- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:95.35-97.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于独立生成的彗星落后于天体运行的论述,注疏者依从亚历山大的学说,解释为环绕大地的火与空气圈层受到天体的强力拖带所致,并通过分析特大彗星在黄道各星座间的运行记录,论证其乃是由于速度较慢而落后,而非以更高速度向前运行。
" Ὅταν μὲν οὖν κατ’ ἀστέρα γένηται ἡ τοιαύτη σύγκρισις, τὴν αὐτὴν ἀνάγκη φαίνεσθαι φορὰν κινούμενον τὸν κομήτην, ἥνπερ φέρεται ὁ ἀστήρ· ὅταν δὲ συστῇ καθ’ αὑτόν, τότε δὴ ὑπολειπόμενοι φαίνονται. τοιαύτη γὰρ ἡ φορὰ τοῦ κόσμου τοῦ περὶ τὴν γῆν. τοῦτο γὰρ μάλιστα μηνύει μὴ εἶναι ἀνάκλασίν τινα τὸν κομήτην ὡς ἅλω ἐν ὑπεκκαύματι καθαρῷ πρὸς αὐτὸν τὸν ἀστέρα γινομένην, καὶ μὴ ὡς λέγουσιν οἱ περὶ Ἱπποκράτην πρὸς τὸν ἥλιον, ὅτι καὶ καθ’ ἑαυτὸν γίνεται κομήτης πολλάκις καὶ πλεονάκις ἢ περὶ τῶν ὡρισμένων τινὰς ἀστέρων." Ἔτι τὴν διαφορὰν τῶν κομητῶν ἀπαγγέλλει, τῶν τε καθ’ αὑτοὺς γινομένων καὶ τῶν ὑπό τινα τῶν ἀστέρων συνισταμένων καὶ αὐτὸν τὸν ἀστέρα ποιούντων κομήτην. οὗτοι μὲν οὖν, φησί, τὴν αὐτὴν φέρονται τῷ ἀστέρι φορὰν καὶ οὐχ ὑπολείπονται τούτου ποτέ. οἱ δὲ καθ’ αὑτοὺς ἀστέρος χωρὶς συνιστάμενοι κομῆται ὑπολείπονται τῆς τῶν οὐρανίων κινήσεως. καὶ τὴν αἰτίαν φησὶν ὁ Ἀλέξανδρος, ὅτι μὴ ἰσοδρομεῖ τοῖς οὐρανίοις ὁ περὶ τὴν γῆν κόσμος οὐδ’ ὁμαλῶς αὐτοῖς ἕπεται, οὐδὲ κατὰ φύσιν οὕτω κινεῖται ἀλλὰ δηλονότι παρὰ φύσιν ὑποσυρόμενος βίᾳ διὰ τὴν τοῦ ἕλκοντος ὑπερβάλλουσαν δύναμιν. ὅπερ καὶ τὸν μέγιστον ὑπομεῖναι κομήτην ἱστόρησεν Ἀριστοτέλης· ὑποθεμένων γὰρ ἡμῶν ὅσον ἐκ τῶν εἰρημένων αὐτῷ τὸν ἥλιον τότε εἶναι ἐν αἰγοκέρωτι, συνόντα δ’ αὐτῷ τὸν κομήτην πρὶν ὀφθῆναι, ὅτε δὲ πρῶτον ἐφάνη, ὑπολελεῖφθαι αὐτὸν ἐν ὑδροχόῳ ἐπὶ τὰ ἑπόμενα (πῶς γὰρ ἂν ἐφάνη μὴ τοῦ ἡλίου ὑπολελειμμένος;) πάλιν δ’ εἰπόντος Ἀριστοτέλους ὅτι ἐπανῆλθε μέχρι ζώνης Ὠρίωνος, ἥτις ὑπὸ τοὺς διδύμους ἐστί, κἀνταῦθα γενόμενος ἐλύθη, συνηγάγομεν ἡμεῖς1 ὑπολειφθῆναι αὐτὸν ζῴδια τέσσαρα, ὑδροχόον, ἰχθῦς, κριόν, ταῦρον. τοσαῦτα οὖν δηλονότι καὶ τῆς κινήσεως ὑπελείφθη τοῦ παντὸς οὐρανοῦ βραδύτερον κινηθείς, ἅτε δὴ βιαίως συνεφελκομένου τῷ οὐρανῷ τοῦ ὑπεκκαύματος, ἐν ᾧπερ ὁ κομήτης ὑπέστη. οὐ γὰρ ἄν τις εἴποι φυσικὸς ἀνήρ “πόθεν γὰρ δῆλον, εἰ μὴ θᾶττον κινηθεὶς ὁ κομήτης τὸν ἥλιον ὑπέδραμεν2 ἐπὶ τὰ ἡγούμενα ζῴδια ὀκτώ, αἰγόκερων, τοξότην, σκορπίον, ἰχθύας, παρθένον, λέοντα, καρκίνον, διδύμους;” πρῶτον μὲν οὖν ὅτι καταγέλαστος ἡ τοσαύτη τοῦ κομήτου ταχυτὴς τῇ ἀπλανεῖ συνεφελκομένου ἅμα τῷ ὑπεκκαύματι· δεύτερον ὅτι παλινδρομῶν ὁ κομήτης ἐν αἰγοκέρωτι ἀφανὴς ἔμελλε γίνεσθαι τῷ ἡλίῳ συνών, παραλλάσσων δὲ τὸν ἥλιον καὶ μετιὼν τὸν τοξότην καὶ σκορπίον περὶ τὴν ἕω φαίνεσθαι μόνην εἰκὸς ἦν· νῦν δὲ μετὰ δύσιν ἡλίου τὸ πρῶτον φανεὶς ἐν ὑδροχόῳ δηλονότι ὢν καὶ μέχρι δύσεως τελείας φαινόμενος μετὰ δύσιν ἔμενεν, ἕως ὑπὸ τὴν ζώνην τοῦ Ὠρίωνος φθάσας ἐλύθη. πρὸς τούτοις τὰ βίᾳ συνεφελκόμενά τινι θᾶττον μὲν κινεῖσθαι τοῦ συνεφέλκοντος ἀδύνατον (οὐδεμίαν γὰρ ἔχει κίνησιν ἰδίαν), ἀλλ’ ἢ ἰσοδρομεῖ τούτῳ, εἰ μηδὲν ἀντιπράττει, ἢ ὑπολείπεται πάντως συνέπεσθαι κατὰ συνέχειαν τῷ ἕλκοντι μὴ δυνάμενον, ὅπερ οἶμαι καὶ ἐπὶ τοῦ εἰρημένου κομήτου γέγονεν. εἰ δ’ ὅλως συνεφέλκεται τῷ οὐρανῷ βιαίως ὁ περὶ γῆν κόσμος, ἀκόλουθον οἶμαι πάντως αὐτὸν καὶ στάσει διαλαμβάνεσθαι καὶ τῇ κινήσει λειπόμενον.
“因此,当此类结合在某颗星辰处生成时,彗星必然显现为以该星辰所运行的同一位移运动;但当它自身独立凝结时,那时它们便显得落后了。因为环绕大地的世界的位移便是如此。这最能表明彗星并非如同在纯净引火物中向着星辰本身生成的类似光晕的某种折射,亦非如希波克拉底派所说的向着太阳生成的折射,因为独立的彗星频繁生成,且比在某些确定的星辰周围生成的更为频繁。” 他进一步传达了彗星之间的差异,即那些自身独立生成的彗星与那些在某颗星辰下方凝结并使该星辰自身成为彗星的彗星。他说,因此,后者以与星辰相同的位移运行,绝不落后于它。而那些不附带星辰、自身独立凝结的彗星,则落后于天体的运动。亚历山大说明了其原因:环绕大地的世界并未与天体同速运行,亦未均匀地跟随它们,且并非依循自然如此运动,而是显而易见违背自然地由于牵引者那压倒性的力量而被强力拖带。亚里士多德亦记载了最大的彗星经历过这一情况。因为从他所言推测,我们假定当时太阳在摩羯座,彗星在被看见之前与太阳同在,而当它初次显现时,它已朝向后继的星座落后在宝瓶座(因为若未落后于太阳,它又怎能显现?);亚里士多德又说它折返直到猎户座的腰带(该腰带在双子座下方),并在到达那里后消散,于是我们推断出它落后了四个黄道星座:宝瓶座、双鱼座、白羊座、金牛座。显而易见,由于彗星在其中成立的引火物被强力带着与天一同周转,彗星运动得更为迟缓,因而相对于全天的运动它同样落后了这许多。因为任何研究自然的人都不会说:“凭什么清楚它不是运动得更快,而在前导的八个星座——即摩羯座、人马座、天蝎座、双鱼座、室女座、狮子座、巨蟹座、双子座——上追赶并超过了太阳呢?”首先,因为彗星在与引火物一同被恒星天牵引的同时具有如此之大的速度,是荒谬可笑的;其次,因为反向运行的彗星在摩羯座与太阳同在,本会隐没不见,而越过太阳并经过人马座和天蝎座,理应只在拂晓前后显现;但实际上,它在日落后初次显现时显见在宝瓶座,并且直到完全沉没都可见,在日落之后持续显现,直至到达猎户座腰带下方才消散。除这些之外,被某物强力牵引之物不可能比牵引它之物运动得更快(因为它们毫无自身的固有运动),而是若无任何抵抗便与其同速运行,或者由于无法持续跟随牵引者而无论如何都会落后——我认为在所言彗星的情形中发生的正属此类。如果环绕大地的世界完全是被天强力牵引的,我认为它必然既被静止所打断,又在运动上落后。
- 1.82ὑποθεμένων γὰρ ἡμῶν ... πάλιν δ’ εἰπόντος Ἀριστοτέλους ... συνηγάγομεν ἡμεῖς
两个独立属格结构(ὑποθεμένων ... ἡμῶν 与 εἰπόντος Ἀριστοτέλους)通过 πάλιν δ’ 形成对照并列,作为主句谓语(συνηγάγομεν ἡμεῖς)的两个推导前提(注疏者自己的设定与亚里士多德本人的陈述)。在前一个独立属格内部,还多层嵌套了关系代词短语、分词短语以及插入的反问句(πῶς γὰρ ἂν ἐφάνη...)。
- 1.82πόθεν γὰρ δῆλον, εἰ μὴ θᾶττον κινηθεὶς ὁ κομήτης τὸν ἥλιον ὑπέδραμεν
引述假想对手的诘难。在修辞性反问 πόθεν δῆλον(“何以见得”)之后,εἰ μή 用于提出一个对立的假设(“难道不是……”或“怎见得不是……”)。θᾶττον κινηθείς 是表示方式的分词,ὑπέδραμεν 支配宾格 τὸν ἥλιον,意为从下方超赶过太阳。
