← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§109.24-111.13

以骨结构为例论所有部分生长的困难

菲洛波诺斯以骨的管状部分和实心部分为实例进行论证:虽然宽度上的生长尚可通过曲率的改变来解释所有部分的增大,但在长度和深度的生长中,只要质料的附加仅发生在局部,就极难融贯地保全亚里士多德关于“每一个可感觉到的部分都在生长”的规定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.146#5

τούτῳ οὖν τοῦ αἵματος ἔξωθεν περιχεθέντος οὐ μόνον, ἀλλὰ καὶ ἐν τῷ βάθει παρεσπαρμένως χωρήσαντος, ἡ φύσις ὕλην πλείονα λαβοῦσα ἐξαπλοῖ τὸ σχῆμα τοῦ ὀστοῦ καὶ φυλάττει τὸ αὐτὸ ἐν μείζονι ὄγκῳ. ὥσπερ εἰ αὐλοειδῆ κηρὸν νοήσεις,1 εἶτα τούτῳ ἔξωθεν κηρὸν περιχεόμενον ἢ καὶ ἐν τῷ βάθει ὅπῃ καὶ τύχοι, εἶτα τὴν τέχνην ἢ πνεύματι ἢ ἑτέρῳ τινὶ τρόπῳ ἐξογκοῦσαν τὸν αὐλὸν καὶ εὐρύτερον ποιοῦσαν, δῆλον δὴ οὖν ὅτι ἐν τούτῳ ἡ μὲν προσθήκη οὐ κατὰ πᾶν μόριον γέγονεν, ἡ μέντοι τοῦ σχήματος αὔξησις οὐχ ὥσπερ ἐπὶ τοῦ τετραγώνου ᾧ περιετέθη ὁ γνώμων ἀπετελέσθη, ἀλλ’ ὅλος δι’ ὅλου κατὰ πᾶν μόριον ὁ αὐλὸς εἰς μείζονα ὄγκον ἐπιδέδωκεν. τοιοῦτον οὖν τι δεῖ νοεῖν καὶ ἐπὶ τῆς φύσεως, ὅτι πλείονος ὕλης τῷ ὀστῷ περιχεθείσης ἐξήπλωσεν ἡ φύσις ὅλον δι’ ὅλου τὸ σχῆμα καὶ οὐκ ἔξωθεν αὐτῷ προσθήκην εἰργάσατο. ἡ μὲν οὖν κατὰ τὸ πλάτος αὔξησις οὕτως ἂν ἐπινοηθῆναι δυνηθείη, τὴν δὲ κατὰ μῆκος οὐκέτι ὁμοίως δυνατόν. ἐπεὶ γὰρ τὰ αὐλοειδῆ ὀστᾶ ναστὰς ἔχει τὰς ἀποτελευτήσεις, ἔνθα καὶ οἱ σύνδεσμοι τῶν μερῶν γίνονται, πῶς ἐπιδίδωσιν εἰς μῆκος τὸ αὐλοειδὲς τοῦ ὀστοῦ; εἰ μὲν γὰρ κατὰ τὴν ἀποπεράτωσιν τοῦ μήκους ἡ προσθήκη γίνοιτο τοῦ αἵματος, εἰς τὸ ὁμοειδὲς δηλονότι τῷ ὑποκειμένῳ ἡ μεταβολὴ γένοιτ’ ἄν· ὥστε τὰ ναστὰ μόρια τῶν ὀστῶν αὐξηθήσεται, οὐ μέντοι τὰ αὐλοειδῆ. εἰ δὲ τῆς προσθήκης κατὰ βάθος τῶν ὀστῶν γινομένης οὕτως ἐπιδίδωσιν εἰς μῆκος, ἢ κατὰ πᾶσαν τὴν περιφέρειαν τοῦ ὀστοῦ χωρήσει εἰς τὸ βάθος τὸ αἷμα ἢ οὐ κατὰ πᾶσαν. εἰ μὲν οὖν κατὰ πᾶσαν, διαμπὰξ διαιρεθήσεται τὸ ὀστοῦν, καὶ πάλιν ἡ αὔξησις οὐκ ἔσται παντὸς μορίου κατὰ μῆκος· ἀλλ’ ὥσπερ εἰ τετραγώνῳ τετράγωνον ἕτερον ἐπιθείη τις, ποιεῖ τὸ ὅλον ἑτερόμηκες, οὐκ αὐξηθέντος κατὰ μῆκος τοῦ προϋποκειμένου, ἀλλ’ οἷον συμφύσεως αὐτῷ γενομένης ἄλλου ὁμοειδοῦς,2 τοῦτο δὴ καὶ ἐπὶ τῶν ὀστῶν συμβήσεται. πῶς δὲ καὶ τὰ κατὰ τὰ πέρατα τῶν ὀστῶν ναστὰ μόρια τὴν ἐπίδοσιν λήψεται; εἰ δὲ μὴ πάσῃ τῇ τοῦ ὀστοῦ περιφερείᾳ κατὰ βάθος ἡ προσθήκη γίνοιτο, ἀλλὰ κατά τινα μόρια, οὐκ ἂν δι’ ὅλου ἡ αὔξησις γίνοιτο τοῦ μήκους, ἀλλὰ τινῶν μορίων· τοῦτο δὲ ἀδύνατον. διασπασθήσεται γὰρ τὸ ὅλον τινῶν μὲν μορίων τοῦ ὀστοῦ κατὰ μῆκος αὐξομένων, τινῶν δὲ μή·3 οὐδὲ γὰρ δυνατὸν τὴν φύσιν κατὰ μῆκος ἰσοτίμως ἐκτεῖναι τὸ αὐλοειδὲς τοῦ ὀστοῦ μὴ προϋποκειμένης τῆς ἐπεκτεινομένης ὕλης. ἄλλως τε πῶς ὅλως δυνατὸν πᾶν ὁτιοῦν μόριον τοῦ ὀστοῦ κατὰ μῆκος αὔξεσθαι λέγειν; τῷ μὲν γὰρ ἐκ μᾶλλον κυρτοῦ ἧττον κυρτὸν γίνεσθαι τὸ αὐλοειδὲς τοῦ ὀστοῦ αὔξοιτο ἂν πᾶν μόριον ἰσοτίμως κατὰ πλάτος, κατὰ δὲ μῆκος πῶς ἂν σωθείη τὸ πᾶν ὁτιοῦν μόριον αὔξεσθαι; ἔστω γὰρ δι’ ὅλου κατὰ μῆκος περιχεῖσθαι τὸ αἷμα καὶ μεταβάλλεσθαι εἰς τὴν τοῦ ὀστοῦ φύσιν. δῆλον δήπου ὅτι τὸ μεταβληθὲν τοῦτο προσετέθη συμφυὲν τῷ ἐξ ἀρχῆς καὶ ἐποίησε τὸ ὅλον μεῖζον κατὰ μῆκος, οὐ μέντοι παντὶ ᾡτινιοῦν μορίῳ ἐπίδοσις γέγονε κατὰ μῆκος. τὰ αὐτὰ καὶ περὶ βάθους εἴποιμι ἄν· εἰ γὰρ μὴ δι’ ὅλου τοῦ βάθους ἡ προσθήκη τοῦ αἵματος γίνεται, ἀλλὰ κατά τινα μόρια παρατίθεται, πῶς ἂν ὁτιοῦν κατὰ βάθος αὔξοιτο μόριον; ἔστω γὰρ σάρξ τις δακτύλου τὸ βάθος ἔχουσα καὶ προσίτω ταύτῃ αἷμά τι καὶ περιχείσθω καὶ κατεσπάρθω ἐν αὐτῇ. δῆλον δήπου ὅτι οὐ παντὶ μορίῳ αὐτῆς παρετέθη, ἀλλὰ τισίν. μεταβληθέντος οὖν τοῦ αἵματος εἰς τὴν τῆς σαρκὸς οὐσίαν, ὅτι μὲν τὸ ὅλον μεῖζον γέγονε, πρόδηλον· ἆρα δ’ ἐὰν λάβω μόριά τινα τῆς σαρκὸς ὡς ἐπὶ τὸ βάθος, οἷς μὴ παρετέθη αἷμα, μεῖζον ἐρῶ καὶ τοῦτο γεγονέναι; οὐ δήπου. οὐδὲ γὰρ προσετέθη αὐτῷ ὕλη τις ἐφ’ ἣν τὸ εἶδος ἐφήπλωται, ἀλλ’ ἡ αὐτὴ ἔμεινεν ἥπερ ἦν καὶ ἐξ ἀρχῆς. ὡσαύτως κἂν ἐπὶ τὸ μῆκος ληφθεῖεν μόριά τινα οἷς μὴ παρετέθη τὸ αἷμα, τὸ αὐτὸ δήπου συμβήσεται. οὐδὲ γὰρ ἂν αὔξοιτό τι ᾧ μηδεμία προσθήκη γέγονεν, ἀλλ’ ὅσων μὲν τὰ σχήματα εἰς μείζονα ὄγκον αἴρεται σφαιρικὰ ὄντα ἢ ἁπλῶς περιφερῆ, ταῦτα τῷ μᾶλλον κυρτοῦσθαι ἢ ἧττον λέγοιτ’ ἂν κατὰ πᾶν μόριον αὔξεσθαι ἢ μειοῦσθαι, ὡς ἤδη εἴρηται, διὰ τὸ μηδὲν εἶναι μόριον ὃ μὴ γέγονε μᾶλλον κυρτὸν ἢ ἧττον· ἐφ’ ὧν δὲ μὴ ἔστι τὸ σχῆμα περιφερές, οὐκ οἶδα ὅπως δυνατὸν τὸ λέγειν ὁτιοῦν μόριον τούτων αὔξεσθαι τῆς προσθήκης μὴ παντὶ ᾡτινιοῦν μορίῳ γινομένης.

因此,当血液不仅从外部浇注在骨上,而且散布着穿透到骨的深度中时,自然获得了更多的质料,便展开骨的形状,并在更大的体积中保全同一[形状]。正如你若设想管状的蜡,随后蜡从外部浇注在其上,或者也浇注在深度中的任意位置,随后技艺通过气息或某种其他方式使管膨胀并使其变得更宽;那么显然,在这种情形中,增加并非发生在每一个部分上,然而形状的增大并没有像环绕放置加矩的正方形那样完成,而是整根管完全且彻底地在每一个部分上都扩展为更大的体积。因此,在自然的情形中也必须构想某种类似的事情,即当更多的质料浇注在骨周围时,自然彻底展开了整个形状,而不是从外部对其造成了附加。宽度上的生长固然可以这样构想,但在长度上的生长就不能同样可行了。因为既然管状的骨具有实心的末端,肢体的韧带也生在那里,骨的管状部分又如何在长度上扩展呢?因为如果在长度的尽头发生血液的附加,转化的发生显然是变成与底层主体同类的东西;从而骨的实心部分将生长,而管状部分却不会生长。另一方面,如果是在骨的深度中发生附加并以此方式在长度上扩展,血液要么沿着骨的整个圆周穿透到深度中,要么不沿着整个圆周。那么,如果是沿着整个圆周,骨就会被完全截断,而且生长又不会是每一个部分在长度上的生长;反之,正如有人若在正方形上放上另一个正方形,便使整体变成了长方形,这并不是因为预先作为底层主体存在的东西在长度上生长了,而犹如另一个同类的东西与它发生了并生结合一样,这同样的事情也必将发生在骨的情形中。而且骨末端的实心部分又如何获得增大呢?但如果附加并非沿着骨的整个圆周在深度中发生,而只发生在某些部分上,长度上的生长就不会遍及整体,而只会是某些部分的生长;而这是不可能的。因为如果骨的某些部分在长度上生长而某些部分不生长,整体就会被撕裂;因为在被舒张的质料没有预先作为底层主体存在的情况下,自然不可能在长度上均等地延展骨的管状部分。此外,究竟如何可能说骨的任何一个部分都在长度上生长呢?因为通过骨的管状部分从较弯曲变成较不弯曲,每一个部分固然可以在宽度上均等地生长,但在长度上又如何能够保全任何一个部分都生长呢?因为假定血液在长度上穿过整体浇注并在其中转化为骨的自然;那么显而易见,这转化的东西是通过与最初存在之物并生结合而附加的,并使整体在长度上变大,然而绝不是对任何一个部分在长度上都发生了增大。关于深度我也同样可以说:因为如果血液的附加不是穿过整个深度,而是并置在某些部分旁,任何一个部分在深度上又如何能生长呢?因为假定有一指深度的某块肉,有某种血液接近它,浇注并在其内部散布;显而易见,血液并非并置在其每一个部分旁,而只在某些部分旁。那么血液转化为肉的实体之后,整体变大了固然是昭然若揭的;但如果我选取肉在深度上未被并置血液的某些部分,难道我也会说这部分也变大了吗?绝不会。因为没有任何质料被附加到它上面以供形相展开,它依然保持最初时的同一状态。同样,即使在长度上选取某些未被并置血液的部分,想必也会发生完全相同的事情。因为没有任何东西能够在没有发生任何附加的情况下生长。然而,凡是形状为球形或单纯为圆弧形且被抬升为更大体积的东西,正如已经阐明的那样,可以说它们因变得较弯曲或较不弯曲而在每一个部分上都生长或缩小,因为没有任何一个部分不变得较弯曲或较不弯曲;但在那些形状并非圆弧形的东西上,如果并非在每一个部分上都发生附加,我不知道究竟如何能够说它们的任何一个部分都在生长。

语法注3 条
  1. 1.146ὥσπερ εἰ αὐλοειδῆ κηρὸν νοήσεις

    以 ὥσπερ εἰ + 将来时直陈式(νοήσεις)引导比喻性假定。随后的一连串宾格分词短语(κηρὸν περιχεόμενον 和 τὴν τέχνην ... ἐξογκοῦσαν)均作为 νοήσεις 的宾语成分(“如同你若设想蜡被浇注……随后技艺使之膨胀……”)。主句通过 δῆλον δὴ οὖν ὅτι 引出结论。

  2. 1.146οὐκ αὐξηθέντος κατὰ μῆκος τοῦ προϋποκειμένου, ἀλλ’ οἷον συμφύσεως αὐτῷ γενομένης ἄλλου ὁμοειδοῦς

    两个由 οὐκ ... ἀλλ’ 对比的属格绝对结构。在后一个结构中,ἄλλου ὁμοειδοῦς 是附属于 συμφύσεως 的属格(“犹如另一同类之物的并生结合发生”),αὐτῷ 则是取决于 συμφύσεως 或 γενομένης 的与格(“与它发生”)。

  3. 1.146διασπασθήσεται γὰρ τὸ ὅλον τινῶν μὲν μορίων τοῦ ὀστοῦ κατὰ μῆκος αὐξομένων, τινῶν δὲ μή

    主句 διασπασθήσεται γὰρ τὸ ὅλον 之后接表原因/条件的属格绝对结构 τινῶν μὲν ... τινῶν δὲ μή。在 μή 之后省略了分词 αὐξομένων(以及 κατὰ μῆκος),与前半部分的肯定表述相对立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:109.24-111.13