← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§102.30-104.23

生长的两项前提与形相生长的论证

斐洛波诺斯解释说,亚里士多德在探讨完疑难并着手陈述自己的生长学说之际,确立了两项前提(即最初生长的是同质部分,以及含质料之物可从质料与形相两方面来言说),并论证了生长的既非质料亦非结合体,而是形相。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.146#1

" Ἐπειδὴ διηπόρηται περὶ αὐτῶν ἱκανῶς." Εἰπὼν ὅσα κατὰ κοινὴν ἔννοιαν ὑπάρχει τῇ αὐξήσει, καὶ γυμνάσας πάσας τὰς εἰς τὸν περὶ αὐτῆς λόγον συντεινούσας ἀπορίας, νῦν λοιπὸν ἐκθέσθαι βούλεται τὴν ἰδίαν περὶ αὐξήσεως δόξαν, τοιαύτην ὀφείλουσαν ἀποδοθῆναι, ἥτις τοῖς τε κατὰ κοινὴν ἔννοιαν ὑπάρχουσι τῇ αὐξήσει συνάσεται καὶ τὰς δοκούσας φέρεσθαι κατ’ αὐτῆς τῆς αὐξήσεως ἀπορίας ἐκφεύξεται. ἦν δὲ τὰ μὲν κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ αὐξήσει τρία τινά, τό τε ὑπομένειν καὶ τὸ προσιόντος τινὸς τὴν αὔξησιν γίνεσθαι καὶ τὸ πᾶν ὁτιοῦν μόριον τοῦ αὐξομένου μεῖζον γίνεσθαι ὥσπερ καὶ τοῦ φθίνοντος ἔλαττον. αἱ δὲ ἀπορίαι αἱ δοκοῦσαι φέρεσθαι πρὸς τὰ περὶ τῆς αὐξήσεως λεγόμενα ὑπῆρχον αὗται, τό τε κενοῦ ὑπόστασιν εἰσάγειν καὶ τὸ σῶμα διὰ σώματος λέγειν διιέναι· τῷ μὲν γὰρ φάσκοντι λόγῳ ἀσωμάτῳ τὴν αὔξησιν γίνεσθαι εἵπετο τὸ ὕλην εἶναι χωριστὴν μεγέθους καὶ κενὸν ὑφεστηκός, τῷ δὲ διὰ σώματος ὑποτιθεμένῳ τὴν αὔξησιν γίνεσθαι, προειλημμένου τοῦ πᾶν μόριον μεῖζον γίνεσθαι1 ἐκ τῆς τοῦ προσιόντος προσθήκης, ἕπεται ἤτοι πόρον καὶ κενὸν ὅλον εἶναι τὸ αὐξόμενον, εἴπερ δέοι δι’ ὅλου διελθὸν τὸ προσιὸν ἑκάστῳ μορίῳ τοῦ αὐξομένου προστεθῆναι, ἢ σῶμα διὰ σώματος διιέναι καὶ δύο ἐν τῷ αὐτῷ τόπῳ σώματα ὑπάρχειν. Τοιαῦτα μὲν οὖν τὰ προδιδαχθέντα, οἷς σύμφωνον ἀποδοθῆναι χρὴ τὴν περὶ αὐξήσεως διδασκαλίαν, ὥστε τὰ μὲν κατὰ τὴν κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ αὐξήσει σῴζειν, τὰς δὲ κατ’ αὐτῆς φερομένας ἀπορίας ἐκφυγεῖν. ἀρχόμενος δὲ τοῦ περὶ αὐξήσεως λόγου, προλαμβάνει δύο τινὰ χρήσιμα αὐτῷ πρὸς τὰ μέλλοντα, ἓν μὲν τὸ μὴ εἶναι τὰ ἀνομοιομερῆ τὰ πρώτως αὐξόμενα ἀλλὰ τὰ ὁμοιομερῆ, τῷ δὲ ταῦτα αὔξεσθαι καὶ τὰ ἐξ αὐτῶν συγκείμενα ἀνομοιομερῆ αὔξειν λέγεσθαι2 (οὐ γὰρ πρόσωπον ἢ χεὶρ ἡ τροφὴ γινομένη προστίθεται τῷ αὐξομένῳ, ἀλλ’ ἢ σὰρξ ἢ ὀστοῦν ἢ τῶν ἄλλων τι τῶν ὁμοιομερῶν· ὥστε τὰ πρώτως αὐξόμενα ταῦτά ἐστιν), ἕτερον δὲ ὅτι ἕκαστον τῶν ἐνύλων πραγμάτων διττῶς λέγεται, ποτὲ μὲν κατὰ τὴν ὕλην ποτὲ δὲ κατὰ τὸ εἶδος. σάρκα γὰρ λέγομεν ποτὲ μὲν τὸ εἶδος τῆς σαρκὸς ποτὲ δὲ τὴν ὕλην, ποτὲ δὲ τὸ συναμφότερον, ὅπερ παρῆκεν ὡς γνώριμον καὶ μηδὲν αὐτῷ πρὸς τὸ παρὸν συμβαλλόμενον. ὅταν μὲν γὰρ εἴπωμεν ῥευστὴν εἶναι τὴν σάρκα καὶ ἐν ἐπιρροῇ καὶ ἀπορροῇ ἔχειν τὸ εἶναι ἢ σύνθετον ἐκ τῶν τεσσάρων εἶναι στοιχείων, σάρκα φαμὲν τὴν τῆς σαρκὸς ὕλην· ὅταν δὲ ἀκμάζειν τὴν σάρκα ἢ δυσκράτως ἔχειν ἢ μαλακὴν εἶναι ἢ σκληράν, σάρκα φαμὲν τὸ εἶδος· ὅταν δὲ διαιρετὴν εἶναι ἢ τριχῇ διαστατὴν ἢ πολλὴν ἢ ὀλίγην, κατὰ τὸ συναμφότερον. ζητητέον οὖν κατὰ τί τούτων αὔξεσθαι λέγεται τὰ ὁμοιομερῆ, πότερον κατὰ τὴν ὕλην ἢ κατὰ τὸ εἶδος. εἰ μὲν γὰρ τὴν ὕλην φαίη τις εἶναι τὴν αὐξομένην, οὔτε τὰ κατὰ κοινὴν ἔννοιαν ὑπάρχοντα τῇ αὐξήσει σώσει, οὔτε τὰ ὑποπίπτοντα ἄπορα ἐπιλύσεται. οὔτε γὰρ τὸ ὑπομένειν ἐπὶ ταύτης σώσει (ἡ γὰρ ὕλη οὐχ ὑπομένει ἡ αὐτή, ἀλλ’ ἡ μὲν ἀπορρεῖ ἡ δὲ εἰσρεῖ), οὔτε τὸ πᾶν ὁτιοῦν μόριον μεῖζον γίνεσθαι δυνατὸν ἐπὶ τῆς ὕλης λέγειν, πρῶτον μὲν διότι οὐχ ὑπομένει (πῶς γὰρ ἂν ἀπορρέουσα καὶ ἄλλη ἐξ ἄλλης ἀεὶ γινομένη κατὰ πᾶν μόριον μεῖζον γένοιτ’ ἄν;), ἔπειτα δὲ καὶ εἰς τὰ εἰρημένα ἄτοπα ἐμπεσούμεθα. εἰ γὰρ ἡ τροφὴ ἡ προσιοῦσα σῶμα τυγχάνουσα παντὶ μορίῳ τῆς ὕλης προστίθεται, δεήσει δι’ ὅλης διελθεῖν· ἐπεὶ πῶς ἂν παντὶ μορίῳ αὐτῆς προστεθήσεται; ᾧ γὰρ μὴ προστίθεται μορίῳ, τοῦτο οὐκ αὔξεται· δεῖ γὰρ προσιόντος τινὸς πᾶν τὸ αὐξόμενον αὔξεσθαι. δι’ ὅλης ἄρα τῆς ὕλης τοῦ αὐξομένου τὸ προστιθέμενον διελεύσεται. τὸ δὲ δι’ οὗ ἔρχεται κενὸν ἢ πόρον ἀνάγκη εἶναι. δι’ ὅλου ἄρα διούσης κενὸν ὅλον ἢ πόρον ἀνάγκη εἶναι τὸ αὐξόμενον σῶμα. ἢ εἰ μὴ τοῦτο, σῶμα διὰ σώματος διελεύσεται καὶ δύο ἐν τῷ αὐτῷ τόπῳ σώματα ἔσται. δῆλον οὖν ὅτι κατ’ οὐδένα τρόπον δυνατὸν τὴν ὕλην λέγειν εἶναι τὴν αὐξομένην. εἰ δὲ τοῦτο, οὐδὲ τὸ συναμφότερον ἄρα ἐστὶ τὸ αὐξόμενον· εἰ γὰρ τὸ συναμφότερον ηὔξητο, πάντως ἂν καὶ ἡ ὕλη ηὔξητο. λείπεται τοίνυν τὸ εἶδος εἶναι τὸ αὐξόμενον· τοῦτο γάρ ἐστι τὸ μόνον ὑπομένον, καθὼς ἀπεδείξαμεν, οὐ χωρὶς ὕλης (τοῦτο γὰρ ἀδύνατον), ἀλλ’ ἀεὶ τὸ αὐτὸ σῳζόμενον περὶ τὴν ὕλην πλείονα τε καὶ ἐλάττονα γινομένην καὶ ἄλλοτε ἄλλην, τὴν μὲν ἀπορρέουσαν τὴν δὲ εἰσκρινομένην.

“既然关于它们的疑难已被充分探讨。” 在阐述了依共通观念属于生长的诸特征,并充分操练了与关于生长的论述相关的所有疑难之后,现在他终于希望陈述自己关于生长的见解;这一见解应当被阐发得既能与依共通观念属于生长的特征相一致,又能避开似乎针对生长本身而提出的诸疑难。依共通观念属于生长的特征共有三项:存留、因某物的加入而产生生长、以及生长之物的无论何种每一部分都变大(正如消减之物的每一部分都变小一样)。而似乎针对关于生长的论述而提出的疑难则是这些:引入虚空的实在存在,以及说物体穿过物体。因为对于主张生长是通过非物体之物而产生的论点而言,所导致的推论是质料脱离大小而存在,并且虚空实在存在;而对于假定生长是通过物体而产生的论点而言,既然预先设定了每一部分都因加入之物的添加而变大,那么所导致的推论要么是生长之物全然是通道和虚空——如果确实加入之物穿过整体必须被添加到生长之物的每一部分的话——要么是物体穿过物体,并且两个物体处于同一位置。以往所教导的事情便是如此,关于生长的学说必须被阐发得与这些相符合,以便既保全依共通观念属于生长的特征,又避开针对它提出的诸疑难。而在开始关于生长的论述时,他预先假定了两件对他后文有用的事:其一,最初生长的不是非同质部分,而是同质部分,并且由于这些同质部分生长,由它们合成的非同质部分也被称为生长(因为食物并不是成为脸或手而添加到生长之物中的,而是成为肉或骨或某种其他的同质部分;因此最初生长的是这些);其二,包含质料的事物中每一件都有双重说法,有时依质料而言,有时依形相而言。因为我们有时将肉的形相、有时将质料、有时则将两者的结合体称为肉——关于结合体,他由于众所周知且目前对其无所助益而略过了。因为当我们说肉是流动的,其存在在于流入和流出,或者说它是由四元素合成的时,我们称之为肉的是肉的质料;而当我们说肉处于旺盛状态、或混合失调、或柔软或坚硬时,我们称之为肉的是形相;当我们说它是可分的、或具三维伸展、或多或少时,则是依两者的结合体而言。因此必须探究,同质部分究竟是依这些当中的哪一个被称为生长的,究竟是依质料还是依形相。因为如果有人说生长之物是质料,他既无法保全依共通观念属于生长的特征,也无法解决所产生的疑难。因为他既无法在质料身上保全存留(因为质料并不保持为同一物,而是一部分流出,另一部分流入),也无法就质料而言说无论何种每一部分都变大:首先是因为它并未存留(因为它流出着,并且不断由一物变为另一物,又怎能在每一部分上变大呢?),其次我们也会陷入前述的荒谬之中。因为如果作为物体的加入食物被添加到质料的每一部分中,它就必须穿过整体;否则它又如何能被添加到它的每一部分中呢?因为凡是没有被添加到其中的部分,这部分就不生长;因为凡生长之物都必须因某物的加入而生长。因此添加之物将穿过生长之物的全部质料。而它所穿过的东西必然是虚空或通道。因此,既然穿过整体,生长的物体必然整体是虚空或通道。或者若非如此,物体将穿过物体,并且在同一位置将存在两个物体。因此显而易见,绝不可能说质料是生长之物。而若是如此,两者的结合体也不是生长之物;因为如果结合体生长了,质料无论如何也必定生长了。于是,剩下的是形相才是生长之物;因为正如我们所证明的,这是唯一存留之物,并非脱离质料(因为这是不可能的),而是在质料变多变少、时而这般时而那般、一部分流出一部分被分选入内的情况下,围绕着质料始终保持为同一物。

语法注2 条
  1. 1.146προειλημμένου τοῦ πᾶν μόριον μεῖζον γίνεσθαι

    由完成时被动分词 προειλημμένου 与带冠词不定式短语 τοῦ πᾶν μόριον μεῖζον γίνεσθαι 构成的属格独立结构,意为“在每一部分都变大已被预先设定的情况下”。它指明了物体导致生长的主张所内含的前提假设。

  2. 1.146τῷ δὲ ταῦτα αὔξεσθαι καὶ τὰ ἐξ αὐτῶν συγκείμενα ἀνομοιομερῆ αὔξειν λέγεσθαι

    在由 ἓν μέν... ἕτερον δέ 引导、充当 προλαμβάνει 宾语的并列结构中,前半部分包含 τὸ μὴ εἶναι τὰ ἀνομοιομερῆ... 与 [τὸ] λέγεσθαι 两个不定式子句。置于其前部的带冠词与格不定式短语 τῷ δὲ ταῦτα αὔξεσθαι 表手段或原因,修饰 λέγεσθαι,意为“通过这些同质部分的生长,由它们合成的非同质部分也被称为生长”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:102.30-104.23