← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§10.18-11.15

与天体的接触及统摄月下界的第一原因

约翰·斐罗庞努斯将亚里士多德关于月下界与天体“以某种方式连续”的论述解释为“接触”而非严格意义上的连续,并阐明作为动力因的天体运动如何通过物理接触,成为支配月下界及一切气象现象的第一统摄性物体原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8

" Ἔστι δὲ ἐξ ἀνάγκης συνεχής πως1 οὗτος ταῖς ἄνωθεν φοραῖς, ὥστε πᾶσαν αὐτοῦ τὴν δύναμιν κυβερνᾶσθαι ἐκεῖθεν·2 ὅθεν γὰρ ἡ τῆς κινήσεως ἀρχὴ πᾶσιν, ἐκείνην νομιστέον αἰτίαν πρώτην." Ὅτι μὲν οὖν οὐδὲν διαλαμβάνει κενὸν μεταξὺ τὰ πέντε σώματα, ἐξ ὧν ἀπεδείχθη καθόλου μηδὲν εἶναι κενὸν ὡμολόγηται. εἰπὼν δὲ συνεχὴς ἀναγκαίως προσέθηκε τὸ πῶς ἀόριστον, συνεχής πως, καὶ τά γε ἀκριβέστερα τῶν ἀντιγράφων οὕτως ἔχει, διότι συνεχῆ μὲν οὐκ ἔστι κυρίως τὰ ὑπὸ τὴν σελήνην τοῖς οὐρανίοις, ἅπτεται δὲ μόνον αὐτῶν. συνεχῆ γάρ ἐστιν ὧν τὰ πέρατα ἕν, ὥσπερ τὰ μέρη τῆς ἀτμήτου εὐθείας καὶ παντὸς ἄλλου μὴ διῃρημένου σώματος· δυνάμει γάρ ἐστι μόνον νοούμενα τὰ μέρη τούτων. ἁπτόμενα δέ ἐστιν, ὧν τὰ πέρατα διάφορα κατ’ ἐνέργειαν, εἰ καὶ ἐφαρμόζει πως ἀλλήλοις τῇ ἁφῇ καὶ ἵν’ οὕτως εἴπω δυνάμει γίνεται συνεχῆ. δείξας δ’ ὅτι συνεχής ἐστιν ὁ ὑπὸ σελήνην κόσμος τοῖς οὐρανίοις, τούτου τὴν αἰτίαν ἀποδίδωσιν. ὥστε, φησί, πᾶσαν τοῦ ὑπὸ σελήνην κόσμου τὴν δύναμιν κυβερνᾶσθαι ἐκεῖθεν. ἡ γὰρ τῶν ἀστέρων καὶ καθόλου τῶν οὐρανίων περιφορὰ τῆς τῶν ἔνδον ἁπάντων σωμάτων διοικήσεώς ἐστιν αἰτία· ἡ γὰρ ποιὰ κίνησις αὐτῶν τροπὰς ποιεῖ τοῖς τῇδε καὶ μεταβολάς, ἐξ ὧν χειμὼν καὶ θέρος καὶ ἡ τῶν ἄλλων καιρῶν ὕπαρξις, ἐξ ὧν γένεσις καρπῶν καὶ φυτῶν, ἀφ’ ὧν τρέφεται τὰ ζῷα καὶ γίνεται τὴν ὕλην ἐξ αὐτῶν χορηγούμενα. εἰ οὖν ἐκεῖθεν κυβερνᾶται τὰ ὑπὸ σελήνην, σώματα δὲ ποιεῖν εἰς ἕτερα σώματα χωρὶς ἁφῆς ἐστιν ἀδύνατον, ἀνάγκη ἄρα συνεχῆ τὸν κάτω κόσμον εἶναι τοῖς οὐρανίοις, ἵνα διὰ τῆς ἁφῆς τὰ μὲν ποιῇ, τὰ δὲ πάσχῃ. ὅτι δὲ κυβερνᾶται ἐκεῖθεν κατασκευάζων ἐπήγαγεν ὅθεν γὰρ ἡ τῆς κινήσεως ἀρχὴ πᾶσιν, ἐκείνην νομιστέον αἰτίαν πρώτην. εἰ γὰρ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως τὸ ποιητικόν ἐστιν αἴτιον,3 δέδεικται δὲ ὅτι τοῖς ἐντὸς ἡ ἀρχὴ τῆς κινήσεως ἐκεῖθέν ἐστι, τοῦτο ἂν εἴη τὸ ποιητικὸν αὐτῶν ὡς ἐν σώματι πρῶτον αἴτιον· δῆλον γὰρ ὅτι τὸ ἐξῃρημένον αἴτιον κυρίως ἐστὶ πρῶτον αἴτιον, τὸ καὶ τοῖς κύκλῳ τοῦ κινεῖσθαι οὕτως ὑπάρχον αἴτιον. πρῶτον οὖν ἐστι τὸ συντεταγμένον αἴτιον ὁ οὐρανός· καὶ γὰρ ὁ ὑετὸς αἴτιος τῶν καρπῶν καὶ ὁ γεωργὸς καὶ ἡ τῶν ἀέρων εὐκρασία, καὶ τῶν ζῴων τὸ σπέρμα καὶ ὁ σπείρας αὐτὸ καὶ ἄλλα πλεῖστα, ἀλλὰ τούτων ἁπάντων πρῶτον αἴτιον ἡ τῶν οὐρανίων περιφορά. εἰ οὖν ἁπάντων τῶν γινομένων τοῦτό ἐστι πρῶτον αἴτιον, οὐκοῦν καὶ τῶν ἐν τῷ μετεώρῳ συνισταμένων ἔσται αἴτιον πρῶτον, περὶ ὧν ἡμῖν ἡ ζήτησις.

“但这[月下界]必然以某种方式与上方的诸运转连续,以致其一切力量皆受来自那里的支配;因为凡是一切事物运动本原所从出者,必须被视为第一原因。” 在五种物体之间没有任何虚空相隔,这一点已由全面证明不存在任何虚空而得到公认。但在说了“连续”之后,他必然地添加了不定词“以某种方式”,即“以某种方式连续”,而更精确的抄本亦作如此记载,因为严格而言,月下诸物并非与天体连续,而仅仅是与之接触。因为所谓连续的事物,乃是界限合为一体的事物,就如同未分割的直线以及任何其他未分割物体的各个部分一样;因为这些部分的被设想仅仅是潜在的。而相接触的事物,乃是其界限在现实上是各不相同的,即使它们在接触中以某种方式相互贴合,并可以说在潜在中成为连续的。在表明了月下世界与天体诸物相连续之后,他给出了其原因:“以致”,他说,“月下世界的一切力量皆受来自那里的支配”。因为诸星辰以及普遍而言天体的运转,乃是其内部所有物体得以治理的原因;因为天体的特定运动在下界产生变化与转异,由之产生冬夏及其他季节的存在,由之产生果实与植物的生成,动物赖之以得滋养并生成,从它们那里获得质料的供给。因此,如果月下事物受来自那里的支配,而物体若无接触便不可能作用于其他物体,那么下界世界就必然与天体诸物连续,以便通过接触,一方施加作用而另一方承受作用。为了确立其受来自那里的支配,他接着写道:“因为凡是一切事物运动本原所从出者,必须被视为第一原因”。因为如果运动本原所从出者即是动力因,并且已经证明对于内部事物而言运动的本原来自那里,那么这便应当是它们的作为在物体之中的第一动力因;因为显然,超越的原因才严格地是第一原因,它也是圆周运动之物得以如此运动的原因。因此,作为同列协调的原因中的第一者乃是天;因为雨水固然也是果实的原因,农夫与空气的和畅亦然,对于动物而言种子与播种者以及极多的其他事物皆是原因,但所有这些的第一原因乃是天体的运转。因此,如果对于一切生成之物而言这是第一原因,那么对于在上空聚集形成的事物——即我们所探究的对象——它自然也将是第一原因。

语法注3 条
  1. 1.8συνεχής πως

    斐罗庞努斯解释了亚里士多德为何不单纯使用 συνεχής(连续),而是添加了不定副词 πως(以某种方式)。严格意义上的连续(συνεχῆ κυρίως)要求“界限合一”(ὧν τὰ πέρατα ἕν),而月下界与天界之间仅是“接触”(ἁπτόμενα),其界限在现实上是各不相同的(ὧν τὰ πέρατα διάφορα κατ’ ἐνέργειαν),因此必须用 πως 加以限定。

  2. 1.8ὥστε πᾶσαν αὐτοῦ τὴν δύναμιν κυβερνᾶσθαι ἐκεῖθεν

    ὥστε 引导的不定式结构。在句法上既可表示结果(“以致……”),亦可表示目的。斐罗庞努斯明确指出这是在“给出其原因”(τούτου τὴν αἰτίαν ἀποδίδωσιν),即下界与天界相连,正是为了使天界力量能够通过接触来支配下界事物。

  3. 1.8τὸ ἐξῃρημένον αἴτιον ... τὸ συντεταγμένον αἴτιον

    一种新柏拉图主义式的因果区分结构:将超越一切物体的第一原因(不动的第一推动者)称为“超越的/分离的原因”(τὸ ἐξῃρημένον αἴτιον),而将在物体世界秩序之内发挥首要动力作用的天体称为“同列协调的原因”(τὸ συντεταγμένον αἴτιον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:10.18-11.15