← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§94.20-95.34

独立彗星与随星彗星的成因及彗尾机制

注解亚里士多德《气象学》344a33,阐明独立生成的彗星与伴随恒星或行星显现的彗星在成因上的差异,通过与光晕的类比及区别(实体燃烧还是折射表象)来解析彗尾现象,并探讨了彗星随星辰移位的表观运动的物理机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.81

" Ὅταν μὲν οὖν ἐν αὐτῷ τῷ κάτω τόπῳ ἡ ἀρχὴ τῆς συστάσεως ᾖ, καθ’ αὑτὸν φαίνεται κομήτης· ὅταν δὲ ὑπὸ τῶν ἀστέρων τινός, ἢ τῶν ἀπλανῶν ἢ τῶν πλανήτων, ὑπὸ τῆς κινήσεως συνιστῆται ἡ ἀναθυμίασις, τότε κομήτης γίνεται τούτων τις· οὐ γὰρ πρὸς αὐτοῖς ἡ κόμη γίνεται τοῖς ἄστροις, ἀλλ’ ὥσπερ αἱ ἅλῳ περὶ τὸν ἥλιον φαίνονται καὶ τὴν σελήνην παρακολουθοῦσαι, καίπερ μεθισταμένων, ὅταν ᾖ πεπυκνωμένος οὕτως ὁ ἀήρ, ὥστε τοῦτο γίνεσθαι τὸ πάθος ὑπὸ τὴν τοῦ ἡλίου πορείαν, οὕτω καὶ ἡ κόμη τοῖς ἄστροις οἷον ἅλως ἐστί. πλὴν ἡ μὲν γίνεται δι’ ἀνάκλασιν τοιαύτη τὴν χρόαν, ἐκεῖ δ’ ἐπ’ αὐτῶν τὸ χρῶμα φαινόμενον ἐστιν." Ἐπειδὴ κομῆται γίνονται καὶ χωρὶς ἀστέρων καὶ τῶν ἀστέρων τινὲς οὐ μόνον τῶν πλανωμένων ἀλλὰ καὶ τῶν ἀπλανῶν, τὴν διαφορὰν αὐτῶν ἐν τούτοις παραδίδωσιν. ὅταν μὲν οὖν, φησίν, ἡ εἰρημένη ἀναθυμίασις ἐν τῷ κάτω τόπῳ συστῇ μὴ πλησιάζουσα τοῖς ἄστροις, αὐτὴ καθ’ αὑτὴν χωρὶς ἀστέρος τὸν εἰρημένον τρόπον γίνεται κομήτης· ἀλλ’ ἐπειδὴ καὶ οἱ ἀστέρες τῇ κινήσει τῇ ἑαυτῶν ἀναθυμίασιν εἰς ἑαυτοὺς ἕλκουσι τοιαύτην, ὅταν συμβῇ ταύτην τὴν ἀναθυμίασιν διὰ τὰς εἰρημένας αἰτίας ἐξάπτεσθαι, κομήτης ὁ ἀστὴρ γεγονέναι δοκεῖ. δυνατὸν δὲ καὶ πλησίον μὲν τοῦ ἄνω σώματος συστῆναι ὕλην, μὴ ἔχειν δὲ κατὰ κάθετον αὐτὴν τῶν ἀστέρων τινά, καὶ πάλιν καθ’ αὑτὸν γενέσθαι κομήτην. εἰ δὲ ὑποκαίοιτό τινι τῶν ἀστέρων ὑπὸ μίαν κάθετον ἡ τοιαύτη ἀναθυμίασις, οὐκ ἐξισχύουσα ἡ ὄψις ἡμῶν τῇ διακρίσει ταύτης καὶ τοῦ ἀστέρος ἐπιβαλεῖν τῷ μεταξὺ διαστήματι1 ἐν ἑνὶ καὶ τῷ αὐτῷ ἐπιπέδῳ τὸν ἀστέρα καὶ τὴν κόμην εἶναι νομίζει· διὸ κομήτην τὸν ἀστέρα γεγονέναι φαντάζεται. τὸ δ’ ἀληθὲς οὐχ οὕτως ἔχει, φησίν· οὐ γὰρ πρὸς αὐτοῖς ἡ κόμη γίνεται τοῖς ἄστροις, ἀλλὰ κατωτέρω μὲν πολύ, ὑπ’ αὐτὰ δ’ ὅμως. καὶ τούτου τίθησιν ὑπόδειγμα τὴν ἅλω τὴν συνισταμένην περὶ τὸν ἥλιον καὶ τὴν σελήνην, καίτοι μηδέπω τοῦτο δείξας ὅπως ἔχει. ὥσπερ οὖν αἱ ἅλῳ δοκοῦσι μὲν ἐν τῷ αὐτῷ ἐπιπέδῳ εἶναι τῷ ἡλίῳ τυχὸν ἢ τῇ σελήνῃ, οὐκ ἐν τούτοις δ’ εἰσὶν ἀλλ’ ὑπ’ αὐτοῖς, οὕτω καὶ ἐπὶ τῆς κόμης τῆς συνισταμένης ὑπό τινα τῶν ἀστέρων γίνεται. μία μὲν οὖν αὕτη κοινωνία ἐστὶν ἀμφοτέρων, τῆς ἅλω τε καὶ τῆς κόμης· καὶ ἑτέραν δὲ λέγει διότι συγκινοῦνται καὶ αἱ ἅλῳ τῷ ἡλίῳ καὶ τῇ σελήνῃ καὶ ἡ κόμη τοῖς ἄστροις. διαφέρουσι δὲ ὅτι ἡ μὲν ἅλως ἐξ ἀνακλάσεως τῶν ὄψεων ἀπὸ τοῦ νέφους ἐπὶ τὸν ἥλιον ἢ τὴν σελήνην γενομένη οὐχ ὕπαρξιν ἀλλ’ ἔμφασιν ἔχει καὶ μόνην τοῦ χρώματος, ἡ δὲ κόμη τοιοῦτον ἔχει τὸ χρῶμα, οἷον καὶ φαίνεται· τῆς γὰρ ὑποκειμένης ὕλης ἐστὶν ἔξαψις. τί δὲ τὸ αἴτιον τοῦ συμμεθίστασθαι δοκεῖν καὶ τὴν ἅλω τῇ σελήνῃ τε καὶ τῷ ἡλίῳ καὶ τὴν κόμην τῷ ἀστέρι τούτῳ οὗπέρ ἐστι κόμη; τὸ πεπυκνῶσθαι, φησίν, ὁμοίως τὸν ἀέρα πανταχοῦ, καὶ διὰ τοῦτο ἐξ ἑκάστου μέρους αὐτοῦ τὴν ἴσην ἀνάκλασιν τὰς ὄψεις ἡμῶν δυνατὸν ποιεῖσθαι. καὶ τοῦτό ἐστιν ὅπερ εἶπεν ὥστε τοῦτο γίνεσθαι τὸ πάθος ὑπὸ τὴν τοῦ ἡλίου πορείαν, ὅπερ καὶ ἐπὶ τῆς κόμης. εἴπερ γὰρ ἡ ἀναθυμίασις ὁμαλὴς ἦν καὶ πανταχοῦ, οὐδὲν κωλύει σβέννυσθαι μὲν ἀφ’ ἧς ὁ ἀστὴρ μετέστη, ἐξάπτεσθαι δὲ ἄλλην τῇ κινήσει αὐτοῦ εἰς ἣν μεταβέβηκεν, εἰ ἀληθεύει λέγων ὑπὸ τῆς κινήσεως τῶν ἀπλανῶν τινος ἢ τῶν πλανωμένων συνίστασθαι τὴν ἀναθυμίασιν. μήποτε οὖν ἐκεῖνό ἐστιν ἀληθὲς ὡς2 εἰ τοῖς οὐρανίοις συμπεριάγεται τὸ ὑπέκκαυμα καὶ πολὺ τοῦ ὑπ’ αὐτὸ ἀέρος, ὁ δὲ κομήτης ὑπόστασίς ἐστι καὶ πάθος τοῦ συγκινουμένου τῷ παντὶ ἀέρος, εἰκότως συμπεριάγεται τοῖς σώμασιν ὧν ἐστι πάθος, οὐ κινεῖται· καὶ ὁ ἀστὴρ οὐ συνεφέλκει τὴν κόμην, ἀλλ’ ἡ ἀπλανὴς τὸ ὑπέκκαυμα καὶ μετὰ τοῦ συστάντος ἐν αὐτοῖς πάθους καὶ αὐτὸν συνεφέλκει τὸν ἀέρα.

“因此,当凝结的起点在下方的场所本身之中时,便作为独立的彗星显现;而当蒸发物是在某颗星辰(无论是恒星还是行星)的运动之下凝结时,这些星辰中的某颗便成为彗星。因为彗尾并不是紧挨着星辰本身生成的,而是正如日晕与月晕在太阳与月亮周围显现并跟随着它们(尽管它们在移位),当空气浓密到足以在太阳的行进之下生成这种受动时那样,彗尾之于星辰亦犹如光晕。只是前者因反射而在色泽上成其为如此,而在后者那里,所见之颜色则实存于其自身之上。” 由于彗星的生成既有不附带星辰的,亦有作为星辰(不仅是行星,还有恒星)的某些者,他便在这些文句中传授它们之间的差异。他说,因此,当所言的蒸发物在下方场所凝结而未临近星辰时,它便自身独立地按所言方式成为没有星辰的彗星;但由于星辰亦凭自身的运动将此类蒸发物吸向自身,当因所言原因碰巧使该蒸发物着火时,该星辰便看似成了彗星。但亦有可能质料虽在上界物体附近凝结,但在同一垂直线上并无任何星辰,从而再次成为独立的彗星。但若此类蒸发物在单一一根垂直线之下于某星下方燃烧,我们的视线无法把握它与星辰之间的区分以及其中间的间距,便认为星辰与彗尾在同一平面上;因而形成该星辰已成彗星的表象。他说,但真相并非如此;因为彗尾并非紧贴着星辰本身生成,而是低得多,不过是在它们正下方。他举出在太阳与月亮周围凝结的光晕作为此事的实例,尽管他尚未阐明其机制如何。因此,正如光晕看似与太阳或月亮处于同一平面,但并非存在于它们之中而是存在于其下方,在某颗星辰下方凝结的彗尾处亦是同样发生。这便是两者(即光晕与彗尾)的一个共同点;他还说明了另一个共同点,即光晕亦随太阳和月亮一同运动,彗尾亦随星辰一同运动。但二者的区别在于,光晕是由于视线从云层反射向太阳或月亮而生成的,因而不具有实际存有,而仅仅具有颜色的显现,彗尾所具有的颜色则与其所显现的完全一致;因为它是底层质料的着火。那么,光晕看似随月亮和太阳一同移位、彗尾看似随它所属的星辰一同移位的原因何在呢?他说,乃是因为空气在各处同样浓密,正因如此,我们的视线有可能从它的每个部分做出相等的反射。这也就是他所说的“足以在太阳的行进之下生成这种受动”,在彗尾的情形中亦同样如此。因为如果蒸发物是均匀且遍布各处的,那么在星辰移开之处熄灭,而在其移入之处另有〔蒸发物〕因其运动而着火,这便毫无妨碍——如果他所说的“蒸发物是由恒星或行星的运动凝结而成”当真属实的话。或者难道那一说法才是真的:如果引火物及其下方的大量空气随着天体一同周转,而彗星乃是随全天一同运动的空气的存立与受动,那么它自然便随着作为其受动之承载者的物体一同周转,而非自身运动;而且并非星辰牵引着彗尾,而是恒星天带动着引火物,并连同在其中凝结的受动一道,带动着空气本身?

语法注2 条
  1. 1.81οὐκ ἐξισχύουσα ἡ ὄψις ἡμῶν τῇ διακρίσει ταύτης καὶ τοῦ ἀστέρος ἐπιβαλεῖν τῷ μεταξὺ διαστήματι

    不定式 ἐπιβαλεῖν(把握、投射于)支配与格 τῷ μεταξὺ διαστήματι(中间的间距)。前置的与格短语 τῇ διακρίσει ταύτης καὶ τοῦ ἀστέρος(这与星辰的区分)既可与间距并列作为把握的对象,亦可作方面/方式与格(“在区分这与星辰方面”),整体结构表明视力无力辨别二者的区别及纵深间距。

  2. 1.81μήποτε οὖν ἐκεῖνό ἐστιν ἀληθὲς ὡς

    μήποτε 配合直陈式动词,用于引出委婉的断定、假设或推测性疑问(“难道不是……吗”、“抑或……才是真实的”)。指示代词 ἐκεῖνο 先行引出后续 ὡς 引导的同位从句(“即……”),构成了菲洛波庞对亚里士多德字面解释(星辰自身运动引燃)提出审慎替代假说(月下空气随天球整体周转)的句法骨架。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:94.20-95.34