← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§7.33-9.18

质疑的意义与凝结现象及生物研究的范围

针对亚里士多德将气象现象区分为存疑之事与可在某种程度上把握之事,斐洛庞诺斯赞扬了他谦逊的哲学态度,继而梳理了因凝结而生的周期性受动(雪、霜、雹、冰),并探讨了作为自然学最终阶段的动植物研究范围以及“所指引的方式”的真实意涵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4

" Ἐν οἷς τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθά τινα τρόπον." Φιλόσοφον τοῦ Ἀριστοτέλους τὸ ἦθος καὶ φιλάληθες· οὐ γὰρ ἀπαυθαδιάζεται τούτων ἑκάστου τὰς αἰτίας ἀποδείξειν ἐπαγγελλόμενος, ἀλλὰ περὶ τινων μὲν ἀπορήσομεν, φησί, καὶ μόνον, λέγειν σὺν ἀποδείξει τὰς αἰτίας οὐκ ἔχοντες· εἰ γὰρ καὶ ἐπιστῆσαι ταύταις οὐκ ἔχομεν, ἀλλ’ οὐκ ἄχρηστον περὶ αὐτῶν ἀπορεῖν. ὁδὸς γὰρ εἰς εὐπορίαν τῶν ζητουμένων ἡ περὶ αὐτῶν ἀπορία· αὐτὸ γὰρ τὸ τοῖς ἀμφισβητουμένοις ἐφιστάνειν1 ἤτοι ἀρχὴν τῆς εὑρέσεως δίδωσιν ἢ αὐτό γε τοῦτο τὸ γινώσκειν ὡς οὐκ ἴσμεν τὸ προκείμενον ἐξεπαίδευσε καὶ τὴν διπλῆν νοσεῖν οὐ συνεχώρησεν ἄγνοιαν. μέχρι γὰρ νῦν πολλῶν ἐν τοῖς μετεώροις συμβαινόντων τὰς αἰτίας εὑρεῖν ἀκριβῶς οὐκ ἔστιν, οἷον πῶς ἶρις γίνεται, πόθεν ἡ ἐπὶ τὰ πλάγια τῶν ἀνέμων κίνησις, πόθεν τὸ τοῦ γαλαξίου χρῶμα· καὶ ταῦτα δείξομεν ἐκεῖσε γινόμενοι. τῶν δέ, φησίν, ἐφαπτόμεθά τινα τρόπον, τουτέστι τὸν περὶ αὐτῶν εὐθίκτως λόγον ἀποδίδομεν, οἱονεὶ τῆς οὐσίας αὐτῶν θιγγάνοντες, ὅσα ἐστὶ τὰ περὶ τῆς τῶν νεφῶν συστάσεως, περὶ ὑετῶν καὶ βροντῶν καὶ ἀστραπῶν καὶ χαλάζης καὶ τῶν τοιούτων. ἐγὼ δ’ οἶμαι καὶ τοῦτο μετριάζων εἴρηκεν ἐφαπτόμεθά τινα τρόπον λέγων, τουτέστιν οὐ διὰ βάθους χωροῦμεν, ἀλλ’ οἷον ἐπιπολῆς αὐτῶν ἁπτόμεθα. καὶ γὰρ εἰ μὴ τὸ ἀκριβὲς περὶ τούτων λέγειν ἐνδέχεται, ἀλλ’ οὐκ ἀνεννόητοι παντελῶς αὐτῶν ἐσόμεθα τῆς γενέσεως ἐπιπολῆς αὐτῶν ἁπτόμενοι.

“在这些事物中,有些我们感到困惑,而另一些我们则以某种方式把握。” 亚里士多德的品性是充满哲思且热爱真理的;因为他并没有傲慢地许诺要证明其中每一项的原因,而是说对于某些事物,我们仅仅提出困惑,而无法伴随证明来说明其原因。即使我们无法对它们确切认识,就它们提出困惑也并非毫无用处;因为对探究对象的困惑,正是通向顺畅解决之途。事实上,对有争议的事物给予关注本身,要么提供了发现的开端,要么至少教导了我们认识到自己并不知晓所提出的问题,从而未让我们患上双重无知。因为直到今天,对于气象中发生的许多事情,仍然不可能准确地找出其原因,例如虹是如何产生的,风的侧向运动源自何处,银河的颜色源自何处;当我们讲到彼处时也将指明这些。他说“而另一些事物我们则以某种方式把握”,也就是说,我们对它们给出了切中的解释,犹如触碰到了它们的本质,诸如关于云的凝聚、关于雨、雷、电、雹以及此类事物的论述。但我认为,他说“以某种方式把握”也是出于谦逊;也就是说,我们并非深入其深处,而是犹如在表面上触及它们。因为即便无法关于它们说出精确的道理,但通过在表面上触及它们的生成,我们也不至于对它们完全一无所知。

§1.5

"Ἔτι δὲ περὶ κεραυνῶν πτώσεως καὶ τυφώνων καὶ πρηστήρων καὶ τῶν ἄλλων τῶν ἐγκυκλίων, ὅσα διὰ πῆξιν συμβαίνει πάθη τῶν αὐτῶν σωμάτων τούτων." Ζητήσει γάρ, τί τούτων ἐστὶν ἕκαστον καὶ τὰς διαφορὰς αὐτῶν καὶ τῆς γενέσεως τὰς αἰτίας. πτώσεως δὲ κεραυνῶν φησιν, ἐπειδὴ βίαιος αὐτῶν ἡ κάτω φορὰ καὶ οἱονεὶ τῆς κατὰ φύσιν ὀλισθανόντων ἕδρας. καὶ τῶν ἄλλων, φησί, τῶν ἐγκυκλίων, τουτέστι τῶν κατὰ κύκλον ἐτήσιον γινομένων, ἃ διὰ πῆξιν γίνεται, φησί, τῶν αὐτῶν τούτων σωμάτων, περὶ ὧν δηλονότι προσεχῶς εἶπεν, ὕδατος καὶ ἀέρος. οὐ τοὺς κεραυνοὺς δέ φησι καὶ τυφῶνας καὶ πρηστῆρας πήξει γενέσθαι, ἀλλὰ τῶν ἄλλων ἐγκυκλίων, ὅσα διὰ πῆξιν γίνεται·2 διασταλτέον γὰρ ἐκείνων ταῦτα. τινὰ γὰρ τῶν ἐγκυκλίων διὰ πῆξιν γίνεται, ἀέρος μὲν χιὼν πάχνη, ὕδατος δὲ χάλαζα κρύσταλλος. εἰ μὲν γὰρ ἐν τῷ μετεώρῳ παγείη τὸ ὕδωρ, χάλαζα γίνεται, εἰ δὲ κάτω, κρύσταλλος· πάλιν ὁ ἀὴρ ἄνω μὲν πηγνύμενος χιὼν γίνεται, κάτω δὲ πάχνη.

“此外,还关于霹雳的降落、狂风、火风暴以及其他周期性现象,凡是通过这些相同物体的凝结而发生的各种受动。” 因为他将探究这些现象中的每一种是什么、它们的差异以及它们生成的起因。他说霹雳的“降落”,是因为它们向下的运动是强力的,并且仿佛是从其本性的处所滑落一样。他说“以及其他周期性现象”,即按照年度循环而发生的现象,他说这些现象是由于这些相同物体——显然是指他刚才所说的水和气——的凝结而产生的。但他并不是说霹雳、狂风和火风暴是由凝结产生的,而是指其他周期性现象中通过凝结而产生的那些;因为必须将后者与前者区别开来。因为某些周期性现象是通过凝结产生的:气凝结产生雪和白霜,水凝结产生雹和冰。如果水在高空凝结,就变成雹,若在下方,则变成冰;同样,气在上方凝结变成雪,在下方则变成白霜。

§1.6

"Διελθόντες δὲ περὶ τούτων θεωρήσομεν εἴ τι δυνάμεθα κατὰ τὸν ὑφηγημένον τρόπον3 ἀποδοῦναι περὶ ζῴων καὶ φυτῶν, καθόλου τε καὶ χωρίς· σχεδὸν γὰρ τούτων ῥηθέντων τέλος ἂν εἴη γεγονὸς τῆς ἐξ ἀρχῆς ἡμῖν προαιρέσεως ἁπάσης." Μετὰ γὰρ τὰ μετεωρολογικὰ ἡ περὶ ζῴων καὶ φυτῶν λείπεται θεωρία· περὶ γὰρ μετάλλων ἐν τῷ τετάρτῳ τῶν προκειμένων ἐδίδαξε· καὶ οὕτω λοιπὸν ὁ προτεθεὶς ἡμῖν περὶ τῆς τῶν φυσικῶν θεωρίας σκοπὸς τέλος εἴληφε. διδάξομεν δὲ καὶ περὶ τούτων, φησί, κατὰ τὸν ὑφηγημένον τρόπον. ὁ μὲν οὖν Ἀλέξανδρος ὑφηγημένον φησὶ τρόπον, ὅτι μὴ ἱστορίαν τινὰ παρέδωκεν ἐν τοῖς πρὸ τούτου ψιλήν, ἀλλὰ μετὰ τοῦ τὰς οἰκείας αἰτίας ἑκάστου τῶν λεγομένων πιστοῦσθαι καὶ μετὰ ἀποδείξεως τὴν περὶ αὐτῶν ποιεῖσθαι θεωρίαν. οὕτως οὖν ἀξιοῖ, φησὶν ὁ Ἀλέξανδρος, καὶ τὸν περὶ τῶν ῥηθησομένων γίνεσθαι λόγον. ἐγὼ δὲ νομίζω κατὰ τὸν ὑφηγημένον λέγειν τρόπον, ὃν ἀρτίως ὑφηγήσατο, τὸν ἐπιεικῆ καὶ φιλόσοφον, “ἐν οἷς τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθά τινα τρόπον”. τῷ γὰρ περὶ τούτων θεωρήσομεν προστεθὲν τὸ εἴ τι δυνάμεθα τοῦτο μᾶλλον ἐμφαίνει. περὶ ζῴων καὶ φυτῶν καθόλου τε καὶ χωρὶς ἐπαγγέλλεται διδάσκειν· κοινὴν μὲν γὰρ ἔχει περὶ ζῴων θεωρίαν ἡ Περὶ ζῴων ἱστορίας αὐτοῦ πραγματεία, ἡ Περὶ ζῴων γενέσεως, ἡ Περὶ ζῴων μορίων πορείας τε τούτων καὶ κινήσεως, ἡ Περὶ ψυχῆς, ἡ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν, ἡ Περὶ ὕπνου καὶ ἐγρηγόρσεως, ἰδίᾳ δὲ καὶ κεχωρισμένη ἡ Περὶ μνήμης καὶ ἀναμνήσεως καὶ τῆς καθ’ ὕπνον μαντικῆς· ταῦτα γὰρ ἀνθρώποις ἁρμόζει καὶ μόνοις.

“在讨论了这些之后,我们将考察是否能够按照所指引的方式,就动物和植物普遍地以及个别地给出说明;因为一旦论述了这些,我们最初的全部意图几乎就算达到了终点。” 因为在气象事物之后,剩下的便是关于动物和植物的考察;至于矿物,他已在当前论著的第四卷中讲授过了;这样一来,我们所设立的关于自然事物的考察目标便达到了终点。他说,我们也将“按照所指引的方式”讲授这些事物。亚历山大说,“所指引的方式”是指他在之前的著作中所传授的并非某种单纯的叙述,而是在确证所言各事的本己原因的同时,伴随着证明来进行关于它们的考察。亚历山大说,因此他认为关于即将论及的事物的论述也应当如此进行。但我认为,“按照所指引的方式”是指他方才指引的那种适度而具哲学意味的方式,即“在这些事物中,有些我们感到困惑,而另一些我们则以某种方式把握”。因为在“关于这些我们将考察”之后加上“是否能够”,更能表明这一点。他许诺“普遍地以及个别地”讲授动物和植物;因为包含关于动物的共同考察的有他的《动物志》、《动物生成论》、《动物部分论》以及关于它们的行进与运动的著作、《论灵魂》、《论感觉与感觉对象》、《论睡眠与清醒》,而专门且分别的则是《论记忆与回忆》以及《论梦中占卜》;因为这些仅适合于人类。

语法注3 条
  1. 1.4αὐτὸ γὰρ τὸ τοῖς ἀμφισβητουμένοις ἐφιστάνειν

    名词化不定式短语 αὐτὸ τὸ ... ἐφιστάνειν 作整个句子的主语。与格 τοῖς ἀμφισβητουμένοις 由复合动词 ἐφιστάναι(留心、考察)所支配。随后的关联词 ἤτοι ... ἢ ... 连接了两个并列的谓语部分(ἀρχὴν ... δίδωσιν 与 αὐτό γε τοῦτο ... ἐξεπαίδευσε)。

  2. 1.5οὐ τοὺς κεραυνοὺς δέ φησι καὶ τυφῶνας καὶ πρηστῆρας πήξει γενέσθαι, ἀλλὰ τῶν ἄλλων ἐγκυκλίων, ὅσα διὰ πῆξιν γίνεται

    在对比句式 οὐ ... ἀλλά ... 中,前半句使用了带不定式的宾格结构(τοὺς κεραυνοὺς ... πήξει γενέσθαι),而后半句则由带有部分属格先行词 τῶν ἄλλων ἐγκυκλίων 的关系代词从句 ὅσα διὰ πῆξιν γίνεται 构成对比,需补出省略的 γενέσθαι 或 λέγει。

  3. 1.6κατὰ τὸν ὑφηγημένον τρόπον

    关于介词短语 κατὰ τὸν ὑφηγημένον τρόπον(“按照所指引的方式”)的理解,亚历山大将其解释为亚里士多德在前面论著中展现的带有证明的研究方法,而斐洛庞诺斯则认为它是指方才在 339a2 中提出的既承认困惑又适度把握的哲学态度。指明这一解释分歧是理解本节结构的关键。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:7.33-9.18