← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§9.19-10.17

作为气象学前提的先行著作原理与元素论

斐洛波诺斯阐明,亚里士多德在进入气象学核心探究之前,首先重申了此前在《论天》与《论生成与消灭》中已证明的前提(五种元素、各自的运动与层次、不存在虚空),以此作为气象现象的质料因和动力因的基石。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.7

" Ὧδε οὖν ἀρξάμενοι λέγωμεν περὶ αὐτῶν πρῶτον. ἐπειδὴ γὰρ διώρισται πρότερον ἡμῖν μία μὲν ἀρχὴ τῶν σωμάτων, ἐξ ὧν συνέστηκεν ἡ τῶν ἐγκυκλίως φερομένων σωμάτων φύσις, ἄλλα δὲ τέτταρα σώματα διὰ τὰς τέτταρας ἀρχάς, καὶ τὰ ἑξῆς." Ἀφορισάμενος τὸν σκοπὸν τῆς παρούσης πραγματείας, πρὶν εἰς τὴν περὶ αὐτῶν τῶν ζητουμένων ἐμβάλῃ θεωρίαν, ὑπομιμνῄσκει πρότερον ἡμᾶς τῶν ἐν τῇ Περὶ οὐρανοῦ καὶ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς εἰρημένων [ἃ] καὶ ἀρχὰς ἐκεῖνα ποιεῖται τῶν λεχθῆναι μελλόντων. εὑρήσει γὰρ δι’ αὐτῶν τήν τε ὕλην τῶν ἐν τοῖς μετεώροις παθῶν καὶ τὸ ποιητικὸν αἴτιον· τούτων γὰρ ἐν τῇ προκειμένῃ θεωρίᾳ χρῄζει καὶ μόνων. τίνα οὖν ἐστι τὰ ἐν ἐκείνοις προειλημμένα; ὅτι πέντε εἰσὶ τοῦ κόσμου παντὸς τὰ στοιχεῖα, τέσσαρα μὲν τῶν ὑπὸ σελήνην, πῦρ, ἀήρ, ὕδωρ καὶ γῆ, ἕτερον δὲ παρὰ ταῦτα τὸ πέμπτον τῶν οὐρανίων. ἁπλᾶ γὰρ ἐκεῖνα πάντα τὴν φύσιν εἶναι βούλεται τὴν σύνθεσιν ἐξ ἀσωμάτων ὕλης καὶ εἴδους ἔχοντα, † εἰ καὶ μηδὲ τὰ τοιαῦτα· ὑπόκειται μὲν γὰρ αὐτοῖς τὸ πέμπτον στοιχεῖον, εἴδη δὲ τούτῳ συνιόντα διάφορα κατ’ ἄλλο καὶ ἄλλο μέρος αὐτοῦ τὴν τῶν ἐγκυκλίων σωμάτων διαφορὰν ἀπειργάσατο, σελήνης, ἡλίου καὶ τῶν λοιπῶν. περὶ δὲ τῶν στοιχείων τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων ὅτι τέσσαρα μόνα ἐστὶ καὶ οὔτε πλείονα τούτων οὔτε ἐλάττονα, ἐκ τῶν τεσσάρων ἀρχῶν θερμοῦ τε καὶ ψυχροῦ, ξηροῦ τε καὶ ὑγροῦ (αὗται γὰρ τῶν στοιχείων αἱ ἀρχαί) ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς συνελογίσατο, ὅτι ἡ τούτων τῶν τεσσάρων ἀρχῶν συμπλοκὴ τέσσαρα καὶ μόνα γεγέννηκεν.1 ὅτι δὲ τῶν τεσσάρων διπλῆ ἡ κίνησις, ἥ τε ἀπὸ τοῦ μέσου καὶ ἡ ἐπὶ τὸ μέσον, καὶ τοῦτο λαμβάνει νῦν ὁμολογούμενον, ὡς ἐν τοῖς Περὶ οὐρανοῦ δεδειγμένον· καὶ ὅτι πᾶσι μὲν ἐπιπολάζει τὸ πάντων κουφότατον, ὑφίσταται δὲ πᾶσιν ἡ γῆ τὸ πάντων βαρύτατον, μέσα δὲ τούτων τὰ λοιπὰ δύο, ὕδωρ μὲν τῇ γῇ πλησιάζον ὡς ἧττον αὐτῆς βαρύ, ἀὴρ δὲ τῷ πυρὶ ὡς ἧττον αὐτοῦ κοῦφος. καὶ ἐπειδὴ δέδεικται μηδὲν εἶναι κενόν, δῆλον ὡς ἅπτεται τοῦ κυκλοφορουμένου σώματος ἡ τοῦ πυρὸς οὐσία, τοῦ δὲ πυρὸς ὁ ἀὴρ καὶ τούτου τὸ ὕδωρ καὶ τοῦ ὕδατος ἡ γῆ, κενοῦ μηδενὸς ἀπολειφθέντος ἐν μέσῳ. τὰ οὖν ἐν τούτῳ τῷ ὑπὸ σελήνην κόσμῳ γινόμενα πάθη πόθεν συμβαίνουσι, τὸ προκείμενον ζητεῖ βιβλίον, τήν τε ὕλην αὐτῶν καὶ τὸ ποιητικὸν αἴτιον.

“因此,我们从这里开始,首先讨论它们。因为,既然构成圆周运动物体本性的物体之单一原理,以及由于四种原理而来的其他四种物体,先前已由我们界定,等等。” 在界定了本论著的目标之后,在进入对探究对象本身的考察之前,他首先提醒我们注意在《论天》和《论生成与消灭》中所论述的内容,并将那些内容作为即将论述之事的原理。因为通过它们,他将找出气象受动的质料因和动力因;因为在当前的考察中,他所需要的正是这些且仅仅是这些。那么,在那些论著中预先假定的是什么呢?即整个宇宙的元素有五种:四种属于月下界,即火、气、水、土;而在这之外还有另一种,即第五种,属于天体。因为他认为所有那些天体在本性上都是单一的,具有由非物体的质料和形式构成的复合结构[……];因为第五种元素是它们的底层基质,而不同的形式在其不同部分与它结合,造就了圆周运动物体的多样性,即月亮、太阳及其他天体。至于处于生成与消灭之中的物体的元素,他在《论生成与消灭》中根据四种原理——冷与热、干与湿(因为这些是元素的原理)——推论出它们只有四种,既不多于也不少于此,因为这四种原理的交织仅生成了四种元素。此外,这四种元素的运动是双重的,即离开中心的运动和朝向中心的运动,他现在也将其作为公认的前提采纳,因为这已在《论天》中得到了证明;并且,万物中最轻的浮于一切之上,而作为万物中最重之物的土则居于一切之下,其余两者位于它们中间,水靠近土,因其不如土重,而气靠近火,因其不如火轻。而且,既然已经证明没有任何虚空,显而易见,火的实体接触着作圆周运动的物体,气接触火,水接触气,土接触水,中间未留有任何虚空。因此,当前的著作探究在这个月下宇宙中所发生的受动从何产生,即它们的质料因与动力因。

语法注1 条
  1. 1.7περὶ δὲ τῶν στοιχείων τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων ὅτι τέσσαρα μόνα ἐστὶ καὶ οὔτε πλείονα τούτων οὔτε ἐλάττονα, ἐκ τῶν τεσσάρων ἀρχῶν ... συνελογίσατο, ὅτι ἡ τούτων τῶν τεσσάρων ἀρχῶν συμπλοκὴ τέσσαρα καὶ μόνα γεγέννηκεν

    句首的介词短语 περὶ δὲ τῶν στοιχείων... 是一个标示主题的先行前置结构(prolepsis),与随后的 ὅτι 从句(ὅτι τέσσαρα μόνα ἐστὶ...)在意义上联动,预告主动词 συνελογίσατο 的内容。其后又紧跟另一个说明推论根据的 ὅτι 从句(ὅτι ἡ τούτων...),构成了双重从属分句的复合结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:9.19-10.17