← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§115.31-117.2

使生长者与被生长者的关系及生长的特质

注解亚里士多德《论生成与消灭》322a4–322a8,阐明关于使之生长的东西(营养)在潜能上与生长之物相似而在现实上相反这一疑难的解决,并通过指出质料并非自身单独转变而是在生长之物内部发生转变,来辨析生成与生长的根本区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.157

" Ἀπορήσειε δ’ ἄν τις καὶ ποῖόν τι δεῖ εἶναι τὸ ᾧ αὐξάνεται." Τὸν δέ ἀντὶ τοῦ γάρ ἀκουστέον·1 ὡς γὰρ ἤδη λελυκὼς τὴν ἀπορίαν, οὕτως ἐπήγαγε τοῦτο. εἰπὼν γὰρ ὅτι τὸ αὖξον πῇ μὲν ὅμοιόν ἐστι τῷ αὐξομένῳ πῇ δὲ ἀνόμοιον, δυνάμει μὲν ὅμοιον ἐνεργείᾳ δὲ ἀνόμοιον, καὶ τὸ ζητούμενον λύσας, οὕτως ἐπήγαγε τὴν ἀπορίαν, ὡσανεὶ ἔλεγε ‘καὶ γὰρ ἀπορήσειεν ἄν τις ποῖόν τι δεῖ εἶναι τὸ αὖξον, πότερον ὅμοιον τῷ αὐξομένῳ ἢ ἀνόμοιον’. εἶτα ὡς ἐκ τῶν ἤδη εἰρημένων προεπιλελυκὼς τὴν ἀπορίαν, ἐπήγαγεν φανερὸν δὴ ὅτι δυνάμει ἐκεῖνο, τουτέστι φανερὸν ἐκ τῶν ἤδη εἰρημένων. εἰ δὲ δυνάμει ἐκεῖνό ἐστιν, εὔδηλον ὅτι ἐντελεχείᾳ ἄλλο τι ἔσται, ἄλλο δὲ οὐ τὸ τυχόν· οὐ γὰρ πάσχει τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος, ἀλλὰ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου. ᾗ γὰρ μετέχει ἐναντίου τῷ ὑποκειμένῳ ἡ τροφή, ταύτῃ πάσχει ὑπ’ αὐτοῦ.

“人们可能还会疑难,那借以生长的东西必须是怎样的东西。” 这里的δέ应当被理解为代替γάρ;因为他是作为已经解决了该疑难的人而加上这点的。因为在说明了使之生长的东西在某种意义上与生长的东西相似、在某种意义上不相似(在潜能上相似,在现实上不相似),并解决了所探讨的问题之后,他才这样加上了这个疑难,仿佛是在说:“因为人们确实可能会疑难,使之生长的东西必须是怎样的,是与生长的东西相似还是不相似”。然后,就像根据已经说过的事情预先解决了这个疑难一样,他接着写道:“因此显而易见,它在潜能上是那个”,也就是说根据已经说过的事情是显而易见的。而如果它在潜能上是那个,很明显在现实中它将是某种别的东西,而且不是任意随意的别的东西;因为不是任何随意的东西受任何随意之物的作用,而是相反者受相反者的作用。因为营养在分有底层主体的相反者这个意义上,在这方面便受到它的作用。

§1.158

"Φθαρὲν δὴ τοῦτο σὰρξ γέγονεν." Τὸ γὰρ δυνάμει ὅμοιόν τινι, ἵνα γένηται ἐνεργείᾳ ὅμοιον, δεῖ φθαρῆναι καὶ ἀποβαλεῖν μὲν ὃ πρότερον ἦν ἐνεργείᾳ, γενέσθαι δὲ τοῦτο ἐνεργείᾳ ὅπερ ἦν τότε δυνάμει.

“因此这个东西毁灭后变成了肉。” 因为在潜能上与某物相似的东西,为了在现实中变得相似,必须毁灭并舍弃先前在现实中所是的东西,而在现实中变成它当时在潜能上所是的这个东西。

§1.159

"Οὐκοῦν οὐ τοῦτο αὐτὸ καθ’ αὑτό· γένεσις γὰρ ἄν ἦν, οὐκ αὔξησις." Εἰ δεῖ τὸ αὖξον φθαρὲν γενέσθαι τῷ αὐξομένῳ ὅμοιον, οὐ δεῖ αὐτὸ καθ’ αὑτὸ φθαρῆναι· γένεσις γὰρ τὸ τοιοῦτον, οὐκ αὔξησις. καὶ ἅμα διὰ τούτων διαφορὰν γενέσεως ἡμῖν καὶ αὐξήσεως παραδίδωσιν, ὅτι ἡ μὲν γένεσις αὐτῆς καθ’ αὑτήν ἐστι μεταβολὴ τῆς ὕλης, ἡ δὲ αὔξησις μεταβολή ἐστι τῆς ὕλης τοῦ αὐξομένου, οὐκ αὐτῆς καθ’ αὑτὴν ἀλλ’ ἐν τῷ αὐξομένῳ μεταβαλλούσης.

“因此并非这个东西自身单独[变成了肉];因为那样的话就是生成,而不是生长了。” 如果使之生长的东西必须毁灭并变得与生长的东西相似,它就不应当自身单独毁灭;因为这样的事情是生成,而不是生长。同时,通过这些话他向我们传授了生成与生长的区别:生成是质料自身单独的转变,而生长则是生长的东西的质料的转变,是质料不是自身单独转变,而是在生长的东西之中转变。

§1.160

"Ἀλλὰ τὸ αὐξομένῳ τούτῳ." Τουτέστιν ‘ἀλλὰ τὸ αὐξόμενον τούτῳ μεταβάλλει’·2 ἐπὶ μὲν γὰρ τῆς γενέσεως αὐτὴ καθ’ αὑτὴν ἡ ὕλη μεταβάλλει ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, ἐπὶ δὲ αὐξήσεως τὸ αὐξόμενον τῇ ὕλῃ προσκριθείσῃ μεταβάλλει, παθούσης δηλονότι ὑπὸ τῆς φυσικῆς αὐτοῦ δυνάμεως καὶ γενομένης τοῦτο ὅπερ ἐκεῖνό ἐστιν. ἅμα τε οὖν ἥ τε ὕλη παθοῦσα ὑπ’ αὐτοῦ μεταβέβληκεν εἰς αὐτό, κἀκεῖνο ταύτῃ μεταβέβληκεν εἰς μεῖζον μέγεθος. οὐκ ἄνευ οὖν γενέσεως οὐδὲ ἡ αὔξησις. ἀλλ’ ἐπειδὴ μὴ καθ’ αὑτὴν ἡ ὕλη μεταβάλλει, ἀλλ’ ἐν ἐκείνῳ γενομένη ἐξομοιοῦται αὐτῷ, ἐπίδοσις μᾶλλον τοῦ εἴδους καὶ αὔξησις, οὐ γένεσις λέγεται· οὐ γὰρ τὸ μὴ ὂν γίνεται, ἀλλὰ τὸ ὂν εἰς μεῖζον ἐπιδίδωσι μέγεθος.

“而是因这而生长的东西[发生了转变]。” 也就是说,“而是生长的东西因这而转变”。因为在生成中,质料自身单独从非存在转变为存在;而在生长中,则是生长的东西因并入的质料而转变,显然是[质料]受到了它的自然能力的作用,并变成了那个所是的这同一个东西。因此同时,质料受到它的作用而转变成它,而那个东西也因这质料而转变成了更大的体积。因此生长也不是没有生成的。但是,既然质料不是自身单独转变,而是进入那个东西之中被同化于它,所以它更多地被称为形相的增进与生长,而不是生成;因为并不是非存在生成出来,而是存在之物增进为更大的体积。

语法注2 条
  1. 1.157Τὸν δέ ἀντὶ τοῦ γάρ ἀκουστέον

    关于亚里士多德原文中连词δέ的注解。由于前文(321b35以下)已经给出了关于“何为使之生长者”的解答,因此注疏者认为此处引出的疑难(322a4)不应视为转换话题的连接词δέ,而应在句法上理解为因果解释性的γάρ,用来解释前面的论述。

  2. 1.160Τουτέστιν ‘ἀλλὰ τὸ αὐξόμενον τούτῳ μεταβάλλει’

    对省略结构的引文“Ἀλλὰ τὸ αὐξομένῳ τούτῳ”的句法补足。斐洛波诺斯将与格“τούτῳ”解释为工具与格(“借由此[质料]”),补出谓语动词“μεταβάλλει”(转变),并以“τὸ αὐξόμενον”(生长的东西)作为句子的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:115.31-117.2