← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§114.22-115.30

营养的相反性与生长中的混合及同化

注疏亚里士多德《论生成与消灭》321b32–35,总结了肉的生长仅依形相而言成立,并解释了带来生长的营养在潜能上相似而在现实上相反,论证了营养必须先与受滋养之物混合并在其内部受其作用,而不是在外部转化后再行附加。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.155

" Ὥστε ἔστι μὲν ὡς ὁτιοῦν τῆς σαρκὸς ηὔξηται, ἔστι δὲ ὡς οὔ." Ἐπεὶ γὰρ ἡ σὰρξ διχῶς λέγεται καὶ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ εἶδος, κατὰ μὲν τὴν ὕλην οὐχ ὁτιοῦν ηὔξηται τῆς σαρκός, κατὰ δὲ τὸ εἶδος ὁτιοῦν ηὔξηται.

“因此在某种意义上肉的任何部分都生长了,但在某种意义上则不然。” 因为肉是在双重意义上被言说的,既依质料而言又依形相而言,依质料而言肉并非任何部分都生长了,而依形相而言则是任何部分都生长了。

§1.156

"Μεῖζον μέντοι τὸ ὅλον γέγονε προσελθόντος μέν τινος, ὃ καλεῖται τροφὴ καὶ ἐναντίον." Εἰπὼν περὶ τοῦ αὐξομένου τί ποτέ ἐστιν, ὅτι οὐχὶ ἡ ὕλη ἀλλὰ τὸ εἶδος, νῦν βούλεται εἰπεῖν καὶ περὶ τοῦ αὔξοντος τί ποτέ ἐστιν. ἀνάγκη δὲ τοῦτο ἢ σῶμα εἶναι ἢ ἀσώματον. ὅτι μὲν οὖν ἀσώματον οὐκ ἔστιν ἀλλὰ σῶμα, ἤδη ἔδειξε· νῦν δὲ ζητεῖ ποῖον σῶμα, πότερον ὅμοιον τῷ αὐξομένῳ ἢ ἀνόμοιον καὶ ἐναντίον. καί φησιν ὅτι κατά τι μὲν ὅμοιόν ἐστι τῷ αὐξομένῳ τὸ αὖξον, κατά τι δὲ ἀνόμοιον καὶ ἐναντίον· δυνάμει μὲν γὰρ ὅμοιον, ἐνεργείᾳ δὲ ἐναντίον. ἐπειδὴ γὰρ τὸ αὐξόμενον προσθήκῃ τινὸς ὁμοίου αὔξεται (τὴν γὰρ σάρκα σαρκὶ δεῖ αὐξηθῆναι καὶ τὸ ὀστοῦν ὀστῷ), διὰ τοῦτο ἀνάγκη ὅμοιον εἶναι τὸ αὖξον τῷ αὐξομένῳ· ἀλλ’ ἐπειδὴ πάλιν τὴν τροφὴν δεῖ παθεῖν ὑπὸ τρεφομένου καὶ αὐξομένου, πάσχει δὲ οὐ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου ἀλλὰ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου, διὰ τοῦτο πάλιν δεῖ τὸ τρέφον καὶ αὖξον ἐναντίον εἶναι τῷ τρεφομένῳ καὶ αὐξομένῳ. ὥστε εἰ δεῖ παθεῖν τὸ αὖξον ὑπὸ τοῦ αὐξομένου καὶ οὕτω μεταβάλλειν εἰς τὴν ἐκείνου οὐσίαν, ἀνάγκη δυνάμει μὲν ὅμοιον εἶναι, ἐνεργείᾳ δὲ ἐναντίον. δυνάμει οὖν οὖσα ἡ τροφὴ ὁμοία τῷ τρεφομένῳ τε καὶ αὐξομένῳ, προσκριθεῖσα αὐτῷ καὶ παθοῦσα ὑπ’ αὐτοῦ, ὅπερ ἦν δυνάμει (ἦν δὲ ὁμοία), τοῦτο ἐνεργείᾳ γενομένη καὶ ἐξομοιωθεῖσα τρέφει τε καὶ αὔξει τὴν σάρκα καὶ τὸ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστον. μεταβάλλει δὲ ἡ τροφὴ οὐκ αὐτὴ καθ’ αὑτήν, οὐδὲ χωρὶς οὖσα τοῦ τρεφομένου καὶ αὐξομένου. οὐ γὰρ σὰρξ προσελθοῦσα τῇ σαρκί, οὕτω τρέφει αὐτὴν καὶ αὔξει.1 εἰ μὲν γὰρ πρὶν προσκριθῆναι τὴν τροφὴν τῷ τρεφομένῳ μετέβαλεν εἰς τὴν ἐκείνου οὐσίαν, γένεσις μᾶλλον ἦν τὸ τοιοῦτον, οὐκ αὔξησις·2 ἀλλὰ δεῖ τὴν τροφὴν πρότερον μιχθῆναι τῷ τρεφομένῳ, εἶτα παθοῦσαν ὑπ’ ἐκείνου μεταβαλεῖν εἰς τὴν αὐτοῦ οὐσίαν. ὥσπερ γὰρ εἰ τῷ καιομένῳ πυρὶ ὑποθείημεν ξύλα, εἶτα παθόντα αὐξήσουσι τὴν φλόγα, τότε φαμὲν αὔξησιν πυρὸς γεγενῆσθαι· εἰ δὲ ἔξωθεν ὑφάψωμεν τὸ ξύλον, εἶτα ἐπιθῶμεν ἡμμένον τῇ ἑτέρᾳ φλογί, γένεσιν καὶ προσθήκην ἂν εἴποιμεν γεγενῆσθαι πυρός, οὐκ αὔξησιν· οὕτω δὲ καὶ ἐπὶ τῶν αὐξομένων κυρίως ἔχει. εἰ μὲν μεταβάλλουσα ἡ τροφὴ εἰς σάρκα οὕτω προσετίθετο τῇ σαρκί, γένεσις ἂν ἦν σαρκὸς καὶ πρόσθεσις, οὐκ αὔξησις· νῦν δὲ οὐ τοῦτο γίνεται, ἀλλὰ πρότερον προσκρίνεται ἡ τροφὴ τῷ ὑποκειμένῳ, εἶτα μεταβάλλει εἰς τὴν ἐκείνου οὐσίαν ὑπὸ τῆς ἐν αὐτῷ φύσεως.

“然而整个东西由于某种被称为营养且是相反者的东西的到来而变得更大了。” 在谈论了生长的东西到底是什么(即它不是质料而是形相)之后,现在他也打算谈论使之生长的东西到底是什么。而这必然或者是物体,或者是无物体之物。它不是无物体之物而是物体,他之前已经表明了;但现在他探讨它是怎样的物体,是与生长的东西相似,还是不相似且相反。他说,使之生长的东西在某种意义上与生长的东西相似,但在某种意义上则不相似且相反:因为在潜能上它是相似的,但在现实上则是相反的。因为既然生长的东西是通过某种相似之物的附加而生长的(因为肉必须由肉来使之生长,骨必须由骨来使之生长),由于这个原因,使之生长的东西必然与生长的东西相似;但既然另一方面,营养必须受到受滋养且生长的东西的作用,而受作用的不是相似者受相似者作用,而是相反者受相反者作用,由于这个原因,滋养且使之生长的东西又必须与受滋养且生长的东西相反。因此,如果使之生长的东西必须受到生长的东西的作用,并由此转变为后者的实体,那么它必然在潜能上是相似的,但在现实上则是相反的。因此,营养在潜能上既然与受滋养且生长的东西相似,在并入其中并受到它的作用之后,在现实中变成了它在潜能上所是的东西(即它是相似的),并在被同化之后滋养且使肉、骨以及其他各个部分生长。但营养并非自身单独发生转变,也不是与受滋养且生长的东西分离而转变的。因为并不是肉来到肉旁边,便如此滋养并使之生长的。因为如果营养在并入受滋养之物之前就转变为后者的实体,这样的事情宁可说是生成,而不是生长;而是必须营养先与受滋养之物混合,然后受到它的作用而转变为它的实体。因为正如如果我们把木柴放在燃烧着的火下面,然后[木柴]受到作用而使火焰增大,那时我们就说火的生长发生了;但如果我们从外部点燃木柴,然后把点燃的木柴放在另一团火焰上,我们就会说火的生成和附加发生了,而不是生长;在严格意义上生长的东西中也是如此。如果营养转变为肉,并以此方式被附加到肉上,那将是肉的生成和附加,而不是生长;但现在情况并非如此发生,而是营养先并入底层主体中,然后通过存在于其中的本性转变为它的实体。

语法注2 条
  1. 1.156οὐ γὰρ σὰρξ προσελθοῦσα τῇ σαρκί, οὕτω τρέφει αὐτὴν καὶ αὔξει

    此处为分词 προσελθοῦσα 由副词 οὕτω 复指并接限定动词 τρέφει 与 αὔξει 的结构(即“因为并非肉来到……由此滋养……”),否定词 οὐ 统摄整个命题,否定了预先生成的肉直接附加并提供生长的机制。

  2. 1.156εἰ μὲν γὰρ πρὶν προσκριθῆναι τὴν τροφὴν τῷ τρεφομένῳ μετέβαλεν εἰς τὴν ἐκείνου οὐσίαν, γένεσις μᾶλλον ἦν τὸ τοιοῦτον, οὐκ αὔξησις

    与事实相反的过去条件句(条件从句用不定过去时直说语气 μετέβαλεν,归结从句用未完成过去时 ἦν 且不带 ἄν)。在表示必然性、判断的表述中,直说语气过去时省略 ἄν 属于经典用法,此处按虚拟语气译为“宁可说是生成……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:114.22-115.30