← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§111.14-112.28

同质部分的生长与作为主体的形相

菲洛波庞注疏亚里士多德为解决生长难题而提出的两个前提预设:其一是非同质部分通过同质部分的生长而生长,其二是具质料之物可从质料与形相两个方面言说,而生长严格说来是属于形相的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.147

" Ἔτι δὲ τὸ ὁτιοῦν σημεῖον αἰσθητὸν ἢ μεῖζον ἢ ἔλαττον γεγονέναι." Ἐπειδὴ εἶπε σημεῖον, καλῶς προσέθηκε τὸ αἰσθητόν, ἀντὶ τοῦ οὐκ ἔστιν οὕτω μικρὸν μόριον ὡς σημείου λόγον ἐπέχειν πρὸς τὸ σῶμα ὃ μὴ μεῖζον γέγονεν·1 γίνεται δὲ μεῖζον μὲν αὐξόμενον, ἔλαττον δὲ μειούμενον.

“此外,任何一个可感觉到的点都变得要么更大要么更小。” 既然他说了“点”,他就恰当地加上了“可感觉到的”,意思是说,没有哪个部分小到对身体处于点的关系,却没有变大;并且在生长时它变大,在缩减时它变小。

§1.148

"Ληπτέον δὴ τὸ αἴτιον διορισαμένοις πρῶτον.2" Τὸ αἴτιον τῆς λύσεως τῶν περὶ τῆς αὐξήσεως ἀποριῶν. εἰπὼν γὰρ τί τέ ἐστι τὸ αὐξόμενον καὶ πῶς αὔξεται, ἐπιλελυμένας ἔχει τὰς περὶ αὐξήσεως ἀπορίας. τὸ οὖν αἴτιον, φησί, τῆς αὐξήσεως λυτικὸν ἔσται τῶν περὶ αὐτῆς ἀποριῶν· ἀλλὰ πρὶν τοῦτο εἰπεῖν, φησί, δεῖ πρότερον προδιορίσαι τινὰ ἃ χρήσιμα ἡμῖν ἔσται εἰς τὸν περὶ αὐξήσεως λόγον.

“因此,在首先作出界定之后,必须把握其原因。” [意思是把握]解决关于生长的诸难题的原因。因为通过说明生长的东西是什么以及它是如何生长的,他便使关于生长的诸难题得到了解决。他说,因此生长的原因将能化解关于它的诸难题;但他又说,在陈述这一点之前,必须首先预先界定某些对于我们关于生长的论述有用的事情。

§1.149

"Ἓν μὲν ὅτι τὰ ἀνομοιομερῆ αὐξάνεται τῷ τὰ ὁμοιομερῆ αὐξάνεσθαι· σύγκειται γὰρ ἐκ τούτων." Οὐ γὰρ προσώπου προσθήκῃ τὸ πρόσωπον αὔξεται οὐδὲ χειρὸς ἡ χείρ, ἀλλὰ τῷ τὴν σάρκα αὔξεσθαι καὶ ὀστοῦν καὶ νεῦρον καὶ πάντα ἁπλῶς τὰ ὁμοιομερῆ οὕτω συμβαίνει τούτων αὐξομένων καὶ τὰ ἀνομοιομερῆ αὔξεσθαι. ὥσπερ γὰρ ὕλη ἐστὶ τὰ ὁμοιομερῆ τῶν ἀνομοιομερῶν· ἡ γὰρ τοιάδε τῶν ὁμοιομερῶν σύνθεσις ποιεῖ τὰ ἀνομοιομερῆ. εἰκότως οὖν τῶν ὁμοιομερῶν αὐξομένων συμβαίνει καὶ τὰ ἐκ τούτων συγκείμενα αὔξεσθαι. καλῶς δὲ τοῦτο προδιωρίσατο. ἐπεὶ γὰρ δεῖ τὸ αὐξόμενον ὑπομένειν, δεῖ πρῶτον εἰδέναι ποῖα αὔξεται κυρίως, ἵνα περὶ τούτων ζητῶμεν εἰ τῷ ὄντι ὑπομένει καὶ πῶς ὑπομένει. καὶ γὰρ εἰ ὅμοιον γινόμενον τὸ αὖξον τῷ αὐξομένῳ προσκρίνεται, ὡς ἐρεῖ, τὸ δὲ αὐξανόμενον εἴη πρόσωπον, καὶ ἡ τροφὴ ἂν πρόσωπον γινομένη προσκρίνοιτο. τοῦτο δὲ ἄτοπον, ὀστοῦν δὲ καὶ σάρκα γίνεσθαι λέγειν τὴν τροφὴν οὐδὲν ἄτοπον.

“其一是非同质部分通过同质部分的生长而生长;因为它们由这些部分构成。” 因为脸并非通过脸的附加而生长,手也非通过手的附加而生长,而是通过肉、骨、腱以及简而言之所有同质部分的生长,由于这些部分的生长,非同质部分也随之这样生长。因为同质部分可以说是非同质部分的质料;因为同质部分的如此组合构成了非同质部分。因此,随着同质部分的生长,由它们合成的东西也随之生长,这是理所当然的。而他作此预先界定是恰当的。因为既然生长的东西必须持存,就必须首先知道哪些东西在严格意义上生长,以便我们就这些东西探讨它们是否真正持存以及如何持存。因为事实上,正如他将要说的那样,如果造成生长的东西在变得与生长之物相似时被附加,而生长的东西若是脸,养料也就会在变成脸的过程中被附加。但这极为荒谬,而说养料变成骨和肉则完全不荒谬。

§1.150

"Ἔπειθ’ ὅτι σὰρξ καὶ ὀστοῦν καὶ τὰ ἑξῆς." Δεύτερόν ἐστιν ὧν προδιορίζεται τὸ ἕκαστον τῶν ἐνύλων διχῶς λέγεσθαι,3 ποτὲ μὲν κατὰ τὴν ὕλην ποτὲ δὲ κατὰ τὸ εἶδος· τὴν γὰρ σάρκα ποτὲ μὲν κατὰ τὸ ὑποκείμενον καλοῦμεν ποτὲ δὲ κατὰ τὸ εἶδος. καλοῦμεν δέ ποτε καὶ τὸ συναμφότερον σάρκα καὶ ὀστοῦν, ὡς ὅταν φῶμεν πεπονθέναι τὴν σάρκα ἢ κεκλάσθαι τὸ ὀστοῦν, δῆλον δήπου τὸ ἐξ ὕλης καὶ εἴδους συγκείμενον λέγοντες· ἀλλὰ τοῦτο ὡς γνώριμον καὶ μηδὲν αὐτῷ λυσιτελοῦν πρὸς τὸ παρὸν παρῆκε. τοῦτο δὴ αὐτῷ πᾶσαν ἐπιλύσεται ἀπορίαν. εἰ γὰρ μάθοιμεν, ὅτε φαμὲν τὴν σάρκα ηὐξῆσθαι, ποίαν φαμέν, ὅτι τὴν κατὰ τὸ εἶδος καὶ οὐχὶ τὴν κατὰ τὴν ὕλην, εὑρήσομεν τὰς ἀπορίας πάσας ἐπιλελυμένας. εἰ μὲν γὰρ τὴν ὕλην, φησίν, εἴποιμεν αὔξεσθαι, οὔτε τὰς ἀπορίας ἐκφευξόμεθα οὔτε τὰ ὑπάρχοντα τῇ αὐξήσει σώσομεν· οὔτε γὰρ μένει ἡ αὐτὴ ὕλη, οὔτε ὁτιοῦν αὐτῆς μεῖζον γίνεται. εἰ δὲ τὸ εἶδος εἴποιμεν αὔξεσθαι, πάντα σώσομεν· ὑπομένει γὰρ τὸ αὐτὸ εἶδος· οὐ γάρ ἐστι τῇ κατὰ τὸ εἶδος σαρκὶ τὸ εἶναι ἐν τῷ τοσήνδε εἶναι, ἀλλ’ ἐν τῷ τοιάνδε.4 εἴπομεν δὲ καὶ περὶ τῶν λοιπῶν. οὐ τὸ εἶδος δὲ χωρὶς ὕλης σῴζεσθαι λέγει (τοῦτο γὰρ ἀδύνατον), ἀλλ’ ἐπειδὴ τὸ εἶδος τὸ αὐτὸ σῴζεται, ἄν τε πλείων ἡ ὕλη ᾖ ἄν τε ἐλάττων, ἡ δὲ ὕλη οὐκέτι ἡ αὐτὴ μένει, εἰ ποτὲ μὲν πλείων ἐστὶ ποτὲ δὲ ἐλάττων.

“其次是肉和骨等等[既依形相又依质料而被言说]。” 他所预先界定的第二项是:具质料之物中的每一件都以两种方式被言说,有时依据质料,有时依据形相;因为我们有时依据底层主体称肉,有时依据形相称肉。我们有时也把两者的结合体称为肉和骨,正如当我们说肉受了伤或骨折断了时,显而易见我们所指的是由质料和形相合成之物;但他略过了这一点,因为它众所周知且在目前对他毫无用处。正是这一区分将为他化解每一个难题。因为如果我们弄明白了当说肉生长了的时候我们指的是哪一种——即依据形相的肉而非依据质料的肉——我们就会发现所有的难题都迎刃而解了。他说,因为如果我们说是质料在生长,我们既无法逃脱诸难题,也无法保全属于生长的性质;因为既没有相同的质料保留下来,它的任何一部分也没有变得更大。但如果我们说是形相在生长,我们就会保全一切;因为同一形相持存着。因为对于依形相而言的肉来说,其实质存在不在于具有这么大,而在于具有如此的品质。而且关于其余的我们也说过了。他并不是说形相脱离质料而得到保全(因为这是不可能的),而是〔这样说,〕因为无论质料是较多还是较少,同一形相都被保全,而质料若有时较多有时较少,就再也不能保持相同了。

语法注4 条
  1. 1.147ἀντὶ τοῦ οὐκ ἔστιν οὕτω μικρὸν μόριον ὡς σημείου λόγον ἐπέχειν πρὸς τὸ σῶμα ὃ μὴ μεῖζον γέγονεν

    介词短语 ἀντὶ τοῦ 在注疏体裁中常引出解释性的转述(意为“意思是……”)。随后的关系代词 ὃ 以 μόριον 为先行词,带有否定词 μή,表示特征从句(“尚未变大的[部分]”)。

  2. 1.148Ληπτέον δὴ τὸ αἴτιον διορισαμένοις πρῶτον

    动词性形容词 ληπτέον 构成无人称句,施事者由与格分词 διορισαμένοις 表达。菲洛波诺斯通过补充属格补足语 τῆς λύσεως τῶν περὶ τῆς αὐξήσεως ἀποριῶν(解决关于生长的难题的原因)明确了宾语 τὸ αἴτιον 的句法所指。

  3. 1.150Δεύτερόν ἐστιν ὧν προδιορίζεται τὸ ἕκαστον τῶν ἐνύλων διχῶς λέγεσθαι

    句法主语是带冠词的不定式短语 τὸ ἕκαστον... λέγεσθαι,表语名词 Δεύτερον 统辖部分属格关系代词 ὧν(相当于 τούτων ἅ 因吸引而变为属格)。整句结构为“在他预先界定的诸项中,第二项是具质料者中的每一件都被双重言说”。

  4. 1.150οὐ γάρ ἐστι τῇ κατὰ τὸ εἶδος σαρκὶ τὸ εἶναι ἐν τῷ τοσήνδε εἶναι, ἀλλ’ ἐν τῷ τοιάνδε

    此句为带有领有与格 τῇ... σαρκὶ 的本质定义句式,主语为 τὸ εἶναι(“依据形相的肉的本质在于……”)。谓语由介词 ἐν 引导的带冠词不定式短语构成,形成数量(τοσήνδε)与性质(τοιάνδε)的鲜明对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:111.14-112.28