← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§119.15-120.17

特定量的生成与三维广延的不可变性

斐洛波诺斯注解了322a16–19,论证了由于普遍的量并不生成、生成的始终是特定的量,因此“量从量生成”并不违背生成的一般原则,并解释了作为基底的三维广延的不可变性以及滋养物向同质部分的同化过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.162

" Ποσὸν δὲ τὸ μὲν καθόλου οὐ γίνεται, ὥσπερ οὐδὲ ζῷον ὃ μήτ’ ἄνθρωπος μήτε τι τῶν καθ’ ἕκαστα." Ἐπειδὴ ἡ αὔξησις ποσοῦ ἐστι γένεσις, εἶπε δὲ τὴν αὔξησιν σώματι γίνεσθαι καὶ οὐκ ἀσωμάτῳ, ἵνα μή τις εἴποι ὅτι1 εἰ πᾶν τὸ γινόμενον ἐξ οὐ τοιοῦδε γίνεται, ἔδει καὶ τὸ ποσὸν ἐκ μὴ ποσοῦ γίνεσθαι, νῦν δὲ συμβαίνει ποσὸν ἐκ ποσοῦ γίνεσθαι (ἡ γὰρ ὕλη τοῦ αὐξομένου ἐνεργείᾳ ἐστὶ ποσή), φησὶν οὖν πρὸς τοῦτο ὅτι εἰ μὲν ἦν τῶν καθόλου γένεσις, ἔδει τῷ ὄντι τὸ γινόμενον ποσὸν τι ἐκ μὴ ποσοῦ γεγονέναι, ἐπειδὴ δὲ οὔτε ποσοῦ καθόλου γένεσίς ἐστιν οὔτε ἄλλου τινὸς τῶν καθόλου, οὐδὲν ἄτοπον τὸ γινόμενον ποσὸν ἐκ ποσοῦ γεγονέναι. τὶ γὰρ ποσὸν ἐκ τινὸς ποσοῦ γίνεται, ὥσπερ καὶ τὶ ζῷον ἐκ τινὸς ζῴου· οὐδενὶ γὰρ τῶν καθόλου τὸ εἶναι καθ’ αὑτό, ἀλλ’ ἐν τοῖς καθ’ ἕκαστα τὸ εἶναι ἔχουσι. τὸ οὖν γινόμενον ποσὸν τὶ ποσόν ἐστιν, οἷον σὰρξ ποσὴ ἢ ὀστοῦν ποσόν. οὐδὲν οὖν θαυμαστὸν ποσὴν σάρκα ἐκ ποσοῦ αἵματος γενέσθαι καὶ ἄλλου ἄλλο. καὶ ὅτι μὲν τῶν καθόλου οὐδὲν γίνεται, ἐπειδὴ μηδὲ ὑφέστηκέ τι καθ’ αὑτὸ τῶν καθόλου, πρόδηλον· νῦν δὲ οὐ διὰ τοῦτο ἐκ μὴ ποσοῦ ποσὸν οὐ γίνεται. καὶ γὰρ τοῦ καθόλου ἀνθρώπου μὴ γινομένου καὶ τοῦ καθόλου ζῴου, ὅμως γοῦν ἐξ οὐκ ἀνθρώπου γίνεται ἄνθρωπος καὶ ἐξ οὐ ζῴου ζῷον· οὐ ζῷον γὰρ τὸ σπέρμα οὐδὲ ἄνθρωπος. καὶ οὐ δήπου ἐκ τινὸς μὲν οὐκ ἀνθρώπου τινὸς δὲ ἀνθρώπου, ἀλλ’ ἁπλῶς ἐξ οὐκ ἀνθρώπου καὶ ἁπλῶς ἐξ οὐ ζῴου. οὐχ οὕτω δὲ καὶ ἐπὶ τοῦ ποσοῦ ἔχει· οὐ γὰρ ἐξ ἁπλῶς μὴ ποσοῦ ποσὸν γίνεται, ἀλλ’ ἐκ τινὸς ποσοῦ τὶ ποσόν. ὥστε ἔχει διαφορότητα πρὸς τὰ λοιπά. τὸ μὲν γὰρ σπέρμα μὴ ὂν ζῷον γίνεται ζῷον, καὶ μὴ ὂν ἄνθρωπος γίνεται ἄνθρωπος, οὐ μέντοι μὴ ὂν ποσόν τι γίνεται ποσόν, ἀλλὰ πάντως τὶ ποσὸν ὂν ἄλλο γίνεται ποσόν. τούτου δὲ αἴτιον τὸ τὸ μὲν ζῷον ὡς ζῷον μὴ εἶναι ἀμετάβλητον2 μηδὲ τῶν ἄλλων τῶν τοιούτων μηδέν, τὸ μέντοι ποσὸν ἀμετάβλητον εἶναι, ἐπεὶ καὶ τὸ σῶμα ὡς σῶμα ἀμετάβλητόν ἐστιν· οὐδὲ γὰρ ὡς σῶμα μεταβάλλει, ἀλλ’ ὡς ἀὴρ ἢ πῦρ ἢ ἄλλο τι τῶν τοιούτων. τούτου δὲ πάλιν αἴτιον, ὅτι ὡς ὕλη προσεχεστέρα ὑπέστρωται τοῖς εἴδεσι πᾶσι τὸ τριχῇ διαστατόν.

“然而普遍的量并不生成,正如既不是人也不是任何个别事物的动物[并不生成]一样。” 由于生长是量的生成,而他又说过生长是通过物体而不是通过非物体发生的,为了不让人说:如果凡生成之物都是从不是这般性质的东西生成的,那么量也本应当从非量生成,但现在却发生量从量生成的情况(因为生长之物的质料在现实上是具有量的),因此针对这一点他说,如果有普遍之物的生成,生成的某个量确实本应当从非量生成,但既然既没有普遍之量的生成,也没有任何其他普遍之物的生成,那么生成的量从量生成便没有任何荒谬之处。因为正如某种动物从某种动物生成一样,某种量也是从某种量生成的;因为普遍之物没有一个具有自身独立的存在,而是在个别事物中具有其存在。因此,生成的量是某种量,例如定量的肉或定量的骨。所以,定量的肉从定量的血生成,别的事物从别的事物生成,完全不足为奇。而且,由于普遍之物没有任何一个是自身独立成立的,普遍之物无一生成,这一点是显而易见的;然而现在并不是由于这个原因量不从非量生成。因为即使普遍的人并不生成,普遍的动物也不生成,但无论如何,人是从非人生成的,动物是从非动物生成的(因为种子既不是动物也不是人)。而且无疑并不是一方面从某个特定的非人、另一方面从某个特定的人,而是单纯从非人、单纯从非动物[生成]。但在量的情况下并非如此;因为并不是从单纯的非量生成量,而是从某种量生成某种量。因而它相对于其余事物具有差异。因为种子不是动物而变成动物,不是人而变成人,然而却并非不是某种量而变成量,而是在任何情况下作为某种量变成另一种量。而这的原因在于:动物作为动物并不是不可变的,其他此类事物也无一是不可变的,然而量却是不可变的,既然物体作为物体也是不可变的;因为物体并不是作为物体发生变化,而是作为气或火或此类其他事物发生变化。而这的原因又在于:三维广延作为更切近的质料居于一切形相之下。

§1.163

"Σὰρξ δὲ ἢ χεὶρ ἢ ὀστοῦν καὶ τούτων τὰ ὁμοιομερῆ. προσελθόντος δή τινος ποσοῦ, ἀλλ’ οὐ σαρκὸς ποσῆς.3" Τουτέστι σὰρξ ποσὴ γίνεται καὶ ὀστοῦν ποσόν, οὐχ ἁπλῶς δὲ ποσόν. γίνεται δὲ ποσὴ σὰρξ τινὸς ποσοῦ προσελθόντος ὅπερ δυνάμει ἐστὶ σάρξ, οὐ μέντοι σαρκὸς ποσῆς· οὐ γὰρ ἔξωθεν σὰρξ γίνεται εἶτα προσκρίνεται, ἀλλὰ προσκριθὲν πρότερον οὕτω γίνεται σάρξ.

“然而[生成的是]肉或手或骨,以及这些事物的同质部分。诚然是某种量加了进来,但并不是定量的肉。” 这就是说,生成的是定量的肉和定量的骨,而不是单纯的量。并且,定量的肉是通过潜能上是肉的某种量加进来而生成的,而不是定量的肉[加了进来];因为肉并不是在外部生成然后再并入的,而是先并入之后才这样变成肉的。

语法注3 条
  1. 1.162ἵνα μή τις εἴποι ... φησὶν οὖν πρὸς τοῦτο ὅτι

    这是一个复指照应句式:在开头的 Ἐπειδὴ 引导的从句以及表达潜在反驳的目的从句(ἵνα μή τις εἴποι...)之后,主句通过 φησὶν οὖν πρὸς τοῦτο ὅτι(“因此针对这一点他说……”)得以收束恢复。主句动词 φησί 的主语是亚里士多德。

  2. 1.162τούτου δὲ αἴτιον τὸ τὸ μὲν ζῷον ὡς ζῷον μὴ εἶναι ἀμετάβλητον

    在连续的双重定冠词 τὸ τό 中,第一个中性定冠词 τὸ 将直至 μὴ εἶναι ἀμετάβλητον 的整个不定式短语名词化,构成表语/补足语从句;第二个 τὸ 则是直接修饰主语 ζῷον 的定冠词(“这的原因在于:动物作为动物不是不可变的”)。

  3. 1.163προσελθόντος δή τινος ποσοῦ, ἀλλ’ οὐ σαρκὸς ποσῆς

    引自亚里士多德原文(引文)的属格独立结构。正如斐洛波诺斯随后的阐述(γίνεται δὲ ποσὴ σὰρξ τινὸς ποσοῦ προσελθόντος...)所示,它在句中充当条件或附带情况(“当/由于某种量加进来时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:119.15-120.17