← 约翰·菲洛波诺斯

亚里士多德《论生成和消灭》注释

§104.23-106.11

基质增大中的形相生长与质料流转下的同一性

斐洛庞诺解释说,形相生长并非在其本质上发生变化,而是随着底层主体的扩大在数量上发生变化;他借助袋子与皮管的比喻阐明形相的同一性,并针对质料的流动是否会导致形相自身毁灭的疑难作出解答:由于质料是逐部分暗流与替代的,因而形相在数目上的同一性得以保全。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.146#2

ὅταν δὲ λέγωμεν τὸ εἶδος εἶναι τὸ αὐξόμενον, μὴ νομίσῃς αὐτὸ τὸ εἶδος κατὰ τὸν οὐσιώδη καὶ ἀίδιον λόγον τὴν μεταβολὴν ἴσχειν (ἀσώματον γὰρ τῷ ἰδίῳ λόγῳ τὸ εἶδος καὶ ἀμέγεθες), ἀλλὰ κατὰ τὸ ποσόν· τοῦτο γάρ ἐστι καὶ τῆς αὐξήσεως τὸ σημαινόμενον. κατὰ δὲ τὸ ποσὸν λέγεται μεταβάλλειν τὸ εἶδος, τῷ ἐν πλείονι ἢ ἐν ἐλάττονι ὑποκειμένῳ γίνεσθαι· οὕτω γὰρ χεὶρ καὶ πρόσωπον φαίνεται αὐξόμενον, οὐ τοῦ εἴδους τοῦ προσώπου μεταβάλλοντος ἢ τῆς χειρός, ἀλλὰ μείζονος τοῦ μορίου γινομένου, τῷ τὸ εἶδος τὸ αὐτὸ μένον ποτὲ μὲν ἐν ἐλάττονι ποτὲ δὲ ἐν μείζονι γίνεσθαι ὑποκειμένῳ. Πῶς δὲ τοῦτο λέγοντες εἶναι τὸ αὐξόμενον τὰ κοινῶς ὑπάρχοντα τῇ αὐξήσει σώσομεν καὶ τὰ ἄπορα ἐπιλυσόμεθα, σκεπτέον ἐφεξῆς. πρῶτον μὲν γὰρ τὸ ὑπομένειν τὸ αὐξόμενον ἀληθὲς ἐπὶ τοῦ εἴδους λεγόμενον, καθάπερ προείρηται. εἰ γὰρ ἡ μὲν ὕλη προφανῶς οὐχ ὑπομένει ἡ αὐτή, ὑπόθοιτο δέ τις μηδὲ τὸ εἶδος τὸ αὐτὸ κατ’ ἀριθμὸν ὑπομένειν, οὐδ’ ἄρα τὸ ἐξ ἀμφοῖν τὸ αὐτὸ κατ’ ἀριθμὸν ἔσται. ὥστε Σωκράτης οὐχ ὁ αὐτὸς ἦν ἀεὶ κατ’ ἀριθμόν. εἰ οὖν ἔστ’ ἄν ᾖ τὰ σύνθετα, τὰ αὐτά ἐστι κατ’ ἀριθμόν, τούτων δὲ ἡ ὕλη οὐχ ἡ αὐτὴ ἀεὶ ὑπομένει, λείπεται ἄρα τὸ εἶδος τὸ αὐτὸ ὑπομένειν, καθ’ ὃ καὶ ἕκαστον τῶν ὄντων τὸ εἶναι ἔχει καὶ λέγεται, ὅθεν καὶ τὰ αὐτὰ εἶναι κατ’ ἀριθμὸν λέγεται, τοῦ εἶδος καθ’ ὃ τὸ εἶναι ἔχει τοῦ αὐτοῦ ὄντος.1 καὶ τὸ πᾶν δὲ μόριον ἐκ τοῦ προσιόντος αὔξεσθαι ἐπὶ τούτου μόνως λεγόμενον προχωρεῖ. ἐπὶ μὲν γὰρ τῆς ὕλης εἰ λέγοιμεν παντὶ μορίῳ τὴν τροφὴν προστίθεσθαι, ἕψεται τὰ εἰρημένα ἄτοπα· ἢ γὰρ ὅλον πόρος ἢ κενὸν ἔσται, ἢ σῶμα διὰ σώματος διελεύσεται. ἀλλ’ οὐδὲ ὑπομένει ἡ ὕλη οὐδὲ ἔστι μία καὶ ἡ αὐτὴ τῷ ἀριθμῷ, ἀλλὰ ἄλλοτε ἄλλη γίνεται ἐν ἐπιρροῇ ἔχουσα τὸ εἶναι, τὸ μέντοι εἶδος ἀεὶ ἓν καὶ τὸ αὐτὸ μένει, τό τε οὐσιῶδες καὶ τὸ κατὰ τὸ σχῆμα καὶ τὴν μορφήν. καὶ γὰρ τὸ Σωκράτους εἶδος καὶ τὸ τῆς σαρκὸς καὶ τὸ τοῦ ὀστοῦ καὶ ἐν μείζονι καὶ ἐν ἐλάττονι ὑποκειμένῳ ἀεὶ τὸ αὐτὸ ὑπάρχει. ὁμοίως δὲ καὶ τὸ κατὰ τὸ σχῆμα καὶ τὴν μορφήν. ὥσπερ γὰρ εἰ θύλακός τις εἴη, εἰς τοῦτον δὲ ἄλλοτε ἄλλα εἴη τὰ ἐμβαλλόμενα, ὁ μὲν ὁριστικὸς ὢν τῶν ἐμβαλλομένων καὶ οἷον εἶδός τι αὐτῶν ὁ αὐτὸς ἀεὶ μένει, τὰ μέντοι ὑπ’ αὐτοῦ περιοριζόμενα ἄλλοτε ἄλλα ἐστί· καὶ ἵνα ἐγγυτέρω τοῦ προκειμένου τὸ παράδειγμα γένηται, εἰ διὰ σωλῆνος δερματίνου διίοι ὕδωρ ποτὲ μὲν ἔλαττον ποτὲ δὲ πλεῖον, τὸ μὲν σχῆμα τοῦ σωλῆνος ποτὲ μὲν συστελλόμενον ποτὲ δὲ ἐκτεινόμενον ὅμως ἕν ἐστι καὶ τὸ αὐτό, τὸ μέντοι ὕδωρ, ἐφ’ οὗ ἐφήπλωται ὡς ἐν ὕλῃ τὸ σχῆμα, οὐκ ἔστιν ἓν καὶ τὸ αὐτὸ (ἀεὶ γὰρ ἄλλο μὲν ἀπορρεῖ, ἄλλο δὲ ἐπεισέρχεται)· οὕτω δεῖ νοεῖν καὶ ἐπὶ τῶν αὐξομένων, ὅτι ἡ μὲν ὕλη οὐδέποτέ ἐστιν ἡ αὐτή, τὸ μέντοι εἶδος τὸ ἐνυπάρχον αὐτῇ ἓν ὂν καὶ τὸ αὐτὸ ἐπιδίδωσιν εἰς μείζονα ὄγκον οὐχ ᾗ εἶδός ἐστιν αὐξόμενον, ἀλλ’ ᾗ μετέχει ποσοῦ. εἰ μὲν γὰρ ὁ ὁριστικὸς λόγος προσελάμβανεν ἢ διαφοράν τινα ἢ γένος, ηὔξετο δηλονότι τὸ εἶδος ᾗ εἶδός ἐστι· νῦν δὲ τοῦτο οὐ συμβαίνει. ὥστε οὐχ ᾗ εἶδός ἐστιν ἴσχει τὴν αὔξησιν, ἀλλ’ ᾗ πεπόσωται. καὶ ἄλλως εἰ καθὸ εἶδός ἐστιν ηὖξε, πολλῷ πρότερον τὸ χωριστὸν εἶδος ηὔξετο ἄν· μὴ γὰρ ἐκείνου αὐξηθέντος οὐδ’ ἂν τὸ ἔνυλον ηὐξήθη. ὥστε οὐ καθὸ ζῷον αὔξει οὐδὲ καθὸ κύκλος οὐδὲ καθὸ σάρξ, ἀλλὰ καθὸ πηχυαία σὰρξ ἢ πηχυαῖον ὀστοῦν, καὶ ἁπλῶς πεποσωμένον τι εἶδος. τῷ γὰρ ἐν μείζονι ὑποκειμένῳ ἐφαπλοῦσθαι, ταύτῃ αὔξεσθαι λέγεται. Ἀπορήσειε δ’ ἄν τις ἴσως, μήποτε οὐ μόνον ἡ ὕλη τῶν αὐξομένων οὐχ ἡ αὐτὴ ἀεὶ διὰ τὸ ἐπίρρυτον αὐτῆς καὶ ἀπόρρυτον, ἀλλὰ καὶ τὸ εἶδος αὐτό.2 εἰ γὰρ τὸ εἶδος ἐν ὑποκειμένῳ τῇ ὕλῃ τὸ εἶναι ἔχει, ἀδύνατον δὲ τοῦ ὑποκειμένου φθειρομένου τὸ ἐν ἐκείνῳ τὸ εἶναι ἔχον σῴζεσθαι (οὕτω γὰρ ἂν χωριστὸν ἦν καὶ οὐκ ἀχώριστον ὕλης), ἀνάγκη ἄρα μηδὲ τὸ εἶδος τοῦ αὐξομένου τὸ αὐτὸ σῴζεσθαι. λύοντες δὲ τὴν ἀπορίαν φαμὲν ὡς ὅτι εἰ μὲν ἀθρόον ἅμα πᾶσα ἡ ὕλη ἐφθείρετο,3 ἀληθὴς ἂν ἦν ὁ εἰρημένος λόγος· νῦν δὲ κατὰ μέρος ὑπεκρεῖ, καὶ εὐθὺς ἕτερον ἀντεισφέρεται· ὅθεν ἓν καὶ τὸ αὐτὸ κατ’ ἀριθμὸν ὑπομένει εἶδος.

但是,当我们说形相才是生长之物时,切不可认为形相本身是按照其本质的、永恒的定义发生变化(因为就其固有的定义而言,形相是非物体的,且没有大小),而是按照数量发生变化;因为这也正是生长的含义。而形相按照数量发生变化,是由于它处在或大或小的底层主体之中而说的;因为手和脸正是这样表现出生长的,并非脸或手的形相发生了变化,而是通过那同一的形相在保持不变的同时时而处在较小的、时而处在较大的底层主体中,从而部分变大了。那么,我们主张这是生长之物,又如何能够保全依共通观念属于生长的特征并解决那些疑难,接下来必须对此予以考察。首先,生长之物存留这一条,如前所述,在就形相而言时才是真实的。因为,如果质料显然并不保持为同一个,而有人又假定形相在数目上也不保持为同一个,那么由两者结合而成的东西在数目上也就不可能是同一个了。这样一来,苏格拉底就决非在数目上始终是同一个人了。因此,既然复合事物只要存在着就是数目上同一的,而它们的质料却并非始终保持为同一个,那么剩下的就是形相保持为同一个了——各个存在物正是依据形相才具有其存在并被如此述说的,并且它们也正是由此由于它们借以具有存在的形相是同一个而在数目上被称为是同一个的。此外,每一部分都因加入之物而变大这一条,也唯有就形相而言才讲得通。因为就质料而言,如果说食物被添加到每一部分中,就会导出前述的荒谬:要么整体是通道或虚空,要么物体穿过物体。而且质料既不存留,在数目上也不是单一而同一的,而是在流动之中具有其存在并时而变为不同的东西;然而形相却始终保持为单一而同一的,无论就本质而言还是就形状和外形而言。因为苏格拉底的形相、肉的形相以及骨的形相,无论在较大还是在较小的底层主体中,都始终是同一的。就形状和外形而言也同样如此。因为正如如果有一个袋子,时而有不同的东西被投入其中,那界定投入之物并犹如它们的一种形相的东西虽然始终保持为同一个,而被它限定的东西却时而不同;而为了使这个比喻更切合当下的论题,如果水流过一个皮管,时而较少时而较多,皮管的形状虽然时而收缩时而舒张,却依然是单一而同一的,然而那形状犹如在质料中一样展开于其上的水,却并非单一而同一的(因为始终是一部分流出,另一部分随后流入);对于生长之物也应当同样理解:质料绝不是同一个,然而内在存在于其中的形相作为一个且同一者,却扩展到更大的体积中,它并非作为形相而生长,而是作为分有了数量而生长的。因为如果其限定性定义增添了某种种差或属,形相显然就会作为形相而生长了;但事实上这并未发生。所以它并非作为形相而获得生长,而是作为已被赋予数量而获得生长。此外,如果它是以其为形相而生长的,那么分离的形相早就应当先生长了;因为如果那个未曾生长,具质料的形相也就不可能生长。因此,它并不是以其为动物而生长,也不是以其为圆或以其为肉而生长,而是以其为一肘长的肉或一肘长的骨,简而言之,以其为某种被赋予数量的形相而生长的。因为正是通过展开在更大的底层主体中,它才在此意义上被称为生长。不过,或许有人会提出疑难:是否生长之物不仅质料由于其流进和流出并非始终是同一个,而且形相本身也不是同一个?因为如果形相在其底层主体即质料中具有其存在,而在底层主体毁灭时,在其中具有存在之物不可能得以保全(因为若能保全,它就是脱离质料的,而非不可分离于质料的),那么生长之物的形相也就必然无法保持为同一个。在解决这一疑难时,我们说:如果全部质料是一齐整体毁灭的,所说的论据就会是真的;但事实上质料是逐部分暗暗流出的,并且另一部分立刻被替代引入;由此,形相才在数目上保持为单一而同一的。

语法注3 条
  1. 1.146τοῦ εἶδος καθ’ ὃ τὸ εἶναι ἔχει τοῦ αὐτοῦ ὄντος

    底本文字虽作主格 εἶδος,即 τοῦ εἶδος ... τοῦ αὐτοῦ ὄντος,但在句法上实际起着属格绝对结构(τοῦ εἴδους ... τοῦ αὐτοῦ ὄντος,“由于其借以获得存在的形相是同一个”)的作用,作为 ὅθεν 所引导的从句中说明事物在数目上保持同一的原因或依据。

  2. 1.146Ἀπορήσειε δ’ ἄν τις ἴσως, μήποτε οὐ μόνον ἡ ὕλη τῶν αὐξομένων οὐχ ἡ αὐτὴ ἀεὶ διὰ τὸ ἐπίρρυτον αὐτῆς καὶ ἀπόρρυτον, ἀλλὰ καὶ τὸ εἶδος αὐτό.

    接在 Ἀπορήσειε δ’ ἄν τις(潜能希求语气,“或许有人会提出疑难”)之后的 μήποτε 起着引出疑虑或假定性提问(“是否……并非……”)的连词作用。句末在 ἀλλὰ καὶ τὸ εἶδος αὐτό 之后,从前文的 οὐχ ἡ αὐτὴ ἀεί 承前省略并补充理解谓语[οὐ τὸ αὐτὸ ἀεί ἐστιν]。

  3. 1.146φαμὲν ὡς ὅτι εἰ μὲν ἀθρόον ἅμα πᾶσα ἡ ὕλη ἐφθείρετο

    动词 φαμέν 之后由 ὡς ὅτι 引出,这是晚期希腊语中引导间接引语的连词叠用现象,其功能相当于单一连词“即/谓……”。紧接着的反事实条件句(εἰ μὲν ... ἐφθείρετο, ἀληθὴς ἂν ἦν ...)整体构成 φαμέν 的述说内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg006.humanitext-grc1:104.23-106.11