- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:99.15-100.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解了亚里士多德将彗星与流星的大量出现视为干旱与狂风之前兆的论述,并引用阿拉托斯的诗句以及埃戈斯波塔米河陨石坠落等历史事例,以证明其火热干燥的质料构成。
" Περὶ μὲν τῆς ἅλω τὴν αἰτίαν ὕστερον ἐροῦμεν· περὶ δὲ τοῦ πυρώδη τὴν σύστασιν αὐτῶν εἶναι τεκμήριον χρὴ νομίζειν ὅτι σημαίνουσι1 γινόμενοι πλείους πνεύματα καὶ αὐχμούς· δῆλον γὰρ ὅτι γίνονται διὰ τὸ πολλὴν εἶναι τὴν τοιαύτην ἔκκρισιν, ὥστε ξηρότερον ἀναγκαῖον εἶναι τὸν ἀέρα, καὶ διακρίνεσθαι τὸ διατμίζον ὑγρὸν ὑπὸ τοῦ πλήθους τῆς θερμῆς ἀναθυμιάσεως, ὥστε μὴ συνίστασθαι ῥᾳδίως εἰς ὕδωρ." Ἐπειδὴ ξηρὰν εἶναι καὶ θερμὴν τὴν ὕλην τῶν κομητῶν εἴρηκε πρότερον, εἰκότως νῦν μετὰ τὸ πληρῶσαι τὸν περὶ τῆς γενέσεως αὐτῶν λόγον δείκνυσιν ὅπερ ὁμολογούμενον ἤδη προσείληφεν, ὡς πυρώδης ἐστὶν ἡ τῶν κομητῶν ὑλικὴ σύστασις· ὅτε γὰρ πλείους κομῆται φανεῖεν, αὐχμηρὸς καὶ πνευματώδης ὁ ἐνιαυτὸς ἐκεῖνος γίνεται. δῆλον γὰρ ὡς οἱ πολλοὶ κομῆται διὰ τὸ πολλὴν αὐτῶν γεγονέναι τὴν ὕλην συνέστησαν, ἥτις ξηρὰ οὖσα καὶ θερμὴ τὴν ἑτέραν ἀναθυμίασιν τὴν ὑγράν, ἐξ ἧς ὑετοὶ γίνονται καὶ χάλαζαι καὶ χιόνες, ἐξατμίζει καὶ διαφορεῖ πᾶσαν καὶ εἰς ἑαυτὴν μεταβάλλει· θατέρου γὰρ τῶν ἐναντίων ἐπικρατοῦντος τὸ λοιπὸν γίνεται ὅπερ τὸ ἐπικρατοῦν. εἰκότως οὖν αὐχμηρὸς ὁ ἐνιαυτὸς ἐκεῖνός ἐστι διὰ τὴν τοιαύτην, φησίν, ἔκκρισιν, τουτέστι τὴν ξηρὰν ἀναθυμίασιν· θερμαινομένης γὰρ τῆς γῆς τὸ λεπτοποιούμενον ἐκ τῆς θερμασίας ἐκκρίνεται ἐξ αὐτῆς καὶ ἄνω φέρεται. ἐπειδὴ δὲ καὶ πνευμάτων ἡ αὐτὴ ὕλη αἰτία ἐστίν, ὡς δείξει προϊών, εὐλόγως καὶ πνευματῶδες τὸ ἔτος γίνεται. τοῦτο δὲ καὶ Ἄρατος ἐν ταῖς Διοσημείαις εἴρηκεν οὕτως· μηδ’ εἶεν καθύπερθεν ἐοικότες ἀστέρες αἰεί, μήθ’ εἷς μήτε δύω μήτε πλέονες κομόωντες· πολλοὶ γὰρ κομόωσιν ἐπ’ αὐχμηρῷ ἐνιαυτῷ. ἐπειδὴ τῆς αὐτῆς ὕλης εἰσὶ καὶ οἱ διάττοντες, καθὰ φθάσαντες εἴπομεν, καὶ τούτων τὸ πλῆθος πνευμάτων ἐστὶ πάλιν τεκμήριον, ὡς καὶ τοῦτο πάλιν Ἄρατος ἐπισημαίνεται· καὶ διὰ νύκτα μέλαιναν ὅτ’ ἀστέρες ἀίσσωσι ταρφέα, τοῖς δ’ ὄπιθεν ῥυμοὶ ἐπιλευκαίνονται, δειδέχθαι κείνοις αὐτὴν ὁδὸν ἐρχομένοισι πνεύματος·2 εἰ δέ κεν ἄλλοι ἐναντίοι ἀίσσωσιν ἄλλοι δ’ ἐξ ἄλλων μερέων, τότε δὴ πεφύλαξο παντοίων ἀνέμων, οἵ τ’ ἄκριτοί εἰσι μάλιστα. εἰ οὖν ἀληθῶς ταῦτα λέγεται, δῆλον οἶμαι λοιπὸν ὡς ὅσῳ πλείονες καὶ συνεχεῖς κομῆται γίνονται, τοσούτῳ καὶ οἱ ἐνιαυτοὶ πάντως αὐχμηρότεροι καὶ πνευματώδεις ὑπάρχουσιν. εἰ δὲ ἐλάττους καὶ μικρότεροι τὸ μέγεθος καὶ σπανιώτεροι γένωνται, ἀναλόγως καὶ τὸ ἔτος ἐκεῖνο τοιοῦτον ἔσται τοῦ προτέρου μὲν ἔλαττον, πνεύματος δ’ ὅμως ὑπερβολὴν ἔχον, φησίν, ἢ μεγέθει ἢ χρόνῳ· ἢ γὰρ ἐπὶ πλεῖστον πνέει χρόνον διὰ τὸ πλῆθος τῆς ὕλης ἢ σφοδρὰ γίνεται τὰ πνεύματα καὶ ῥαγδαῖα διὰ τὴν ἀθρόαν αὐτῆς κίνησιν. πάλιν δὲ τὴν ἱστορίαν τοῦ λόγου ποιεῖται μάρτυρα, τόν τε λίθον τὸν ὑπὸ τῆς βίας τοῦ πνεύματος μετεωρισθέντα * * * τῷ ἐμφύτῳ βάρει3 ἐν Αἰγὸς ποταμοῖς, δηλονότι τοῦ πνεύματος ἐνδεδωκότος καὶ μηκέτι τὴν λίθον ἀνέχειν ἐπὶ πολὺ δυνηθέντος, καὶ προσέτι τὸν σεισμὸν τὸν ἐπὶ τοῦ μεγάλου κομήτου γενόμενον καὶ τὴν τοῦ κύματος ἔφοδον ἐξ ἐναντίων γινομένην πνευμάτων, ὡς ἐν τῷ περὶ σεισμῶν δειχθήσεται.
“关于光晕的成因,我们将在后文讨论;至于它们的构成是火性的,应当将它们大量出现时预示风与干旱视为证据;因为显然,由于这种分泌物充足,彗星才会生成,以致空气必然更为干燥,蒸发出的湿气也被大量炎热的呼发物所驱散,以致不易凝结为水。” 由于他先前说过彗星的质料是干燥且炎热的,因此现在,在完成了关于其生成的论述之后,他理所当然地证明了他先前已作为共识而接受的前提,即彗星的质料性构成乃是火性的。因为每当有较多的彗星显现时,那一整年便会变得干旱且多风。因为显然,众多彗星的凝聚乃是由于其质料大量产生,而这一干燥且炎热的质料将产生雨、雹和雪的另一种湿润呼发物完全蒸发并驱散,并将其转变为自身;因为对立双方中若有一方占优势,剩余之物便会变成占据优势者。因此他说,由于这种分泌物,亦即干燥的呼发物,那一整年理所当然是干旱的;因为当地球受热时,因受热而变得稀薄之物便从其中分泌出来并升向高处。既然正如他后文将表明的那样,同一种质料亦是风的原因,那么这一年自然亦变得多风。阿拉托斯在《征兆之书》中亦如此说道:“但愿在上空并非总有相似的星辰,无论是单一一颗、两颗还是多颗拖着长发;因为众多星辰拖着长发乃是在干旱之年。”正如我们先前所说,由于流星亦由同一种质料构成,因此流星的大量出现同样也是多风的兆头,正如阿拉托斯再次指出的那样:“而当穿过黑夜,群星密集疾驰,其身后尾迹泛白之时,当预期与行进中的它们相同的风之道;但若其他星辰向相反方向疾驰,另一些则从其他方位疾驰,那时你便当防备各种各样的风,它们乃是尤其难以预料的。”因此,如果这些说法是真实的,我想接下来显然可以明白,彗星生成得越多且越连续,那些年份便必然越发干旱且多风。但如果彗星生成得较少、体积较小且较罕见,那一整年亦将按比例呈现出此类特征,虽逊于前者,但他说在风的强度或持续时间上仍有过量之处;因为要么由于质料充盈而风吹拂极久,要么由于质料的猝发运动而使风变得狂暴猛烈。他又使历史记载成为其论证的见证:既有那块被风的强力卷至高空、以其固有的重量[坠落]在埃戈斯波塔米河的石头——显然是因为风势减退,无法再长久支撑该石头——此外还有在大彗星出现时发生的地震,以及由相反的风所引发的海啸侵袭,正如在论地震的篇章中将要指明的那样。
- 1.83περὶ δὲ τοῦ πυρώδη τὴν σύστασιν αὐτῶν εἶναι τεκμήριον χρὴ νομίζειν ὅτι σημαίνουσι
介词短语 περὶ δὲ τοῦ... εἶναι 作为置于句首的话题性成分(“关于……一事”)。主句由无人称动词 χρὴ 搭配不定式 νομίζειν 构成,以 ὅτι 引导的名词性从句作为其宾语从句,τεκμήριον 则充当宾语补足语(谓语性宾格,“应当将……视为证据”)。
- 1.83δειδέχθαι κείνοις αὐτὴν ὁδὸν ἐρχομένοισι πνεύματος
在阿拉托斯的引文中,完成时不定式 δειδέχθαι(与 δέχομαι 相关的史诗动词形式)用作祈使性不定式("当等待/预期")。史诗用法中不带冠词的 αὐτὴν ὁδὸν 相当于 τὴν αὐτὴν ὁδόν(“相同的道路”),支配表示同一关系的与格 κείνοις... ἐρχομένοισι(“与行进中的它们[流星]”),属格 πνεύματος 则依附于 ὁδὸν(“风之道”)。
- 1.83τόν τε λίθον τὸν ὑπὸ τῆς βίας τοῦ πνεύματος μετεωρισθέντα * * * τῷ ἐμφύτῳ βάρει
底本在 μετεωρισθέντα 与 τῷ ἐμφύτῳ βάρει 之间标有脱文符号( *),表明此处脱落了一个表示坠落的分词(如 καταπεσόντα,意为“坠下”),即该石头被风卷上天空后因固有的重量落在埃戈斯波塔米河。这一历史例证的构文需结合此脱漏加以理解。
