← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§89.28-91.12

不可见现象的探究方法与彗星的生成原因

菲洛波诺斯注解了亚里士多德关于探究感官不可见现象的方法论,并阐述了其关于彗星生成的学说:天球下方的干燥温热蒸发物(引火物)因一同旋转而摩擦引燃,同时分析了火焰维持持久所需的构成与条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.75

" Ἐπεὶ δὲ περὶ τῶν ἀφανῶν τῇ αἰσθήσει νομίζομεν ἱκανῶς ἀποδεδεῖχθαι κατὰ τὸν λόγον, ἐὰν εἰς τὸ δυνατὸν ἀναγάγωμεν,1 ἔκ τε τῶν νῦν φαινομένων ὑπολάβοι ἄν τις ὧδε περὶ τούτων μάλιστα συμβαίνειν." Λοιπὸν μέτεισιν ἐπὶ τὴν αὐτῷ δοκοῦσαν τῆς γενέσεως τῶν κομητῶν αἰτίαν, καὶ τίνα τρόπον μετιτέον τὴν περὶ αὐτῶν διδασκαλίαν, ἀπαγγέλλει. ἐπειδὴ γὰρ ἄδηλός ἐστι τῇ αἰσθήσει ἡμῶν ἡ περὶ τῆς γενέσεως αὐτῶν αἰτία, δεῖ, φησί, καὶ περὶ αὐτῶν καὶ περὶ πάντων ποιουμένους λόγον τῶν τοιούτων καὶ φυσιολογεῖν αὐτὰ βουλομένους τοιούτους ἀποδιδόναι λόγους περὶ αὐτῶν, ὡς μηδὲν αὐτοῖς ἀδύνατον ἕπεσθαι μηδὲ τοῖς φαινομένοις μαχόμενον. τοῦτο δὲ ὅ φησίν ἐστιν· ἐὰν εἰς τὸ δυνατὸν ἀναγάγωμεν ὅσον ἐκ τῶν φαινομένων τοὺς περὶ αὐτῶν λόγους, καὶ μηδὲν αὐτοῖς ἀδύνατον ἕποιτο, οἷα συνέβη τοῖς ὑπὸ τῶν πρὸ ἡμῶν περὶ τῶν κομητῶν εἰρημένοις, τοὐναντίον δὲ συμφώνους ἀποδώσομεν καὶ ὁμολογοῦντας τοῖς πράγμασιν, εἰ οὖν τοῦτο γένοιτο, συμβαίνοντα τοῖς φαινομένοις λέξομεν.

“既然关于知觉不可见的事物,只要我们将其归结为可能之事,便认为在理路上已得到充分论证,那么根据如今显现的现象,人们或许最会设想关于它们的情形如下。” 接下来,他转向自己认为正确的彗星生成的成因,并说明应当以何种方式探讨关于它们的学说。因为他说,既然关于它们生成的成因对我们的知觉而言是不明朗的,那么凡对它们以及对所有此类现象进行论述并意图对其作自然学研究的人,就必须给出关于它们的这样一种说明,即绝无任何不可能之事伴随于此,亦无任何与现象相冲突之事。他的意思乃是:如果我们根据现象所及,将关于它们的说明归结为可能之事,且没有任何不可能之事伴随其后——如同我们前人关于彗星的言论所遭遇的那样——反而给出与实际事物和谐一致的说明,那么若是如此,我们所言便与现象相符了。

§1.76

"Ὑπόκειται γὰρ ἡμῖν τοῦ κόσμου τοῦ περὶ τὴν γῆν ὅσον ὑπὸ τὴν ἐγκύκλιόν ἐστι φοράν, εἶναι τὸ πρῶτον μέρος ἀναθυμίασιν ξηρὰν καὶ θερμήν." Εἴρηκεν ἤδη πρότερον ὅτι διτταὶ κάτωθεν ἀναθυμιάσεις ἀνέρχονται, μία μὲν ἐκ τῶν ὑγρῶν σωμάτων ἡ ἀτμιδώδης, ἑτέρα δὲ ἐκ τῶν ξηρῶν ἡ καπνώδης, ἣν ὑπέκκαυμα προσηγόρευσεν ὡς ἐπιτηδείαν εἰς ἔξαψιν. περὶ μὲν οὖν τῆς ἀτμιδώδους λόγος οὐδεὶς ἐν τοῖς προκειμένοις οὐδὲ ἐν τοῖς ἤδη προειρημένοις· μόνη γὰρ ἡ καπνώδης τούτων ἁπάντων αἰτία ἐστὶν ὡς ὕλη. αὕτη τοίνυν ἡ ἀναθυμίασις, τουτέστι τὸ ὑπέκκαυμα, καὶ πολὺ μέρος τοῦ μετ’ αὐτὴν ἀέρος τὸ διῆκον μέχρι τῆς κορυφῆς ἄνωθεν τῶν ὑψηλοτάτων ὀρῶν τῇ περιφορᾷ τῶν οὐρανίων συνεφέλκονται κυκλικὴν καὶ αὐτὰ συγκινούμενα κίνησιν.2 ὅτι δ’ ἡ κίνησις θερμαίνει, καὶ τοῦτο προείρηκεν. ὅταν οὖν ἡ ἀναθυμίασις ἡ ξηρὰ τοιαύτης εὑρεθείη συστάσεως, ὡς μήτε λεπτὴ λίαν καὶ ἀσθενὴς εἶναι καὶ εὐδιάλυτος μήτε πυκνὴ καὶ παχεῖα τοσοῦτον ὡς εἶναι δυσέξαπτος, ἀλλὰ μέση πως ἀμφοτέρων καὶ εὔκρατος, ἡ τοιαύτη, φησί, τῇ κινήσει καὶ τῇ συμπεριαγωγῇ τῶν πέριξ σωμάτων θερμαινομένη πλέον τῆς ἐκ φύσεως αὐτῇ προσούσης θερμασίας ἐξάπτεται καὶ ποιεῖ τὸν κομήτην. εἰ μὲν γὰρ λεπτοτέρα εἴη, θᾶττον μὲν ἐξάπτεται, εὐθὺς δὲ ἀποσβέννυται στυπείου λεπτοῦ δίκην· εἰ δὲ πυκνοτέρα τύχοι τῆς πρὸς γένεσιν κομήτου συστάσεως, οὐκ ἐξαρκεῖ πρὸς ἔξαψιν ταύτης ἡ κίνησις· οὐδὲ γὰρ τὰ πυκνότερα τῶν ξύλων εὐέξαπτα, καὶ τὰ φρυγανώδη ῥᾷον ἐξαφθέντα δαπανᾶται θᾶττον καὶ ἡ φλὸξ οἴχεται. δεῖ δὲ καὶ τὴν ἔξαψιν αὐτὴν ἤτοι τὴν αἰτίαν ταύτης εἶναι σύμμετρον, ὡς μήτε τῇ σφοδρότητι δαπανᾶν τὴν ὕλην εὐθὺς μήτε τῇ ἀμυδρότητι δρᾶν εἰς αὐτὴν μὴ δύνασθαι μηδὲ δι’ ὅλου ταύτης ἐπικρατεῖν. ὁ δὲ κομήτης ἐξαφθεὶς στέγει χρόνον τινὰ τὴν φλόγα μὴ δαπανώμενος· ταύτῃ γὰρ τῶν τε προειρημένων πυρώσεων καὶ φλογῶν καὶ δαλῶν καὶ διαττόντων οἱ κομῆται διενηνόχασιν, ὅτι πολυχρόνιοι μὲν οὗτοι, ἐκεῖνοι δ’ ἐπὶ μικρὸν ἐξαφθέντες εὐθὺς ἀποσβέννυνται. τῆς οὖν ἐπιμονῆς καὶ ἡ πύκνωσις αἰτία τῆς ὕλης καὶ ἡ κάτωθεν προστιθεμένη τῷ κομήτῃ ἀναθυμίασις, ὡς εἰ ξύλα πυρὶ προσάγων ἢ λύχνῳ ἔλαιον διατηροίη τὴν φλόγα, μέχρις ἂν ἡ χορηγία τῆς ὕλης ἐπιλίποι. ἔλεγε δὲ καὶ ὁ ἡμέτερος διδάσκαλος ἑωρακέναι κομήτην, οὗ τὰ μὲν ἦν ἀμυδρὰ καὶ ἧττον ἐκπεπυρωμένα, τὰ δὲ λίαν ἐκλάμποντα· ταῦτα δὲ διαλυθῆναι θᾶττον δηλονότι διὰ τὸ σφοδρότερον τῆς ἐκκαύσεως, τὰ δ’ ἀμυδρὰ πλείονα διαρκέσαι χρόνον μαλακωτέρας οὔσης τῆς ἐκπυρώσεως. ὑπόκειται γὰρ ἡμῖν τοῦ κόσμου τοῦ περὶ τὴν γῆν ὅσον ὑπὸ τὴν ἐγκύκλιον ἐστι φοράν, εἶναι τὸ πρῶτον μέρος ἀναθυμίασιν ξηρὰν καὶ θερμήν. ταῦτα γὰρ ἤδη προείληφεν, ὅτε περὶ τῆς τάξεως τῶν πέντε στοιχείων ἐδίδασκεν, ὅτι μετὰ τὰ ἐγκύκλια σώματα εὐθύς ἐστι τὸ ὑπέκκαυμα, καὶ μετὰ τοῦτο τρίτος ὁ ἀήρ, μεθ’ ὃν τὸ ὕδωρ, καὶ πάντων ἔσχατον ὡς ἐπὶ τὸ μέσον ἡ γῆ.

“因为我们预先假定,在环绕大地的世界中,凡在圆周运动之下的部分,其第一部分乃是干燥而温热的蒸发物。” 他此前已经说过,从下方升起两种蒸发物,一种是来自湿润物体的湿气蒸发物,另一种则是来自干燥物体的烟状蒸发物,因其适于点燃,他将其称为引火物。因此,在眼下的段落以及此前谈及的段落中,对于湿气蒸发物毫无论述;因为唯有烟状蒸发物作为质料构成了所有这些现象的成因。由此,这种蒸发物(即引火物)以及紧随其后的绝大部分空气(即自上方伸展至最高山峦顶峰的部分),受天体运转的带动,自身亦一同作圆周运动。而运动会产生热,这也是他此前说过的。因此,他说,当干燥的蒸发物具有这样一种构成,既不过于稀薄、虚弱而易散,亦不过于稠密、粗厚以致难以点燃,而是介于两者之间、调和适度时,这种蒸发物因周围物体的运动与共同旋转而受热,超出其本性固有的热度,从而着火并生成彗星。因为若是较为稀薄,固然着火更快,却会像细麻屑一样立即熄灭;但若是比生成彗星所需的构成更加稠密,运动便不足以将其点燃;因为质地较密的木料不易点燃,而柴禾虽更易引燃,却消耗得更快,火焰随即消逝。引燃本身亦即引燃的原因也必须适度,既不能因猛烈而立即耗尽质料,亦不能因微弱而无法作用于其上或完全支配它。彗星着火之后,则在一定时间内保持着火焰而不被耗尽;因为彗星与先前所说的燃烧物、烈焰、火炬和流星正是在这一点上有所不同,即彗星长久存在,而后者仅点燃片刻便立即熄灭。因此,其持久存在的原因,既在于质料的稠密,也在于从下方追加至彗星的蒸发物,这正如向火中添柴或向灯中注油以维持火焰,直至质料的供应耗尽为止。我们的导师也曾说过见过一颗彗星,其部分微弱且燃烧较少,而部分则极为明亮;后者显然因燃烧猛烈而更快消散,而微弱的部分则因燃烧较温和而持续了更长时间。“因为我们预先假定,在环绕大地的世界中,凡在圆周运动之下的部分,其第一部分乃是干燥而温热的蒸发物。”因为他在教授五种元素的排列秩序时,便已预先假定了这些事:在作圆周运动的物体之后紧接着是引火物,在此之后作为第三者的是空气,在空气之后是水,而在一切的最末端朝向中心的是大地。

语法注2 条
  1. 1.75ἐὰν εἰς τὸ δυνατὸν ἀναγάγωμεν

    由 ἐάν 带虚拟语气的普遍条件从句,“只要我们将其归结为可能之事”。它作不定式短语 ἱκανῶς ἀποδεδεῖχθαι(“已得到充分论证”)的限定条件。菲洛波诺斯将其转述为:根据现象推导至可能的情形,且不产生任何不可能的推论或与现象的冲突。

  2. 1.76τῇ περιφορᾷ τῶν οὐρανίων συνεφέλκονται κυκλικὴν καὶ αὐτὰ συγκινούμενα κίνησιν

    动词 συνεφέλκονται(第三人称复数被动态)的复合主语由 καί 联结的 αὕτη ... ἡ ἀναθυμίασις(阴性单数)与 πολὺ μέρος(中性单数)构成。随后的分词短语中,κυκλικὴν ... κίνησιν 是分词 συγκινούμενα(中性复数主格,依照涵义与复合主语或中性名词 μέρος 一致)的同族宾格,意为“自身亦一同作圆周运动”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:89.28-91.12