- 底本
- Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria. Commentaria in Aristotelem Graeca XIV.2, ed. H. Vitelli, Berlin: Reimer 1897, pp. 1-314. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:112.29-114.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐释亚里士多德关于量器与水的比喻,论证质料处于流变之中且仅以附加方式增加,而形相和形态则在所有部分中同等且按比例生长,这一点在手与脸等非同质部分中尤为明显(321b24–321b28)。
" Δεῖ γὰρ νοῆσαι ὥσπερ εἴ τις μετροίη τῷ αὐτῷ μέτρῳ ὕδωρ." Τὸ μὲν μέτρον ἀπεικάζει τῷ εἴδει, τὴν δὲ ὕλην τῷ μετρουμένῳ. οὐ πρὸς τὴν αὔξησιν δὲ ἔλαβε τὸ ὑπόδειγμα, ἀλλ’ ὑπὲρ τοῦ δεῖξαι1 τί μέν ἐστι τὸ μένον, τί δὲ τὸ ῥέον. ὡς οὖν ἐπὶ τῶν μετρουμένων κατὰ μὲν τὸ μέτρον τὰ αὐτά ἐστι τὰ μετρούμενα, κατὰ δὲ τὸ ὑποκείμενον καὶ τὴν ὕλην οὐ τὰ αὐτά, οὕτως ἔχει καὶ ἐπὶ τῶν τρεφομένων τε καὶ αὐξομένων· κατὰ μὲν τὸ μετροῦν καὶ ὁρίζον, τοῦτο δέ ἐστι τὸ εἶδος, τὰ αὐτά ἐστι, κατὰ δὲ τὴν ὕλην ἄλλοτε ἄλλα. εἰ δὲ νοήσεις ἐπεκτεινόμενον τὸ μέτρον, καὶ ποτὲ μὲν ἔλαττον δεχόμενον ποτὲ δὲ πλεῖον τὸ μετρούμενον, ἁρμόσει καὶ ἐπὶ τῆς αὐξήσεως τὸ παράδειγμα.
“因为必须这样设想,正如有人用同一个量器量水一样。” 他把量器比作形相,把被测量的东西比作质料。但他采用这个例子并不是为了解释生长,而是为了表明什么是持存之物,什么是流变之物。因此,正如在被测量的事物中,依量器而言被测量物是相同的,但依底层主体和质料而言则不是相同的,在受滋养且生长的事物中也是如此:依测量并规定之物而言——这就是形相——它们是相同的,但依质料而言它们在不同时候是不同的。但如果你设想量器扩张,并且有时容纳较少的、有时容纳较多的被测量的东西,这个例子也将适用于生长。
"Οὕτω δὲ αὐξάνεται ἡ ὕλη τῆς σαρκός, καὶ οὐχ ὁτῳοῦν παντὶ προσγίνεται, ἀλλὰ τὸ μὲν ὑπεκρεῖ τὸ δὲ προσέρχεται." Τὸ οὕτως ἀντὶ τοῦ οὐχ ὑπομένουσα ἡ αὐτή, ὥσπερ οὐδὲ τὸ ἐν τῷ μέτρῳ ὕδωρ τὸ αὐτό ἐστιν, ἀλλ’ ἡ μὲν ἀπορρέουσα ἡ δ’ ἐπεισιοῦσα· καὶ οὐ πάσῃ τῇ προυπαρχούσῃ ἐπεισκρινομένης τῆς ἐπεισιούσης (οὐδὲ γὰρ ὑπομένει), ἀλλὰ κατά τι μόριον παρακειμένης.2 ὅταν οὖν πλείων ᾖ τῆς ἀπορρευσάσης ἡ ἐπεισελθοῦσα, τότε, φησίν, ηὐξῆσθαι λέγεται ἡ τῆς σαρκὸς ὕλη. δῆλον δὲ ὅτι κατεχρήσατο τῷ τῆς αὐξήσεως ὀνόματι. προσθήκη γὰρ τὸ τοιοῦτόν ἐστιν, οὐκ αὔξησις· οὐδὲ γὰρ φυλάττει τὰ τῆς αὐξήσεως ἴδια.
“而肉的质料就是这样生长的,它并非被附加到任意的每一个部分上,而是一部分流出,另一部分进入。” “这样”的意思是不作为同一个东西而持存,就像量器里的水也不是相同的一样,而是一部分流出,另一部分进入;并且进入的部分不是并入预先存在的全部之中(因为实际上并没有持存),而是并置于某一部分旁边。他说,因此,当进入的部分多于流出的部分时,那时就说肉的质料生长了。但显然他是转借了“生长”这个名称。因为这样的事情是附加,而不是生长;因为它并不保持生长的固有特征。
"Τοῦ δὲ σχήματος καὶ τοῦ εἴδους ὁτῳοῦν μορίῳ." Τῆς μὲν ὕλης, φησίν, οὐ παντὶ μορίῳ ἡ πρόσκρισις γίνεται, τοῦ μέντοι σχήματος καὶ τοῦ εἴδους παντὶ μορίῳ ἡ πρόσκρισις γίνεται· δι’ ὅλου γὰρ ἐξογκοῦται ἡ σάρξ. τοῦ δὲ σχήματος εἶπεν ἤτοι διὰ τὸ μέτρον (τούτῳ γὰρ ὑποδείγματι καὶ εἰκόνι τῆς κατὰ τὸ μέτρον αὐξήσεως ἐχρήσατο, σχηματίζεται δὲ τὸ μέτρον τῷ μετρουμένῳ ὡς ἐπεκτείνεσθαι ἐν τῇ τῆς πλείονος ὕλης διόδῳ ὁμοίως), ἢ σχήματος εἶπεν ὅτι ἕκαστον τῶν αὐξομένων ὄντων ὁμοιομερῶν φύσει τι σχῆμα οἰκεῖον ἔχει. οὕτω γὰρ καὶ μετὰ τούτων τὸ εἶναι αὐτοῖς·3 ἄλλο μὲν γὰρ σχῆμα ἀστραγάλου, ἄλλο δὲ κνήμης. ὡς οὖν γίνεται ἐξ ἀρχῆς μετὰ σχήματος οἰκείου, οὕτως καὶ ὅταν αὔξηται, μετὰ τοῦ φυλάσσειν τὸ σχῆμα αὔξεται· οὐχ οἷόν τε δὲ ἄλλως ἐν τῇ αὐξήσει τὸ αὐτὸ σχῆμα φυλάττεσθαι, εἰ μὴ πάντῃ ὁμοίως αὔξοιτο.
“但对于形态和形相的任意部分而言[则是被附加的]。” 他说,并非质料的每个部分都有并入发生,然而形态和形相的每个部分却都有并入发生;因为肉是通过整体膨胀起来的。他说“形态的”,或者是因为量器的缘故(因为他用量器作为依据量器的生长的例证和比喻,而量器根据被测量的东西成形,以至于在较多质料通过时同样扩张),或者他说“形态的”是因为每个生长的东西虽是同质部分,却天然具有某种固有的形态。因为它们的存在也是伴随着这些形态的;因为踝骨的形态是一回事,胫骨的形态是另一回事。因此,正如它从一开始就伴随着固有的形态而生成一样,在生长时也是在保持形态的同时生长的;而如果不是在各个方向都同样生长,在生长中保持同一形态就是不可能的。
"Ἐπὶ τῶν ἀνομοιομερῶν δὲ τοῦτο μᾶλλον δῆλον, οἷον χειρός, ὅτι ἀνάλογον ηὔξηται." Ὅτι τῶν αὐξομένων ὁτιοῦν μόριον τοῦ εἴδους αὔξεται, πιστοῦται σαφέστερον ἐπὶ τῶν ἀνομοιομερῶν. δοκοῦσι γὰρ τὰ ἀνομοιομερῆ τρανοτέραν φαίνειν τὴν κατὰ τὴν ὕλην καὶ τὸ εἶδος διαφοράν, καὶ μᾶλλον χαρακτηρίζεται κατὰ τὸ εἶδος τὰ ἀνομοιομερῆ (τρανεστέρας γὰρ ἔχει τὰς τῶν εἰδῶν ἐνεργείας), τὰ μέντοι ὁμοιομερῆ οὐχ οὕτω σαφῆ τὴν διάκρισιν ἔχει τῆς ὕλης ἀπὸ τοῦ εἴδους. καὶ πιστοῦται τοῦτο ἀπὸ τῶν τεθνεώτων. τὴν γὰρ χεῖρα τοῦ τεθνεῶτος οὐδεὶς ἂν εἴποι κυρίως χεῖρα εἶναι, εἰ μὴ οὕτως ὡς καὶ τὴν λιθίνην ἢ τὴν γεγραμμένην4 (οὐ γὰρ ποιεῖ τὸ τῆς χειρὸς ἔργον), τὴν μέντοι σάρκα καὶ τὸ ὀστοῦν ἔτι δοκοῦμεν τὴν αὐτὴν εἶναι, οἵα ἦν καὶ ἡ τοῦ ζῶντος, ἐπειδὴ μὴ τρανεῖς αἱ τούτων ἐνέργειαι. ἐπεὶ οὖν τρανέστερα τὰ εἴδη ἐπὶ τῶν ἀνομοιομερῶν, σαφέστερόν ἐστιν ἐπ’ αὐτῶν ἰδεῖν καὶ ὅτι τὸ εἶδός ἐστι τὸ αὐξόμενον καὶ ὁτιοῦν αὐτοῦ μόριον ἰσοτίμως αὔξεται. ὅταν γὰρ εἴπωμεν τὴν χεῖρα ηὐξῆσθαι ἢ τὸ πρόσωπον, οὐ τὴν ὕλην τῆς χειρὸς εἴπομεν, ἀλλὰ τὸ εἶδος· ἡ γὰρ χεὶρ καὶ τὰ λοιπὰ τοῦ εἴδους μᾶλλόν εἰσι παραστατικὰ ἢ τῆς ὕλης. καὶ τὸ πρόσωπον λέγοντες ηὐξῆσθαι, οὐ μᾶλλον τὴν ῥῖνά φαμεν τοῦ ὀφθαλμοῦ, ἀλλ’ ὁμοτίμως ἕκαστον τῶν μορίων τοῦ προσώπου αὔξεται. ἀλλὰ καὶ ἑκάστου μορίου ἰσοτίμως τὰ μόρια αὔξεται· ὁμοτίμως γὰρ ἡ πᾶσα ῥὶς αὔξεται. ὁμοίως καὶ τῆς χειρὸς ἕκαστος δάκτυλος, καὶ ἑκάστου δακτύλου σκυταλὶς ἑκάστη.
“在非同质部分中这一点更为明显,例如手,它按比例生长了。” 生长的东西依形相而言的任何部分都生长,这在非同质部分上得到了更清楚的证实。因为非同质部分似乎更清楚地显示了依质料和依形相的差异,且非同质部分更多地依据形相被规定(因为它们具有形相更清晰的现实活动),而同质部分在质料与形相的区分上却没有如此明白。这一点也从死者身上得到了证实。因为没有人会说死者的手严格而言是手,除非像说石手或画出来的手那样(因为它不执行手的功能),然而肉和骨我们仍然认为是相同的,正如活人的一样,因为它们的现实活动并不清晰。既然形相在非同质部分上更为清晰,那么在它们身上不仅看出生长的是形相,而且看出它的任何部分都同等地生长,就是更为显而易见的。因为当我们说手或脸生长了时,我们不是指手的质料,而是指形相;因为手及其他部分比质料更能表现形相。并且在说脸生长了时,我们并不是说鼻子比眼睛[生长得更多],而是脸的每个部分都同等地生长。不仅如此,每个部分的各部分也同等地生长;因为整个鼻子是同等地生长的。手的每个手指、每个手指的每个指节同样也是如此。
- 1.151οὐ πρὸς τὴν αὔξησιν δὲ ἔλαβε τὸ ὑπόδειγμα, ἀλλ’ ὑπὲρ τοῦ δεῖξαι
介词短语 πρὸς τὴν αὔξησιν 与表示目的的冠词性属格不定式短语 ὑπὲρ τοῦ δεῖξαι 通过 ἀλλά 形成对照。该结构阐明了该比喻的目的:它的引入并非为了说明生长本身的机制,而是为了揭示持存者(形相/量器)与流变者(质料/水)之间的区别。
- 1.152καὶ οὐ πάσῃ τῇ προυπαρχούσῃ ἐπεισκρινομένης τῆς ἐπεισιούσης (οὐδὲ γὰρ ὑπομένει), ἀλλὰ κατά τι μόριον παρακειμένης
这是一个属格绝对分词结构(ἐπεισκρινομένης τῆς ἐπεισιούσης ... παρακειμένης),通过 οὐ ... ἀλλά 限制了流入质料的并入方式。与格 πάσῃ τῇ προυπαρχούσῃ 受复合动词 ἐπεισκρίνεσθαι 支配。插入成分 οὐδὲ γὰρ ὑπομένει 解释了为何不可能并入预先存在的全部之中(因为质料本身并不持存)。
- 1.153οὕτω γὰρ καὶ μετὰ τούτων τὸ εἶναι αὐτοῖς
省略了系动词 ἐστί 的表语结构。αὐτοῖς(同质部分)是领属与格,τὸ εἶναι 作为主语指称本质存在。介词短语 μετὰ τούτων(“伴随这些形态”)作为表语补足成分,意为“它们的存在也是伴随着这些形态的”。
- 1.154εἰ μὴ οὕτως ὡς καὶ τὴν λιθίνην ἢ τὴν γεγραμμένην
在排除从句(εἰ μή)中的省略结构。宾格短语 τὴν λιθίνην ἢ τὴν γεγραμμένην 省略了名词 χεῖρα 以及从前文(τὴν χεῖρα τοῦ τεθνεῶτος οὐδεὶς ἂν εἴποι κυρίως χεῖρα εἶναι)可推知的话语动词不定式。这构成了亚里士多德式的同名异义典型表达(死人的手仅是同名异义的手,如同石雕的手或画像中的手一样)。
