有存在的量发挥作用(因为体积作为质料居于形相之下),为了不让你猜测它真的是脱离质料而这样发挥作用(这是不可能的),他正是阐明了这一点:形相依其自身的定义虽是非质料性的能力,却在质料之中具有存在。因此,它与质料一同存在,但在仅滋养而不使之生长时,并不按照质料发挥作用。或者正如亚历山大所说,“而这种没有质料的形相”等同于“食物在滋养却不使之生长时,没有质料上的增加而维护了形相”。

语法注3 条
  1. 1.164ᾧ πρόσεισιν

    关系代词 ᾧ 为与格,受复合动词 πρόσεισιν(源自 πρόσειμι,“加入、接近”)支配,指代先行词 τοῦτο,意为“[食物]所加入的那个对象(即身体部位)”。

  2. 1.165τὸ μὴ δύνασθαι τῷ ὅλῳ μεγέθει προσθήκην τινὰ ποιῆσαι πολλῆς οὔσης τῆς ἀπορροῆς ἢ καὶ ἴσης

    带有冠词的不定式短语 τὸ μὴ δύνασθαι ... ποιῆσαι 作为解释性同位语,同位修饰前文的指示代词 τοῦτο(“他称……指的是这一点,即无法……”)。短语内部的 πολλῆς οὔσης τῆς ἀπορροῆς ἢ καὶ ἴσης 是表示伴随状况或条件的属格独立结构。

  3. 1.168Τοῦτο δὲ τὸ εἶδος ἄνευ ὕλης οἷον αὐλός τις δύναμις ἐν ὕλῃ ἐστίν.

    标引词原文虽然作 οἷον αὐλός(“如同管子”),但斐洛庞奴斯在后文的注疏中明确将其解释为 ἄυλος οὖσα δύναμις(“作为非质料性的能力”),表明注解者将其理解为存在于质料之中的“非质料的(ἄυλος)”能力(或反映了古代的异文)。在句法上,οἷον αὐλός 或 ἄυλος τις δύναμις 充当主语 τοῦτο τὸ εἶδος ἄνευ ὕλης 的表语补足语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:120.18-122.8