← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§107.32-109.24

借由水分并置的生长机制与维度增大的疑难

约安尼斯·斐洛庞诺斯梳理了通过血液并置与水分推进来解释生长的亚里士多德理论,继而针对外来物接近而生长的要求,以及推移与吸引水分或肉在物理机制上的困难(能否保全各部分在一切维度尤其是长度上的生长)提出了疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.146#4

τῆς γὰρ ἐξαιματωθείσης τροφῆς διὰ τῶν φλεβίων πανταχοῦ ἑλκομένης καὶ περιχεομένης ἐν ἑκάστῳ τῶν ὁμοιομερῶν, καὶ τῆς ἐν ἑκάστῳ τῶν μορίων φύσεως συμπεπτούσης τοῦτο καὶ μεταβαλλούσης εἰς τὴν τοῦ ὑποκειμένου οὐσίαν, οὕτω τὴν αὔξησιν συμβαίνει γίνεσθαι. ἔστι γὰρ καὶ ἐν τῇ τῶν ὀστῶν οὐσίᾳ καὶ ἐν τῇ τῆς σαρκὸς καὶ τῶν λοιπῶν ὑγρότης τις πανταχοῦ ἐγκατεσπαρμένη, καὶ μάλιστα ἐν τῇ τῶν αὐξομένων· ὑγρότερα γὰρ ταῦτα. τὸ οὖν αἷμα περιχεόμενον ἔξωθεν ἑκάστῳ τῶν μορίων παρατίθεται τῇ ὑγρότητι ταύτῃ καὶ προωθοῦν αὐτήν, μᾶλλον δὲ πανταχόθεν ὑπὸ τῶν μορίων ἑλκόμενον, κατὰ πᾶσαν διάστασιν πλείονα ποιεῖ, ἥτις συμπεφθεῖσα1 ὑπὸ τῆς θρεπτικῆς δυνάμεως μεταβάλλει εἰς τὴν τοῦ ὑποκειμένου οὐσίαν. ἐπεὶ οὖν φροντίζει ἡ φύσις καὶ τοῦ σχήματος τῶν μορίων, πλείονος τῆς ὑποκειμένης ὕλης γενομένης ἐφαπλοῖ ἐπὶ ταύτην ὁμοτίμως ἕκαστον τῶν εἰδῶν, καὶ οὕτως ὁτιοῦν μόριον φαμεν ηὐξῆσθαι τῷ ἰσοτίμως τὴν ἐπέκτασιν τῶν σχημάτων γεγενῆσθαι. ὥσπερ οὖν ἡ περιφέρεια τοῦ σωλῆνος πλεονάσαντος τοῦ ἐντὸς ὕδατος κατὰ πᾶν ἑαυτῆς μόριον ἰσοτίμως τὴν ἐπέκτασιν δέχεται, οὕτω δὴ καὶ ἐπὶ τῶν αὐξομένων συμβαίνει τῆς ὕλης πλείονος γενομένης τὰ εἴδη ὁμοτίμως ἐπ’ αὐτὴν ἐφαπλοῦσθαι. καὶ ἐπεὶ ἡ παράθεσις τοῦ αἵματος κατὰ τὰς τρεῖς διαστάσεις γίνεται, διὰ τοῦτο καὶ ἡ αὔξησις κατὰ πᾶσαν γίνεται διάστασιν. Τί μὲν οὖν ἐστι τὸ αὐξόμενον καὶ πῶς ἡ αὔξησις γίνεται κατὰ Ἀριστοτέλην, εἴρηται. ἀπορήσειε δ’ ἄν τις πρὸς τὰ εἰρημένα πρῶτον μὲν πῶς σῴζεται τὸ δεῖν τὸ αὐξόμενον προσιόντος τινὸς αὔξεσθαι. εἰ γὰρ μὴ δι’ ὅλου τοῦ αὐξομένου χωρεῖ τὸ ᾧ αὔξεται, λέγω δὴ τὸ αἷμα, ἀλλὰ μόνον παρατίθεται τῷ προϋπάρχοντι, αὔξεται δὲ πᾶν ὁτιοῦν μόριον, οὐκ ἄρα παντὶ αὐξομένῳ πρόσεισιν· οὐδὲ γὰρ παντὶ μορίῳ παρετέθη τὸ αἷμα. καὶ ἔτι εἰ μὴ ἔστιν ἡ ὕλη ἡ αὐξομένη ἀλλὰ τὸ εἶδος, οὐκ ἄρα τῷ αὐξομένῳ ἡ πρόσοδος γίνεται, ἀλλὰ πρόσεισι μὲν ἡ τροφὴ ἄλλῳ, αὔξεται δὲ ἄλλο. πρὸς ταῦτα δέ φημι, ὡς οὐδὲν ἐναντία ταῦτα τοῖς παρὰ Ἀριστοτέλους εἰρημένοις. ἁπλῶς γὰρ οὕτως εἶπεν ὅτι δεῖ τὸ αὐξόμενον προσιόντος τινὸς αὔξεσθαι, καὶ οὐκ εἶπε δεῖν τῷ εἴδει προσιέναι· ὥστε πρόσεισι μὲν τῇ ὕλῃ τὸ προσιόν, αὔξεται δὲ τὸ εἶδος. τῆς προσθήκης οὖν γενομένης τῇ ὕλῃ καὶ προωθήσεως γινομένης συμβαίνει ὑφ’ ἕκαστον μόριον τοῦ εἴδους τὸν πλεονασμὸν τῆς ὕλης γενέσθαι. αὐτὸ δὲ τοῦτο πάλιν ἀπορίας ἄξιον, πῶς ἡ προώθησις γίνεται ἢ ἕλξις, ἢ τί ποτέ ἐστιν ὅλως τὸ προωθούμενον ἢ ἑλκόμενον. αὐτὴν μὲν γὰρ τὴν σάρκα ἕλκεσθαι ἢ προωθεῖσθαι ἀμήχανον, λέγω δὴ τὸ σύνθετον· οὕτω γὰρ συνέβαινε τὴν τῆς πτέρνης σάρκα τῆς χειρὸς γενέσθαι σάρκα ἢ μηροῦ ἢ ἄλλου τινός. εἰ δὲ τὴν κατεσπαρμένην ἐν τῇ σαρκὶ ἢ τοῖς ὀστοῖς ὑγρότητα τὴν αὐτὴν ὑπὸ τοῦ παρατιθεμένου αἵματος προωθεῖσθαί φασιν, ἐρήσομαι ποία ποτ’ ἂν ᾖ ἡ ὑγρότης αὕτη. εἰ μὲν ἡ οὐσιώδης τῆς σαρκὸς ὑγρότης στοιχεῖον αὐτῆς ἐστι, πῶς οἷόν τε μὴ τῆς ὅλης σαρκὸς προώθησιν ὑπομενούσης τὸ στοιχειῶδες αὐτῆς ὑγρὸν καὶ συμπληρωτικὸν τῆς οὐσίας προωσθῆναι μὴ φθαρείσης πρότερον αὐτῆς;2 εἰ δὲ μὴ οὐσιῶδες αὐτῆς εἴη τὸ ὑγρὸν τοῦτο, ἀλλὰ οἷον τὸ ᾧ τρέφεται καὶ ὅπερ ἐκ τῆς τροφῆς προσγίνεται, ἀδύνατον τοῦτο δι’ ὅλης εἶναι τῆς σαρκός. ἐπεὶ γὰρ σῶμά ἐστι τοῦτο καὶ οὐ ποιότης, ἀδύνατον αὐτὸ δι’ ὅλης χωρῆσαι τῆς σαρκός· σῶμα γὰρ ἂν οὕτω χωροίη διὰ σώματος. ἔνθεν δὲ συμβήσεται μηδ’ ὁτιοῦν μέρος ηὐξῆσθαι. εἰ γὰρ παρατίθεται κατά τινα μόρια τὸ αἷμα, εἶτα οὕτω μεταβληθέντι αὐτῷ ἐφαπλοῦται τὸ εἶδος, ὅλον μὲν ὡς ὅλον μεῖζον γένοιτ’ ἄν, οὐ μὴν ὁτιοῦν αὐτοῦ σημεῖον αἰσθητόν, ὡς αὐτός φησιν. ὥσπερ γὰρ εἰ θύρᾳ ἢ ἀβακίῳ ἔξωθεν προστεθείη ξύλα, τὸ μὲν ὅλον μεῖζον γέγονεν, οὐ μέντοι ἕκαστον τῶν μορίων τοῦ ἀβακίου αὔξησιν ἐδέξατο, καὶ ὥσπερ τῷ τετραγώνῳ ὁ γνώμων περιτιθέμενος τὸ μὲν ὅλον τετράγωνον ὡς ὅλον ηὔξησεν, οὐ μέντοι τῶν μορίων τοῦ προυπάρχοντος ὁτιοῦν μεῖζον ἐποίησεν, ἀλλ’ ἔμεινε τὸ χωρίον ἀμετάβλητον, οὕτω δηλονότι καὶ ἐπὶ τῶν αὐξομένων εἰ παράθεσις τῆς ὕλης γίνεται κατά τινα μόρια, ὁμοιοτρόπως τοῖς εἰρημένοις συνέβαινεν αὔξεσθαι τὰ αὐξόμενα. τοῦτο δὲ παρὰ τὴν ἐνάργειάν ἐστιν· ὁρῶμεν γὰρ τῷ ὄντι ὁτιοῦν μόριον τοῦ αὐξομένου μεῖζον γινόμενον. καὶ ἴσως τὴν μὲν κατὰ τὰς ἄλλας διαστάσεις αὔξησιν δυνατὸν σῶσαι, τὴν δὲ κατὰ μῆκος οὐκέτι. ἔστω δὲ παραδείγματος ἕνεκεν ὡς ἐπὶ ἑνὸς μορίου ὁ λόγος, οἷον ὀστοῦ.

因为化为血液的滋养通过细小血管被吸引至各处,并浇注在各同质部分之中,而各部分内部的自然将其消化并转化为底层主体的实体,生长便是以这种方式发生的。因为在骨的实体中,在肉及其他部分的实体中,都存在着散布在各处的某种水分,尤其是在生长之物的实体中(因为这些更为湿润)。因此,从外部浇注在各部分周围的血液并置在这种水分旁并将其向前推进,或者毋宁说是被各部分从四面八方吸引,使[这水分]在各个维度上都变得更多,而这水分被营养能力消化后便转化为底层主体的实体。既然自然也顾及各部分的形状,当底层的质料变多时,它就把每一种形相均等地展开在其上,这样,由于形状的舒张均等地发生,我们就说任何一部分都生长了。因此,正如管内的水增多时管的圆周在其自身的每一个部分上都均等地接受舒张一样,在生长之物的情形中也确实如此发生:质料变多时,形相均等地展开在其上。并且由于血液的并置发生在三个维度上,因此生长也发生在各个维度上。那么,生长之物是什么,以及根据亚里士多德生长是如何发生的,已经阐明了。 然而有人可能会针对上述内容提出疑难:首先,生长之物必须因某种接近之物而生长这一要求是如何得以保全的?因为如果借以生长的东西(我是指血液)并非穿过生长之物的整体,而仅仅是并置在先前存在之物旁,而任何一个部分却都生长了,那么它就并非接近了每一个生长之物(因为血液并非并置在每一个部分旁)。此外,如果生长的不是质料而是形相,那么接近就不是发生在生长之物上,而是滋养接近了一物,而生长的却是另一物。针对这些疑难,我说这些与亚里士多德所说的绝无抵触。因为他只是这样笼统地说生长之物必须因某种接近之物而生长,并未说必须接近形相;因此,接近之物接近的是质料,而生长的是形相。那么,在质料发生了增加且发生了向前推进之后,形相的每一个部分之下便都发生了质料的充盈。 然而这件事情本身又值得怀疑:向前推进或吸引究竟是如何发生的,或者被推进或吸引的究竟是什么?因为肉本身(我是指复合物)被吸引或推进是不可能的(因为这样一来,脚跟的肉就会变成手或大腿或其他部位的肉了)。另一方面,如果他们说散布在肉或骨中的同一种水分被并置的血液向前推进,我将问这水分究竟是何种水分。如果肉的本质性水分是它的一个元素,那么在整块肉没有承受推进的情况下,它那构成实体完满的元素性水分,又如何在肉自身不先毁灭的前提下被向前推进呢?但如果这水分对肉而言不是本质性的,而是像用来滋养肉的那样、即从滋养中新添进来的,那么它要遍及整个肉就是不可能的;因为既然这是物体而非性质,它就不可能穿过整个肉(因为这样物体就会穿过物体了)。 由此导致的结果将是:任何一部分都没有生长。因为如果血液并置在某些特定部分旁,随后形相展开在以此方式转化的血液之上,那么整体作为一个整体固然可以变大,但绝不是如他本人所说的那样其任何一个可感觉到的点都[变大了]。因为正如在门或小盘上从外部增加了木料,整体虽变大了,小盘的各个部分却没有接受生长;又正如环绕正方形放置的加矩虽使整个正方形作为一个整体增大了,却没有使先前存在之物的任何部分变大,而该面积保持未变;显然在生长之物的情形中也是如此,如果质料的并置只发生在某些部分旁,生长之物的生长方式就会类似于上述诸例了。但这是违背明晰事实的;因为我们在事实上看到生长之物的任何一部分都变大了。或许在其他维度上的生长还能够保全,但在长度上的生长就无法保全了。为了举例起见,让我们假定这一论述是针对单一组成部分(例如骨)而言的。

语法注2 条
  1. 1.146ἥτις συμπεφθεῖσα

    阴性关系代名词 ἥτις 在性数上并不指代紧邻的名词 διάστασιν,而是指代前面提到的“散布在肉或骨中的水分(或与血液相汇之物)”(ταύτῃ τῇ ὑγρότητι)。从文意上看,被营养能力消化并转化为底层主体实体的显然是水分而非维度(διάστασις)。

  2. 1.146πῶς οἷόν τε μὴ τῆς ὅλης σαρκὸς προώθησιν ὑπομενούσης τὸ στοιχειῶδες αὐτῆς ὑγρὸν καὶ συμπληρωτικὸν τῆς οὐσίας προωσθῆναι μὴ φθαρείσης πρότερον αὐτῆς;

    无人称谓语 πῶς οἷόν τε(“怎么可能……”)的真正主语是不定式 προωσθῆναι(其逻辑主语是宾格的 τὸ στοιχειῶδες αὐτῆς ὑγρὸν καὶ συμπληρωτικὸν τῆς οὐσίας)。该不定式被两个带有否定词 μὴ 的条件性属格独立结构所夹置和修饰:μὴ τῆς ὅλης σαρκὸς προώθησιν ὑπομενούσης(“在整块肉没有承受推进的情况下”)与 μὴ φθαρείσης πρότερον αὐτῆς(“在肉自身不先毁灭的前提下”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:107.32-109.24