← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§98.12-99.14

彗星非反射光晕的证据与经文句法释读

约安尼斯·菲洛波庞论述了亚里士多德关于彗星非光晕式反射的论证(344b8),梳理了彗星独立生成与介质纯净等证据,指出了跟随星辰运动的彗星所带来的疑难,并对亚里士多德原文的倒装语序、冗余否定词及标点断句进行了语法疏解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.82#3

τοιοῦτο δέ τι τοῖς ἐπιτηροῦσι καὶ ἐπὶ τῶν ἀπλανῶν φαινόμενον ἔστιν ἰδεῖν, τό τε ἐν μείζονι περιφερείᾳ καὶ τὸ ἐν ἐλάττονι κινούμενον. τοῦτο γὰρ μάλιστα μηνύει μὴ εἶναι ἀνάκλασίν τινα τὸν κομήτην ὡς ἅλω ἐν ὑπεκκαύματι καθαρῷ πρὸς αὐτὸν τὸν ἀστέρα γινομένην, καὶ μὴ ὡς λέγουσιν οἱ περὶ Ἱπποκράτην, πρὸς τὸν ἥλιον, ὅτι καὶ καθ’ ἑαυτὸν γίνεται κομήτης καὶ πολλάκις καὶ πλεονάκις ἢ περὶ τῶν ὡρισμένων τινὰς ἀστέρων. ἐπειδήπερ Ἱπποκράτης ὡς τὴν ἅλω κατὰ ἀνάκλασιν τῶν ὄψεων εἰς τὸν ἥλιον γινομένην, οὕτως ἔλεγε καὶ τοὺς ἀστέρας γίνεσθαι κομήτας ἐκ τῆς ἀναθυμιάσεως ἐπ’ αὐτοὺς ἀνακλωμένης ἡμῶν τῆς ὄψεως, καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης περὶ τῆς κόμης διαλεγόμενος ὑπόδειγμα τὴν ἅλω παρήγαγεν, ἵνα μήτις ἐντεῦθεν ἀληθεύειν Ἱπποκράτην νομίσειεν, ὡς τὴν ἅλω ἐξ ἀνακλάσεως τῶν ὄψεων ἡμῶν ἐπὶ τὸν ἥλιον, οὕτω καὶ τὴν κόμην ἐπὶ τὸν ἀστέρα γίνεσθαι, ἐξ αὐτῶν τῶν νῦν εἰρημένων τὴν ὑπόνοιαν ταύτην ἐλέγχει, λέγω δὲ τοῦ τε ὑπολείπειν τὸν κομήτην πολλάκις καὶ συνίστασθαι καθ’ αὑτὸν ὡς ἐπὶ τὸ πλεῖστον, σπανιώτερον δὲ μετὰ ἀστέρος. εἰ γὰρ ἡ κόμη κατ’ ἀνάκλασιν τῶν 〈ὄψεων〉 ἐπί τινα τῶν ἀστέρων ἐγίνετο, καθάπερ ἅλως ἐπὶ τὸν ἥλιον ἢ τὴν σελήνην, ἀδύνατον ἦν συστῆναί ποτε καθ’ αὑτὸν ἀστέρος χωρίς, ὡς οὐδ’ ἅλω καθ’ αὑτὴν ἡλίου ἢ σελήνης ἐκτός· νυνὶ δὲ πλεονάκις τοῦτο γίνεται. ἔπειτα ἡ μὲν ἅλως ἐν ἀχλυώδει ἀέρι γίνεται, ᾧ προσπίπτουσαι ἡμῶν αἱ ὄψεις ἐπὶ τὸν ἥλιον ἢ τὴν σελήνην ἀνακλῶνται· οἱ δὲ κομῆται ἐν καθαρῷ γίνονται τῷ ὑπεκκαύματι, ὅθεν οὐκ ἔστι γενέσθαι ἀνάκλασιν. πάλιν ἡ ἅλως οὐκ ἀπολιμπάνει τὸν ἥλιον ἢ τὴν σελήνην, ἀλλὰ σύνδρομός ἐστιν ὑφ’ ὅνπερ ἂν αὐτὸν συσταίη, οἱ δὲ κομῆται καὶ ἀπολείπονται. οὐχ ὡς ἡ ἅλως ἄρα κατὰ ἀνάκλασιν, οὕτω καὶ ἡ κόμη γίνεται. εἰ δὲ ἐκ τοῦ μὴ ὑπολείπεσθαι τὴν ἅλω, τὸν δὲ κομήτην ὑπολείπεσθαι τὸ μὴ εἶναι τὸ αὐτὸ πάθος τὴν ἅλω καὶ τὴν κόμην συνήγαγεν, ἀλλ’ ἐπείπερ τὸν ὑπό τινα τῶν ἀστέρων γινόμενον κομήτην οὐχ ὑπολείπεσθαι τοῦ ἀστέρος εἴρηκεν, συνάξειεν ἄν τις τοὐναντίον ἐντεῦθεν ὡς ἓν κατ’ αὐτὸν εἴη πάθος ἡ κόμη τε καὶ ἡ ἅλως. εἰ δὲ τοῦτο ψευδές, οὐκ ἀληθὲς ἂν εἴη τὸ μὴ ὑπολείπεσθαι τοῦ ἀστέρος τὴν γενομένην αὐτῷ κόμην. τὴν λέξιν Ἀριστοτέλους καθ’ ὑπέρθεσιν1 οὕτως ἀναγνωστέον· τοῦτο γὰρ μάλιστα μηνύει μὴ εἶναι ἀνάκλασίν τινα τὸν κομήτην πρὸς αὐτὸν τὸν ἀστέρα γινομένην, ὡς λέγουσιν οἱ περὶ Ἱπποκράτην, ὡς καὶ ἡ ἅλως ἐν ὑπεκκαύματι καθαρῷ πρὸς τὸν ἥλιον· καὶ δῆλον ὅτι πλεονάζει τὸ μή ἐπίρρημα μετὰ τοῦ καί συνδέσμου· ποῖον δὲ τοῦτο, διδάσκων ἐπήγαγεν, ὅτι, φησί, καὶ καθ’ ἑαυτὸν γίνεται πολλάκις κομήτης καὶ πλεονάκις ἢ περὶ τῶν ὡρισμένων τινὰς ἀστέρων, ὑποστιζόντων εἰς τὸ πολλάκις,2 ἵν’ ᾖ τὸ νοούμενον τοιοῦτον· πλεονάκις καθ’ ἑαυτοὺς κομῆται γίνονται ἤπερ περί τινας τῶν ἀπλανῶν ἢ τῶν πλανωμένων ἀστέρων, ὡς εἶπε πρότερον. ὡρισμένους δὲ τούτους ἐκάλεσεν ὡς πρὸς τοὺς κομήτας, ἀστέρας μὲν καὶ αὐτοὺς καλουμένους.

细心观察的人也可以看到,在恒星身上亦显现出某种此类现象,即在大圆周上运动之物与在小圆周上运动之物。“因为这最清楚地表明,彗星并非是在纯净的引火物中向着该星辰自身生成的一种如同光晕般的反射,亦非如希波克拉底派所说的那样向着太阳的[反射],因为彗星亦会独立生成,并且常常如此,甚至比在某些确定的星辰周围生成更为频繁。”因为希波克拉底主张,正如光晕是由于视线向着太阳反射而生成的那样,群星亦是由于我们的视线从呼发物反射到它们身上而成为彗星的,并且亚里士多德自己在讨论彗尾时亦将光晕作为范例引出,为了使人不至于由此以为希波克拉底所言属实——即正如光晕是由于我们的视线向着太阳反射,彗尾亦是如此向着星辰反射生成的——他根据方才所述的这些事实驳斥了这一推测,我指的是彗星常常落后,并且多半是自身独立凝结,而较少伴随星辰这一事实。因为如果彗尾是由于视线向着某颗星辰反射而生成的,正如光晕向着太阳或月亮生成那样,那么它便绝不可能在没有星辰的情况下自身独立凝结,正如光晕在脱离太阳或月亮时亦不能自身独立存在一样;但事实上这种情况却更为频繁地发生。其次,光晕是在多雾的空气中生成的,我们的视线投射在其上并被反射向太阳或月亮;而彗星则是在纯净的引火物中生成的,从那里不可能发生反射。再者,光晕并不离开太阳或月亮,而是在它凝结于其下的那个星体之下同速运行,彗星却亦会落后。因此,并非如光晕是通过反射生成的那样,彗尾亦是如此生成的。然而,如果他根据光晕不落后而彗星落后这一事实,推断出光晕与彗尾并非同一种受动状态,但既然他又说过在某颗星辰之下生成的彗星并不落后于该星辰,有人便可能由此推导出相反的结论,即依照他的看法彗尾与光晕乃是单一的受动状态。但如果这是虚假的,那么在该星辰处生成的彗尾不落后于该星辰一说便亦不会是真实的。亚里士多德的文句必须依倒装法如此阅读:“因为这最清楚地表明,彗星并非是向着该星辰自身生成的一种反射,如希波克拉底派所说,正如光晕在纯净的引火物中向着太阳生成的那样”;显然,否定副词“不”连同连词“与”是多余的。而在指明“这”是何种事物时,他接着说:“因为,”他说,“彗星亦经常自身独立生成,且比在某些确定的星辰周围生成更为频繁”,读者在“经常”处作一顿读,以使理解的意思如下:正如他先前所说,彗星自身独立生成比在恒星或行星周围生成更为频繁。而他将这些星辰称为“确定的”,乃是相对于彗星而言,因为彗星自身亦被称为星辰。

语法注2 条
  1. 1.82καθ’ ὑπέρθεσιν

    表示必须按照倒装法(语序倒置)来阅读该文句的副词短语。它梳理了亚里士多德原文中 ὡς ἅλω ἐν ὑπεκκαύματι καθαρῷ 与 πρὸς αὐτὸν τὸν ἀστέρα γινομένην 之间错综的语序,并将接下来的 καὶ μὴ ὡς λέγουσιν 中的 μὴ 解释为句法上的冗余(πλεονάζει)。

  2. 1.82ὑποστιζόντων εἰς τὸ πολλάκις

    属格独立结构,其隐含的逻辑主语是不特定的读者们。该句指示标点法(punctuation),即在副词 πολλάκις 之后应置一顿号/读点(ὑποστιγμή),从而划定句法界限,使后接的 ἤπερ 仅与 πλεονάκις 搭配,而 让πολλάκις 独立发挥修饰作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:98.12-99.14