← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§100.26-101.18

彗星出现的频率与区域及对银河的引论

注解亚里士多德《气象学》344b36–345a5。在确认相反的风引发海啸之后,阐释了由于天体之热对呼发物的驱散以及质料汇聚于银河,彗星因而不会频繁生成且多出现在回归线之外的原因,并引出了对银河问题的探讨与先人学说的审视。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.84

" Ἐν μὲν γὰρ τῷ κόλπῳ βορέας κατεῖχεν, ἔξω δὲ νότος ἔπνευσε μέγας." Ὅτι δὲ ἡ τῶν ἐπικλυσμῶν αἰτία ἐστί, πάλιν ἐν τῷ περὶ αὐτῶν διδάξει λόγῳ.

“因为在海湾内北风盛行,而在外部则吹起了强烈的南风。” 至于这是海啸的原因,他将在论述它们的篇章中再次予以教明。

§1.85

"Τοῦ δὲ μὴ γίνεσθαι πολλοὺς μηδὲ πολλάκις κομήτας, καὶ μᾶλλον ἐκτὸς τῶν τροπικῶν ἢ ἐντὸς αἴτιος1 ἥ τε τοῦ ἡλίου καὶ τῶν ἄστρων κίνησις, οὐ μόνον ἐκκρίνουσα τὸ θερμόν, ἀλλὰ καὶ διακρίνουσα τὸ συνιστάμενον. μάλιστα δ’ αἴτιον ὅτι τὸ πλεῖστον εἰς τὴν τοῦ γάλακτος ἀθροίζεται χώραν." Καὶ καθόλου ζητεῖ, διὰ τί μὴ συνεχῶς γίνονται κομῆται, καὶ ἰδικώτερον τίνος ἕνεκεν οἱ γινόμενοι μᾶλλον ἐκτὸς τῶν τροπικῶν ἢ ἐντὸς γίνονται. μία δὲ καὶ ἡ αὐτὴ τούτων αἰτία ἐστίν· οὐ μόνον γὰρ ἡ τοῦ ἡλίου καὶ τῶν ἄστρων κίνησις θερμαίνουσα τὰ ὑπὸ σελήνην γεννᾷ τὴν εἰρημένην ἀναθυμίασιν, ἀλλὰ καὶ αὐτὴν ταύτην ἀραιοῖ τῇ ἐπιτάσει τοῦ θερμοῦ καὶ λεπτύνει καὶ διαφορεῖ παντελῶς. εἴπομεν δὲ ὡς πυκνοτέρας ἀναθυμιάσεως χρεία πρὸς κομήτου γένεσιν. εἰ δὲ τοῦτο αἴτιον τοῦ μὴ συνεχῶς ἐκτὸς τροπικῶν γίνεσθαι κομήτας, πολλῷ μᾶλλον μεταξὺ τῶν τροπικῶν οὐ γενήσονται διὰ τὸ δυναστεύειν ἐκεῖ τὸν ἥλιόν τε καὶ τοὺς πλανωμένους. ὅθεν καὶ διακαίεται καὶ ἀοίκητός ἐστιν ἡ ὑπὸ τὸν ἰσημερινὸν καὶ ἡ παρ’ ἑκάτερα γῆ. προστίθησι δὲ καὶ ἄλλην αἰτίαν, ὅτι πολύ, φησί, τῆς τοιαύτης ὕλης εἰς τὴν τοῦ γάλακτος ἀθροίζεται χώραν. εἴτε δὲ καλῶς εἴρηται τοῦτο εἴτε μὴ καλῶς, ἐν τῷ περὶ αὐτοῦ λόγῳ δείξομεν· ἐπειδὴ δὲ ὅλως οἴεται πολὺ τῆς ὕλης τῶν κομητῶν εἰς τὴν τοῦ γάλακτος ἀθροίζεσθαι χώραν, ὡς ὁμοΰλων ἀμφοῖν ὄντων, εἰκότως ἐντεῦθεν ἐγνωσμένης αὐτοῦ τῆς ὕλης2 ἐπὶ τὸν περὶ αὐτοῦ τοῦ γαλαξίου μέτεισι λόγον ζητῶν, ὅπως τε γίνεται καὶ διὰ τίν’ αἰτίαν, καὶ τί ἐστι τὸ γάλα. συνήθως δὲ πάλιν τὰς τῶν παλαιοτέρων περὶ αὐτοῦ δόξας γυμνάζει πρῶτον· τέσσαρας δ’ εἶναι τὰς περὶ τούτου τῶν παλαιῶν φησιν ὑποθέσεις, ὧν ἑκάστην ἐκτίθεται.

“至于彗星不会大量出现也不会频繁出现,并且更多地出现在回归线之外而非之内,其原因在于太阳与诸星的运动,它们不仅分泌热气,而且驱散凝聚之物。而最大的原因则是其大部分聚集在银河的区域中。” 并且他普遍地探究为何彗星不会连续不断地生成,更专门地探究为何生成的彗星更多地出现在回归线之外而非之内。而这两者的原因是同一个:因为太阳与诸星的运动在加热月下诸物时,不仅产生上述的呼发物,而且由于热势的增强,将这一呼发物本身稀疏化、使其微细并完全驱散。而我们说过,彗星的生成需要更为密实的呼发物。如果这是彗星在回归线之外不会连续不断生成的原因,那么在两回归线之间它们就更不会生成了,因为太阳和诸行星在那里占主导地位。由此,赤道之下的土地以及其两侧的土地都被烧焦而无人居住。他又补充了另一个原因,他说,即大量此类质料聚集在银河的区域中。然而这种说法是否恰当,我们将在关于它的论述中予以表明;但由于他大体上认为彗星的大量质料聚集在银河的区域中,将两者视为由同一种质料构成的,因此在此其质料已被认识之后,他理所当然地转向关于银河本身的论述,探究它是如何生成的、由于何种原因,以及银河究竟是什么。并且他照例再次首先审视先人关于它的诸种观点;他说古人关于这一点的假说共有四种,并将它们一一阐述。

语法注2 条
  1. 1.85Τοῦ δὲ μὴ γίνεσθαι πολλοὺς μηδὲ πολλάκις κομήτας, καὶ μᾶλλον ἐκτὸς τῶν τροπικῶν ἢ ἐντὸς αἴτιος

    句首带冠词的属格不定式短语(Τοῦ δὲ μὴ γίνεσθαι...)作表语名词/形容词 αἴτιος 的宾格性属格。句子的主语是后文的 ἥ τε τοῦ ἡλίου καὶ τῶν ἄστρων κίνησις。此外,καὶ μᾶλλον ἐκτὸς τῶν τροπικῶν ἢ ἐντός 同样受 τοῦ γίνεσθαι 的并列统摄,使“彗星不多且不常出现”与“[彗星]更多出现在回归线之外而非之内”两个事态一并由 τοῦ 引导。

  2. 1.85ἐγνωσμένης αὐτοῦ τῆς ὕλης

    由分词 ἐγνωσμένης 与名词 τῆς ὕλης 构成的属格绝对结构。属格代词 αὐτοῦ 指代前文提及的银河(τὸ γάλα / ὁ γαλαξίας),修饰 τῆς ὕλης,意为“在它(银河)的质料已被认识之后”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:100.26-101.18