- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:118.9-119.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯提出了实体性形相在任何一部分中都受到滋养和生长所带来的困难(鉴于物体不能穿透物体以及质料流逝伴随形相的离去),并通过论证并非每一个极小部分各自独立地生长,而是因着全体的连续性及形相的保守而使部分同告生长,从而解决了这一难题。
εἰ γὰρ πᾶν μὲν ὁτιοῦν τῆς σαρκὸς μόριον εἰδοπεποίηται, τὸ δὲ τρεφόμενον καὶ αὐξόμενον σώματι τρέφεταί τε καὶ αὔξεται, πῶς ἂν σωθείη τὸ ὅλην δι’ ὅλης τρέφεσθαι τὴν σάρκα; εἰ γὰρ δεῖ τρεφομένῳ προσκρίνεσθαι τὸ τρέφον, τὰ μόρια ἄρα οἷς μὴ προσκριθῇ οὐ τραφήσονται. ἀδύνατον δὲ παντὶ προσκριθῆναι. οὐδὲ πᾶν ἄρα μόριον τραφήσεταί τε καὶ αὐξηθήσεται. πῶς δ’ ἂν πᾶν ὁτιοῦν μόριον τοῦ τῆς σαρκὸς εἴδους αὐξηθήσεται; ὅλον μὲν γὰρ ὡς ὅλον οὐκέτι. οὐδὲ γὰρ παντὶ μορίῳ τῆς σαρκὸς ἡ προσθήκη μείζων γέγονεν, ἕκαστον μέντοι μόριον τῆς ὕλης γέγονεν· ἐν ᾧ δὲ προσθήκη μὴ γέγονεν ὕλης, οὐδὲ μεταβολὴ εἰς τὸ ὅμοιον. ὥστε οὐδὲ εἰς μείζονα ὄγκον ἐπίδοσις. Μήποτε δὲ οὐδ’ ὅλως τρέφεσθαι οὐδ’ αὔξεσθαι τοιοῦτον εἶδος 〈δεῖ〉λέγειν, ἀλλὰ μόνον πλεῖον γεγονέναι. εἰ γὰρ τρέφεται μὲν καὶ αὔξεται σώματι μεταβάλλοντος αὐτοῦ1 εἰς τὴν ἐκείνου οὐσίαν, σῶμα δὲ διὰ σώματος χωρῆσαι ἀδύνατον, ἄλλο ἔσται δήπου τὸ γινόμενον ὅμοιον αὐτῷ καὶ συμφυόμενον, οὐ μέντοι τὸ προυπάρχον προσέλαβέ τι παρὰ τοῦ ἐπεισελθόντος, οὔτε εἶδός τι οὔτε μέγεθος. καὶ εἰ ἕκαστον τῶν τῆς σαρκὸς μορίων ἐξ ὕλης ἐστὶ καὶ εἴδους, τοῦ εἴδους ἐν τῇ ὕλῃ τὸ εἶναι ἔχοντος, εὔδηλον δήπου ὅτι τῆς ὕλης ἀπορρεούσης τῆς σαρκὸς συναπέρχεται καὶ τὸ εἶδος τὸ ἐν ἐκείνῃ τὸ εἶναι ἔχον· οὐ γὰρ δὴ τῆς ὕλης χωρισθείσης ἐναπομένει τὸ ἄτομον εἶδος, ὅπερ ἐν ἐκείνῃ ὑφειστήκει. εἰ δὲ συναπέρχεται τῇ ὕλῃ τὸ εἶδος, καὶ ἕκαστον τῶν τῆς σαρκὸς μορίων καὶ τῶν λοιπῶν τοιοῦτόν ἐστι, τὸ μὴ μένον ἄρα οὔτε τρέφοιτο ἂν οὔτε αὔξοιτο, τῷ δὲ μένοντι προσετέθη τὸ γενόμενον,2 εἰ μή τις κατὰ ποιότητα τρέφεσθαι λέγοι τὴν σάρκα καὶ τὰ λοιπά, τῆς τροφῆς τῇ παραθέσει δρώσης κατὰ τὰς ποιότητας καὶ ὑγραινούσης καὶ θερμαινούσης τὰ παρακείμενα σώματα. ἀλλὰ ταύτῃ θρέψις μὲν σῴζοιτο ἂν σαρκὸς καὶ τῶν λοιπῶν, αὔξησις δὲ οὐκέτι. τὸ γὰρ ποιότητι μόνῃ ὑγραῖνον ἢ θερμαῖνον οὐ μεῖζον ποιεῖ κατὰ μέγεθος τὸ πάσχον ὑπ’ αὐτοῦ, ἀλλὰ κατὰ ποιότητα μόνον ἀλλοιοῖ αὐτό. ὥστε οὐκ ἂν σῴζοιτο ἐπὶ τοῦ οὐσιώδους τὸ πᾶν ὁτιοῦν μόριον ηὐξῆσθαι λέγειν. τὸ μὲν γὰρ ὅλον μεῖζον γέγονεν, πᾶν δὲ μόριον οὐκέτι· οὐδὲ γὰρ παντὶ προσθήκη γέγονε καὶ μεταβολή, μᾶλλον δὲ ἐν οὐδενί, ἀλλὰ παράθεσις μόνον καὶ ἕνωσις, ὥσπερ εἰ ὕδωρ ὕδατι ἑνωθείη. μήποτε οὖν τὸ λέγειν πᾶν μόριον μεῖζον γίνεσθαι καὶ τρέφεσθαι οὐκ ἀληθές ἐστιν οὕτω λεγόμενον, ὡς αὐτοῦ καθ’ αὑτὸ παντὸς ἐλαχίστου μορίου τρεφομένου καὶ ἐπιδιδόντος· ἀλλ’ ὥσπερ οὐ παντὶ μορίῳ πρόσθεσις γίνεται τροφῆς, διὰ δὲ τὴν τοῦ ὅλου συνέχειαν ὅλως προστίθεσθαι λέγεται, καὶ οὕτω τοῦ ὅλου μείζονος γενομένου διὰ τὸ ὅλον εἶναι τὸ ἐκ πάντων συγκείμενον τῶν μερῶν εἰκότως καὶ μέρος ἕκαστον τῇ ὁλότητι συνεπεκτείνεσθαι λέγεται, οὕτω καὶ τοῦ ὅλου τρεφομένου καὶ τὴν ἑαυτοῦ σῴζοντος ἰδέαν [καὶ ὅτι] καὶ μόριον τῆς σαρκὸς καὶ τῶν λοιπῶν τρέφεσθαι λέγεται συμφυλασσόμενον τῷ ὅλῳ.3
因为,如果肉的任何一个部分都已被赋予了形相,而被滋养和生长的东西是通过物体被滋养和生长的,那么肉通体完全被滋养这一说法又怎能得以保全?因为如果起滋养作用的东西必须并入被滋养的东西中,那么没有被并入的部分显然就不会被滋养。但要并入到每一个部分是不可能的;因此,也并非每一个部分都将得到滋养和生长。而且,肉的形相的任何一个部分又怎能生长呢?因为全体作为全体已不再如此。因为对于肉的每一个部分而言,增补并非都变得更大了,尽管质料的每一个部分确实如此,而在质料未发生增补的部分中,转变成同类之物的情况也未发生;从而也没有向更大体积的伸展。或许根本不应当说这样的形相受到滋养或生长,而只能说它变得更多了。因为即便它是通过物体被滋养和生长的——当该物体转变成那生长的东西的实体时——既然物体穿透物体是不可能的,那么变得与它相似并与它共同长成的无疑将是另一个东西,而预先存在的东西并未从新进入的东西那里获得任何东西,既未获得任何形相,也未获得大小。而且,如果肉的每一个部分都由质料和形相构成,形相在质料中具有其存在,那么无疑非常显明的是,随着肉的质料流逝,在那质料中具有存在的形相也一同离去;因为质料一旦分离,曾在其中成立的个别形相绝不会留存下来。但如果形相随着质料一同离去,并且肉的每一个部分以及其余部分都是如此,那么不留存的东西就不会被滋养,也不会生长,而生成的东西则是被添加到了留存的东西上——除非有人说肉以及其余部分是依性质而受到滋养的,食物通过并置依性质起作用,润湿并温热邻接的物体。但以这种方式,肉以及其余部分的营养固然可以得以保全,生长却不再能得以保全;因为仅依性质而润湿或温热的东西,并不会使受其作用之物在大小上变得更大,而只是依性质使其发生变异。因此,在实体性〔形相〕上,说任何一个部分都生长了是无法得以保全的。因为全体固然变大了,但每一个部分却不再如此;因为并非在每一个部分中都发生了增补和转变——或者毋宁说,在任何部分中都未发生,而仅仅是发生了并置和合一,正如水与水合为一体那样。因此,说每一个部分都变大并受到滋养,如果像每一个极小部分自身都在被滋养和伸展那样来理解,或许并非真实;而是正如滋养物的添加并非发生在每一个部分上,但由于全体的连续性而被说成是全体上被添加,并且这样当全体变大时,由于全体是由一切部分组合而成的,因而各个部分也被合乎情理地说成随着整体性一同伸展,同样,当全体受到滋养并保守自身形相时,肉以及其余部分的一个组成部分也由于与全体一同被保守而被说成受到了滋养。
- 1.161μεταβάλλοντος αὐτοῦ
属格独立结构。代词 αὐτοῦ 的先行词指紧接其前的 σώματι(作为外来营养的物体),解作“当该物体转变成那[生长的东西]的实体时”。
- 1.161τῷ δὲ μένοντι προσετέθη τὸ γενόμενον
主语是中性实体化分词 τὸ γενόμενον(“所生成的东西”,即新形成的形相或实体),接与格补足语 τῷ μένοντι(“给留存下来的东西”,即未流逝的底层实体)。
- 1.161καὶ μόριον τῆς σαρκὸς καὶ τῶν λοιπῶν τρέφεσθαι λέγεται συμφυλασσόμενον τῷ ὅλῳ
依校勘删除 [καὶ ὅτι],使本句构成与前文 ὥσπερ 从句(οὐ παντὶ μορίῳ...)相呼应的主句骨架(οὕτω καὶ... τρέφεσθαι λέγεται)。中性分词 συμφυλασσόμενον 与主语 μόριον 一致,表手段或附随状况(“通过与全体一同被保守”)。
