- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:88.15-89.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了对德谟克利特关于彗星消散时可见星体之说的反驳,将其归因于星体被遮蔽后显露所造成的误认,并通过埃及人的记录、亚里士多德对木星的观察以及基于星体在知觉上不可分的理论推导,完成了对彗星为星体聚合说的论驳。
" Καίτοι Δημόκριτός γε προσπεφιλοπόνηκε τῇ δόξῃ τῇ ἑαυτοῦ·1 φησὶ γὰρ ὦφθαι διαλυομένων τῶν κομητῶν ἀστέρας τινας. τοῦτο δ’ οὐχ ὁτὲ μὲν ἔδει γίνεσθαι ὁτὲ δ’ οὔ, ἀλλ’ ἀεί." Ἐπειδὴ τῶν νῦν Ἀριστοτέλους ἐλέγχων εἷς ἦν τὸ διαλυομένων τῶν κομητῶν ὑπολειπόμενον ἀστέρα μὴ φαίνεσθαι, καίτοι γε, φησίν, αὐτό γε τοῦτο Δημόκριτος ἑωρακέναι λέγει γενόμενον τῇ ἰδίᾳ προσφιλοπονῶν δόξῃ. ἀλλ’ ἔδει, φησὶν Ἀριστοτέλης, ἀεὶ τοῦτο γίνεσθαι, εἴπερ τῶν πλανωμένων ἀστέρων ὁ κομήτης ἦν· νῦν δὲ πολλῶν γενομένων κομητῶν καὶ πολλάκις οὐδέποτε τοῦτο γινόμενον τεθεάμεθα. ἔστι δὲ καὶ ἄλλως πρὸς αὐτὸν ὑπαντῆσαι, ὡς εἰ καὶ τοῦτο Δημόκριτος ἔδοξεν ἑωρακέναι,2 ἵνα μὴ παντελῶς αὐτοῦ τῇ αἰσθήσει διαμαχώμεθα, πεπλανῆσθαί φημι τὸν ἄνθρωπον. εἰκὸς γὰρ ὑπὸ τοῦ κομήτου δίκην νέφους ἐπιπροσθουμένους τῶν ἀστέρων τινάς, ὡς ὁ κομήτης διελύθη, φανῆναι τούτους, ὡς καὶ νέφους διαχεομένου οἱ πρὶν ὑπ’ αὐτοῦ κρυπτόμενοι φαίνονται ἀστέρες, καὶ τῷ γενομένῳ τὸν Δημόκριτον οὐκ ἐπιστήσαντα διαλυθῆναι τὸν κομήτην εἰς ἀστέρας νομίσαι. οἶμαι δὲ καὶ ἀπλανεῖς ἦσαν οἱ φανέντες αὐτῷ πρότερον ἐπιπροσθούμενοι· εἰ γὰρ τῶν πλανωμένων ἦσαν, ἔλεγεν ἂν καὶ τίνες ὑπῆρχον, τὴν ἑαυτοῦ δόξαν πιστούμενος.
“然而德谟克利特至少为他自己的意见格外费尽苦心;因为他说,当彗星消散时,某些星体曾被看见。但这件事不应有时发生而有时不发生,而应当始终发生。” 由于亚里士多德眼下的反驳之一就是当彗星消散时未见有星体遗留下来,他说,然而德谟克利特为了维护他自己的意见,声称自己恰恰看到了此事的发生。然而亚里士多德说,如果彗星确实是行星之一,这本该始终发生;但如今,虽然许多彗星频频出现,我们却从未见过此事发生。也可以用另一种方式来回应他,即即便德谟克利特似乎见到了此事,为了不完全否定他的知觉,我认为此人是受骗了。因为很可能是某些星体如被云遮蔽一般被彗星遮蔽,当彗星消散时,这些星体便显现出来——正如云散之时,此前被其遮蔽的星体显现一样——而德谟克利特未曾留意究竟发生了什么,便以为是彗星消散成了星体。而且我认为,此前被遮蔽而向他显现的乃是恒星;因为若是行星,他为了证实自己的见解,本会说出它们是哪些星体的。
"Πρὸς δὲ τούτοις καὶ οἱ Αἰγύπτιοί φασι καὶ τῶν πλανητῶν καὶ πρὸς αὐτοὺς καὶ πρὸς τοὺς ἀπλανεῖς γίνεσθαι συνόδους, καὶ αὐτοὶ ἑωράκαμεν τὸν ἀστέρα τὸν τοῦ Διὸς τῶν ἐν τοῖς διδύμοις ὑπελθόντα τινὶ ἤδη καὶ ἀφανίσαντα, ἀλλ’ οὐ κομήτην γενόμενον." Πάλιν ἐξ ἱστορίας ὅτι μὴ σύνοδος ἀστέρων ἐστὶν ὁ κομήτης ἐλέγχει. παρατετηρηκέναι γὰρ Αἰγυπτίους φησὶ καὶ ἑαυτὸν ἑωρακέναι τῶν πλανήτων τινὰς συνελθόντας ποτὲ μὲν πλανωμένοις ποτὲ δὲ ἀπλανέσιν, ὡς καὶ ἐπιπροσθεῖν αὐτοῖς καὶ ἀφανεῖς ποιῆσαι, καὶ ὅμως κομήτης ἐκ τούτων οὐ γέγονεν. οὐκ ἄρα σύνοδος καὶ σύμφασις ἀστέρων ἐστὶν ὁ κομήτης.
“除这些之外,埃及人也说,不仅行星彼此之间,而且行星与恒星之间都会发生合相,我们自己也曾见过宙斯之星[木星]进入双子座中某颗星的下方并使其隐没,然而并未形成彗星。” 他再次根据观测记录反驳彗星是星体之合的观点。因为他说埃及人曾做过观察,他自己也曾见过某些行星有时与行星、有时与恒星相会,以致遮蔽它们并使其不可见,然而并未由此产生彗星。因此,彗星绝非星体的合相与聚合。
"Ἔτι δὲ καὶ ἐκ τοῦ λόγου φανερόν· οἱ γὰρ ἀστέρες κἂν εἰ μείζους καὶ ἐλάττους φαίνονται, ἀλλ’ ὅμως ἀδιαίρετοί γε καθ’ ἑαυτοὺς εἶναι δοκοῦσιν. ὥσπερ οὖν καὶ εἰ ἦσαν ἀδιαίρετοι, ἁψάμενοι οὐδὲν ἂν ἐποίησαν μέγεθος μεῖζον,3 οὕτω καὶ ἐπειδὴ οὔκ εἰσι μὲν φαίνονται δὲ ἀδιαίρετοι, καὶ συνελθόντες οὐδὲν φανοῦνται μείζους τὸ μέγεθος ὄντες." Ἔσχατον ἔλεγχον τίθησι τοῦτον τῶν σύνοδον καὶ σύμφασιν ἀστέρων τὸν κομήτην ὑποτιθεμένων· ἀλλ’ οὐκ ἐξ ἱστορίας ὁ ἔλεγχος, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλ’ ἐκ τοῦ λόγου καὶ τῆς κατὰ τοῦτον ἀποδείξεως. εἰ γὰρ καὶ τῶν ἀστέρων οἱ μὲν ἐλάττους, φησίν, οἱ δὲ μείζους φαίνονται, ἀλλ’ ὅμως καθ’ αὑτὸν ἕκαστος θεωρούμενος ἀδιαίρετος σχεδὸν εἶναι δοκεῖ ὡς πρὸς αἴσθησιν· οὕτω μικροὶ φαίνονται. ὥσπερ οὖν τὰ φύσει ἀδιαίρετα, λέγω δὲ τὰ σημεῖα, συνελθόντα μέγεθος οὐ ποιεῖ, οὕτω δήπου καὶ τὰ κατ’ αἴσθησιν ἀδιαίρετα δοκοῦντα εἶναι διὰ τὴν μικρότητα, οἷοίπερ εἰσὶν οἱ ἀστέρες, κἂν συνέλθωσιν, οὐ ποιοῦσι μέγεθος αἰσθητόν. εἰ δὲ καὶ ἀδιαίρετοι τοῖς ὁρῶσι φανεῖεν, οὐδ’ οὕτω συνερχόμενοι τοσοῦτον ποιῆσαι δύνανται μέγεθος, ὅσον ἔχοντες οἱ κομῆται φαίνονται· τινὲς γὰρ αὐτῶν οὐχ ἕν, ἀλλὰ καὶ δεύτερον πολλάκις ὑποτρέχοντες ζῴδιον ὤφθησαν. μέχρι δὲ τῶν ἐνταῦθα τὰς περὶ τῶν κομητῶν ὑπονοίας τῶν πρὸ αὐτοῦ διελέγξας, ἐντεῦθεν λοιπὸν τὰ αὐτῷ δοκοῦντα περὶ τούτων διδάσκει.
“此外,从理路来看也是显而易见的;因为星体即使看起来有大有小,但就其自身而言似乎都是不可分的。因此,正如若它们真是不可分的,相切亦不会产生更大的量度,同样,既然它们虽非不可分却看起来是不可分的,那么即使相聚合,它们在量度上也不会显得更大。” 这是他对那些假设彗星是星体的合相与聚合之人提出的最后反驳;但这一反驳并不像其之前的那些反驳一样来自经验记录,而是来自理路及其论证。因为他说,纵然星体中有的显得较小,有的显得较大,但每一个就其自身被观察时,在知觉看来几乎都显得是不可分的;它们看起来是如此之小。因此,正如本性上不可分的事物(我是指点)聚集在一起不会产生量度,同样,由于微小而在知觉上显得不可分的事物(正如星体那般),即便聚集在一起,也不会产生可感知的量度。纵然它们在观看者看来是不可分的,它们相聚也不可能产生彗星所显现出的那样巨大的量度;因为有人曾看见它们当中的某些彗星不仅掠过一个星座,而且常常掠过第二个星座。至此,他反驳完了前人关于彗星的推测,从这里开始,他传授关于这些现象他自己的见解。
- 1.72προσπεφιλοπόνηκε τῇ δόξῃ τῇ ἑαυτοῦ
动词 προσφιλοπονέω 支配与格(τῇ δόξῃ τῇ ἑαυτοῦ),意为“为……额外费尽苦心”或“为支持……而努力”,表明德谟克利特为维护自身见解而额外寻找论据的态度。
- 1.72ὡς εἰ καὶ τοῦτο Δημόκριτος ἔδοξεν ἑωρακέναι
此处采用了人称构词(Δημόκριτος ἔδοξεν ἑωρακέναι,即“德谟克利特似乎见到了”),由 ὡς 引导,与后文的 πεπλανῆσθαί φημι τὸν ἄνθρωπον 相呼应,构成了注释者让步性反驳的句式框架(“即使似乎见到……我仍主张……”)。
- 1.74ὥσπερ οὖν καὶ εἰ ἦσαν ἀδιαίρετοι, ἁψάμενοι οὐδὲν ἂν ἐποίησαν μέγεθος μεῖζον
包含与事实相反的虚拟条件句(εἰ ἦσαν... ἂν ἐποίησαν)的比况从句。其前提是一个几何学原理:如果星体真像点一样不可分,那么它们即使相切也不会使量度增大。
