← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§117.3-118.9

通过混合与同化生长的机制及形相疑难

菲洛波诺斯发挥了亚里士多德关于酒水混合的例子,解释了生长是通过混合与同化而发生的,并且指出全身的生长是通过局部并入与向前推挤而非全面穿透来实现的,最后触及形状形相与实体形相的区别并提出疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.161#1

" Τί οὖν παθὸν ὑπὸ τούτου ηὐξήθη; ἢ μιχθέν, ὥσπερ εἰ οἴνῳ ἐπιχέοι τις ὕδωρ,1 ὁ δὲ δύναιτο οἶνον ποιεῖν τὸ μιχθέν." Εἰπὼν περὶ τοῦ αὐξομένου τί ποτέ ἐστιν, ὁμοίως δὲ καὶ περὶ τοῦ αὔξοντος, λέγει καὶ τὸν τρόπον καθ’ ὃν γίνεται ἡ αὔξησις. δεῖ γάρ, φησί, μιχθῆναι τὸ αὖξον καὶ τὸ αὐξόμενον. μιχθὲν γὰρ τὸ αὖξον τῷ αὐξομένῳ, καὶ μεταβαλὸν ὑπὸ τῆς ἐν τῷ αὐξομένῳ φυσικῆς δυνάμεως εἰς τὴν τοῦ αὐξομένου οὐσίαν, οὕτω ποιεῖ τὴν αὔξησιν, ὥσπερ ἂν εἴ τις εἰς πίθον οἴνου, δύναμιν ἔχοντος πᾶν τὸ ἐπιχεόμενον μεταβάλλειν εἰς αὑτὸν καὶ ἐξομοιοῦν, ἐπιχέῃ ὕδωρ· μιχθὲν γὰρ τὸ ὕδωρ καὶ μεταβαλὸν ὑπὸ τῆς τοῦ οἴνου δυνάμεως εἰς τὴν αὑτοῦ οὐσίαν, ηὔξησε τὸ τοῦ οἴνου ποσὸν καὶ εἰς μείζονα ὄγκον μετέβαλε. καὶ ὥσπερ τὸ πῦρ ἁψάμενον τοῦ καυστοῦ μετέβαλεν αὐτὸ εἰς τὴν ἑαυτοῦ οὐσίαν καὶ ταύτῃ μεῖζον ὑπ’ ἐκείνου γέγονεν, οὕτω δὴ καὶ ἐπὶ τῶν αὐξομένων ἔχει. ἅμα δὲ διὰ τούτων καὶ τὸ ποιητικὸν τῆς αὐξήσεως αἴτιον παραδέδωκεν, λέγω δὴ τὴν θρεπτικήν τε καὶ αὐξητικὴν τῆς ψυχῆς δύναμιν. δῆλον δὲ ὅτι οὐκ ἐπειδὴ πᾶν ὁτιοῦν μόριον αὔξεται τοῦ αὐξομένου, δεῖ καὶ τὸ αὖξον παντὶ μιχθὲν διελθεῖν (ἢ γὰρ κενὸν ἔσται τὸ ὅλον, ἢ σῶμα διὰ σώματος χωρήσει), ἀλλ’ ἱκανὸν κατά τινα μόρια τῆς προσκρίσεως γενομένης κατὰ πᾶν τὴν αὔξησιν γενέσθαι, ὥσπερ καὶ τὸ κενούμενον πάντῃ ῥυτιδούμενον ὁρᾶται καίτοι κενουμένων τῶν πλησίον μορίων οὐχ ἅμα πάντων, ὥσπερ ἐπὶ τῶν φλεβοτομουμένων ἔχει διὰ τὸ συνεφέλκεσθαι τῷ κενουμένῳ μορίῳ τὸ τοῦ ὅλου σώματος αἷμα. οὕτω δήπου καὶ ἐπὶ τῶν αὐξομένων κατά τινα μόρια τῆς προσκρίσεως γινομένης ἡ πρόσθεσις πάντῃ γίνεται τοῦ προσγινομένου ἀεὶ τὸ πρὸ αὐτοῦ2 προωθοῦντος, οὐ διαδυομένου δι’ αὐτοῦ, ὡς ἐπὶ τοῦ σωλῆνος ἔχει τοῦ τῷ πλείονι ὕδατι συνεκτεινομένου· ἐν παντὶ γὰρ τῷ σώματι συγκατέσπαρταί τις ὑγρότης θρεπτικὴ τοῦ ὑποκειμένου καὶ πεφυκυῖα μεταβάλλειν εἰς τὴν ἐκείνου οὐσίαν. τῆς οὖν τροφῆς ὑγρᾶς οὔσης καὶ μιγνυμένης τῇ προϋποκειμένῃ ἐν τῷ σώματι ὑγρότητι συμβαίνει κατὰ ἀναλογίαν πάντῃ αὐτὴν ἐπιδιδόναι, οὐ διιούσης ἐκείνης πάντῃ, ἀλλὰ προωθούσης τὴν πρὸ αὐτῆς, κἀκείνης πάλιν τὴν πρὸ αὐτῆς. καὶ οὕτω τῆς ὕλης πλείονος γινομένης πανταχοῦ εἰς μείζονα ὄγκον τὸ εἶδος ἐπιδίδωσιν· ἑκάστῳ γὰρ τῶν μορίων μετ’ οἰκείου σχήματος ὑπάρχει τὸ εἶναι, ὅπερ πανταχοῦ τῆς ὕλης πλεοναζούσης εἰς μείζονα ἐπιδίδωσιν ὄγκον. ὡς γὰρ ἐξ ἀρχῆς μετὰ τοῦ οἰκείου σχήματος ἕκαστον τῶν μορίων ὑπεστήσατο ἡ φύσις, οὕτω μετὰ τούτου καὶ αὐτῶν πρόνοιαν καὶ φυλακὴν ποιεῖται. ὅτι μὲν οὖν τὸ εἶδος τὸ κατὰ τὸ σχῆμα κατὰ πᾶν ὁτιοῦν μόριον ἰσοτίμως ποιεῖται τὴν τροφὴν καὶ τὴν αὔξησιν, τροφῆς μὲν οὔσης τῆς τοῦ εἴδους διαμονῆς, αὐξήσεως δὲ τῆς εἰς μεῖζον ποσὸν ἐπιδόσεως, οὕτως ἂν προβαίνων ὁ λόγος εὐοδοίη.3 ἐπὶ δὲ τοῦ οὐσιώδους εἴδους, οἷον τοῦ τῆς σαρκὸς ὡς σαρκὸς ἢ τοῦ ὀστοῦ 〈ὡς ὀστοῦ〉, πῶς ἂν σωθείη τὸ τρέφεσθαι τὰ εἴδη ταῦτα ἢ τὸ αὔξεσθαι;

“那么,它因受了这个东西的何种作用而生长了呢?还是说,因为被混合了,正如某人把水倒进酒里,而酒能够使被混合的东西变成酒那样[而生长的]?” 在说明了生长的东西到底是什么,同样也说明了使之生长的东西是什么之后,他又陈述了生长得以发生的方式。因为他说,使之生长的东西与生长的东西必须混合。因为使之生长的东西与生长的东西混合,并在生长的东西之中的自然能力的作用下转变成生长的东西的实体,唯有这样才产生生长,正如某人把水倒进一个盛有酒的坛子里,而这酒具有将一切倒进来的东西转变成自身并加以同化的能力一样;因为水被混合,并在酒的能力的作用下转变成酒自身的实体,从而增加了酒的分量,并将其转变成更大的体积。正如火抓住了可燃物,将其转变为自身的实体,并因此由于那个可燃物而变得更大,在生长的东西上情况也正是如此。同时,通过这些话他也传授了生长的动力因,我指的正是灵魂的营养能力与生长能力。但是显而易见,并不因为生长的东西的任何一部分都在生长,使之生长的东西就也必须与每一个部分混合并穿透它(因为要么全体将是虚空,要么物体将穿透物体),而是只要在某些部分发生了并入,生长在全体中发生就足够了;正如被排空之物被看到在各处起皱,尽管邻近的部分并非一下子全部被排空,这如同在接受放血的人身上那样,由于整个身体的血液随着被排空的部分一同被牵引。无疑,在生长的东西上也正是如此,在某些部分发生并入,而增补之所以发生在各处,是因为新加入之物总是将位于其前的东西向前推挤,而不是从其间穿透过去,正如在随着更多水分而一同扩张的导管上那样;因为在整个身体中都散布着底层主体的某种营养性湿气,它具有转变成那个主体的实体的本性。因此,既然营养是湿润的,并且与身体中预先存在的湿气相混合,结果便是它按比例在各处伸展,并不是由于那营养穿透了各处,而是由于它推挤了位于其前的东西,而那东西又推挤了位于它前方的。这样,随着质料在各处增多,形相便伸展为更大的体积;因为对各个部分而言,存在伴随着其固有的形状而存在,正是这形状随着质料在各处增多而伸展为更大的体积。因为正如自然从最初就使各个部分伴随着固有的形状而成立一样,它也伴随着这一形状对它们进行预先关照与保守。因此,依形状而论的形相在任何一部分中同等地实现营养与生长(营养是形相的持存,而生长是向着更大数量的伸展),论证若如此进行固然顺理成章。但是在实体性形相上,例如肉作为肉的形相或骨作为骨的形相,这些形相的被滋养或生长又怎能得以保全呢?

语法注3 条
  1. 1.161ὥσπερ ἂν εἴ τις εἰς πίθον οἴνου, δύναμιν ἔχοντος πᾶν τὸ ἐπιχεόμενον μεταβάλλειν εἰς αὑτὸν καὶ ἐξομοιοῦν, ἐπιχέῃ ὕδωρ

    分词ἔχοντος在语法格上与属格οἴνου一致(这符合逻辑含义,即坛中的酒自身拥有同化能力)。结构属于假定比较句,ὥσπερ ἂν εἴ引导了虚拟式ἐπιχέῃ。

  2. 1.161τοῦ προσγινομένου ἀεὶ τὸ πρὸ αὐτοῦ προωθοῦντος, οὐ διαδυομένου δι’ αὐτοῦ

    此为属格独立结构(genitive absolute),用以解释前文短语ἡ πρόσθεσις πάντῃ γίνεται(增补发生在各处)得以成立的方式与手段。

  3. 1.161ὅτι μὲν οὖν τὸ εἶδος τὸ κατὰ τὸ σχῆμα κατὰ πᾶν ὁτιοῦν μόριον ἰσοτίμως ποιεῖται τὴν τροφὴν καὶ τὴν αὔξησιν, ... οὕτως ἂν προβαίνων ὁ λόγος εὐοδοίη

    ὅτι引导的从句在句首作为提出论题的名词性从句(“关于……这一点”),或者作为主句动词εὐοδοίη(进展顺利/顺理成章)的逻辑主语。紧随其后的ἐπὶ δὲ τοῦ οὐσιώδους εἴδους...与其形成对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:117.3-118.9