- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:97.3-98.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波庞提出了柏拉图学派的观点,认为引火物的迟缓出于其自然本性而非外力强迫;他批判了先前注疏家及基于质料浓淡的假说未能合理解释星下彗星何以与星辰同速,进而提出这种同速可能源于周转半径差异所造成的视错觉。
τοῦτο μὲν οὖν προφανές· εἰ δὲ κατὰ τοὺς Πλατωνικοὺς τῇ τῶν στοιχείων ὁλότητι κατὰ φύσιν ἐστὶν ἢ τὸ μένειν ἢ τὸ κύκλῳ κινεῖσθαι, καὶ διὰ τοῦτο τὸ ὑπέκκαυμα κατὰ φύσιν καὶ οὐ βίᾳ κύκλῳ φέρεται, τὸ ἄρα ὑπολείπεσθαι τὸ ὑπέκκαυμα τῆς ἀπλανοῦς ἀπὸ τῆς ἰδίας ἔχει φύσεως1 βραδύτερον αὐτῆς κινούμενον, ὥσπερ καὶ τῶν οὐρανίων οὐκ ἔστιν ἴσα τὰ τάχη, ἀλλὰ δ’ ἄλλων2 τὰ μὲν θᾶττον κινεῖται τὰ δὲ βραδύτερον. μήποτε καὶ ὁ Ἀριστοτέλης ἐμφαίνει τι τοιοῦτον, ἐν οἷς φησι τοιαύτη γὰρ ἡ φορὰ τοῦ κόσμου τοῦ περὶ τὴν γῆν, τουτέστι τοῦ ὑπεκκαύματος καὶ τοῦ μὴ λιμνάζοντος ἀέρος, τὸ μὴ ἰσοδρομεῖν τῷ οὐρανῷ ἀλλ’ ὑπολείπεσθαι. ὥστε οὐ διὰ τὸ συνεφέλκεσθαι βίᾳ τὸ ὑπέκκαυμα τῶν οὐρανίων ὑπολείπεται, ἀλλ’ ὅτι τοιαύτην ἔχει τὴν φύσιν, ἐπείπερ εἰ βίᾳ καὶ παρὰ φύσιν οὕτως ἐκινεῖτο, τὸν πάντα χρόνον ἐν τῷ παρὰ φύσιν ἔμελλεν εἶναι καὶ τοῦ κατὰ φύσιν οὐδέποτε τεύξεσθαι, ὅπερ ἀδύνατον. τοῦτο οὖν ἐστι τὸ αἴτιον καὶ τοῦ ὑπολείπεσθαι τῆς τῶν οὐρανίων κινήσεως τοὺς κομήτας. οὐδὲ γὰρ καθ’ ἑαυτοὺς κινοῦνται· πάθος γάρ ἐστι τοῦ ἀέρος ἢ τοῦ ὑπεκκαύματος· τῷ οὖν τὸ ὑποκείμενον αὐτοῖς ὑπολείπεσθαι τῶν οὐρανίων πᾶσα ἀνάγκη καὶ αὐτοὺς ὑπολείπεσθαι. ἐξ οὗ δῆλον ὅτι μηδὲ ὑπὲρ φύσιν αὐτοῖς ἡ κίνησις, ὡς ἑτέρωθί πού φησι Δαμάσκιος, ὅπερ ἠλέγξαμεν· οὐ γὰρ ἂν ἦν οὕτως εὐπαθής. τοῦτο μὲν οὖν ἱκανῶς εἴρηται· διὰ τί δὲ οἱ κατὰ ἀστέρα τῶν κομητῶν συνιστάμενοι ἰσοδρομοῦσι τῷ ἀστέρι καὶ οὐχ ὑπολείπονται αὐτοῦ, οὔτ’ Ἀριστοτέλης εἴρηκεν οὔτ’ Ἀλέξανδρος, πλὴν ὅτι προσέρριψεν αὐτὸς ἁπλῶς ὁ Ἀλέξανδρος εἰπὼν «ὡς ἂν ἐκείνου〉 τῇ ἀναθυμιάσει τὴν αἰτίαν παρέχοντος’’. ἔδει οὖν αὐτὸν εἰπεῖν πῶς τῇ ἀναθυμιάσει τὴν αἰτίαν παρέχει· ὁ γὰρ Ἀριστοτέλης οὐδὲν εἴρηκεν. ἐντεῦθεν οἶμαί τινα κινούμενον εἰπεῖν ὡς ὁ μὲν κάτω συνιστάμενος κομήτης παχυτέρας ἐστὶν ὕλης ὡς ἐπιμεμιγμένης τοῖς κάτω σώμασιν, ὁ δὲ παρὰ τοῖς ἄστροις γινόμενος ἐκ λεπτοτέρας καὶ πυρώδους ὡς πλησιάζων τοῖς ἄνω· εἰκότως οὖν ὁ μὲν ὑπολείπεται διὰ τὸ βάρος τῆς ὕλης καὶ ἀντιβατικὸν τῷ συνέλκοντι, ὁ δὲ συνέπεται διὰ τὴν λεπτομέρειαν, μηδενὸς ἀντιβαίνοντος τῇ συνώσει τοῦ ἕλκοντος. τοῦτο δὲ πιθανὸν μὲν ἄγαν, ἐπισκοποῦσι δὲ τῶν ὑποκειμένων τὴν φύσιν οὐκ ἀληθὲς εὑρεθήσεται. συνεχῆ γὰρ ὄντα τό τε ὑπέκκαυμα καὶ ὁ μὴ λιμνάζων ἀὴρ καὶ οὐ διεσπασμένην κατὰ μέρη μίαν καὶ συνεχῆ ποιεῖται κίνησιν, εἴτε καθ’ αὑτὸ κινεῖται ἢ ἐν τοῖς οὐρανοῖς συνέλκεται. διὸ καὶ αὐτὰ κυκλίζεται τὰ πάθη, καθὰ καὶ οἱ κομῆται δηλοῦσι, δύνοντές τε καὶ ἀνατέλλοντες πολλάκις ὁμοίως τοῖς ἄστροις. εἰ οὖν οἱ κομῆται πάθος εἰσὶ τοῦ ὑπεκκαύματος, ἄλλοι κατ’ ἄλλο τῶν αὐτοῦ μερῶν συνεχῶν ὄντων γινόμενοι. πῶς οἷόν τε τοῦ ὅλου συνεχοῦς τε ὄντος καὶ μίαν ποιουμένου κίνησιν τὸ μὲν αὐτοῦ μέρος ἰσοδρομεῖν τοῖς οὐρανίοις, τὸ δὲ ὑπολείπεσθαι; ἐπεὶ τοίνυν οὔτε οἱ εἰρημένοι φιλόσοφοι τὸ φαινόμενον ᾐτιολόγησαν οὔτε ὅλως εὑρεῖν τινα τούτου αἰτίαν δεδύνηνται, οἶμαι δεῖν ἐπιτηρῆσαι τὰ πάντα ταῦτα πολλάκις, εἰ οὕτως ὡς ὁ Ἀριστοτέλης εἴρηκεν ἔχει, καὶ εἰ τοῦτο φανείη, πάλιν σκοπεῖν, μήποτε δόκησίς ἐστι καὶ πλάνη τῆς ὄψεως, οὐκ ἀλήθεια τὸ συμβαῖνον· ἴσως γὰρ οἱ τῶν ἀστέρων ὄντες ἐγγὺς κομῆται διὰ τὸ ἐν μεγάλῃ περιφερείᾳ κινεῖσθαι οὐ πολλὴν οὐδὲ διάδηλον ποιούμενοι τὴν ἀπὸ τῶν ἀστέρων κίνησιν3 ἰσοδρομεῖν αὐτοῖς νομίζονται, οἱ δὲ κάτω τοὐναντίον ἐν μικρᾷ περιφερείᾳ κινούμενοι θᾶττον τοὺς ἀστέρας παραλλάττειν δοκοῦσιν, οἷς πρότερον κατὰ μίαν ὑπῆρχον κάθετον.
这固然是显而易见的。但若依柏拉图学派之见,对于元素的全体而言,处于静止或作圆周运动乃是合乎自然的,且正因如此,引火物作圆周运动是合乎自然而非出于强力的,那么引火物落后于恒星天,便出于其自身的自然本性,因为它运动得比恒星天更为迟缓,正如各天体的速度彼此并不相等,而是有的比其他的运动得更快,有的运动得更慢。或许亚里士多德在他所说的“因为环绕大地的世界的位移便是如此”中也暗示了某种此类事物,即引火物与不停滞的空气[的位移]并非与天同速运行而是落后。因此,引火物并非因被强力拖带而落后于天体,而是由于它具有如此的自然本性;因为,如果它是出于强力且违背自然而如此运动的,它便注定在整个时间中都处于违背自然的状态,且永不能获得合乎自然的状态,而这是不可能的。因此,这亦是彗星落后于天体运动的原因。因为它们甚至不是自身独立运动的;因为彗星乃是空气或引火物的一种受动状态。因此,由于它们的基质落后于天体,它们自身亦完全必然落后。由此显然,正如达马斯基奥斯在别处某处所说且被我们驳斥的那样,它们的运动绝非超自然的;因为若如此,它便不会如此易受影响。此事固然已充分说明;但关于为何在某颗星辰处凝结的彗星会与该星辰同速运行而不落后于它,亚里士多德未曾说明,亚历山大亦未曾说明,只是亚历山大自己随口补充了一句说“仿佛那颗[星辰]为呼发物提供了原因”。因此他本应说明它如何为呼发物提供原因;因为亚里士多德什么都没说。由此我想,有人可能会受启发而说:在下方凝结的彗星属于较为粗糙的质料,因为它与下方的物体混杂在一起;而在群星近旁生成的彗星则出于较为微细且火热的质料,因为它接近上方的物体;因而顺理成章地,前者由于质料的沉重以及对一同牵引者的抵抗而落后,后者则由于微细而不抗拒牵引者的推力而跟随。但这虽极具说服力,对于考察基质之自然本性的人而言,却将被发现并非真实。因为引火物与不停滞的空气既然是连续的而非被分割成各部分的,无论是自身运动还是在诸天中被一同牵引,都作单一且连续的运动。正因如此,这些受动状态自身亦作周转运动,正如彗星所表明的那样,它们多次与群星一样下沉并升起。因此,若彗星是引火物的受动状态,在引火物连续的各个不同部分中生成,那么在全体是连续的且作单一运动的情况下,怎么可能它的一部分与天体同速运行,而另一部分却落后呢?因此,既然上述哲学家们既未对该现象给出原因,又完全未能为此找到任何原因,我认为应当多次仔细观察所有这些事情,看看是否正如亚里士多德所说的那样;如果显现确实如此,则应再次考量,所发生的事情是否或许是视力的假象和错觉,而非事实真相。因为或许接近星辰的彗星由于在大圆周上运动,并没有产生巨大或明显的脱离星辰的运动,因而被认为与它们同速运行;而下方的彗星相反,由于在小圆周上运动,显得更快地超过先前与它们位于同一条垂直线上的星辰。
- 1.82τὸ ἄρα ὑπολείπεσθαι τὸ ὑπέκκαυμα τῆς ἀπλανοῦς ἀπὸ τῆς ἰδίας ἔχει φύσεως
带冠词的不定式短语 τὸ ὑπολείπεσθαι τὸ ὑπέκκαυμα τῆς ἀπλανοῦς(“引火物落后于恒星天”)充当动词 ἔχει 的宾语,构成“它[引火物]从其自身的自然本性中具有落后于恒星天[这一属性]”之句式。
- 1.82ἀλλὰ δ’ ἄλλων
抄本与校勘本中的读法(可能源于相互比较的短语 ἄλλα ἄλλων),在此充当相互比较属格,配合 τὰ μὲν ... τὰ δὲ 表示“有的天体相对于其他天体运动得更快,有的更慢”。
- 1.82οὐ πολλὴν οὐδὲ διάδηλον ποιούμενοι τὴν ἀπὸ τῶν ἀστέρων κίνησιν
介词短语 ἀπὸ τῶν ἀστέρων 作定语修饰 κίνησιν(“脱离星辰的位移/运动”),而 πολλὴν 与 διάδηλον 则与 ποιούμενοι 构成表语性修饰,意为“并未使其离开星辰的运动变得很大或显著”。
