- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:91.13-92.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
斐洛波诺斯解释了蒸发物及上层空气随天体一同旋转的运动,阐明了适度的火热原质与持续的质料补给如何生成并维持彗星,并说明了依据形状划分的各种名称。
" Αὕτη δὲ αὐτή τε καὶ τοῦ συνεχοῦς ὑπ’ αὐτὴν ἀέρος ἐπὶ πολὺ συμπεριάγεται περὶ τὴν γῆν ὑπὸ τῆς φορᾶς καὶ τῆς κινήσεως." Ἐπὶ πολύ φησι τοῦ ἀέρος τὸν διατείνοντα λέγων ἀέρα μέχρι τῆς κορυφῆς τῶν ὑψηλοτάτων ὀρῶν, ὃς λιμνάζων οὐ συνεφέλκεται τοῖς κυκλοφορουμένοις ὑπὸ τῶν περιεχόντων ὀρῶν κωλυόμενος. βίαιον οὖν τὴν περιφορὰν τῶν δύο τούτων σωμάτων εἶναι βούλεται. καὶ πῶς τὸ βίᾳ καὶ παρὰ φύσιν διηνεκές; ἑτέρωθι δὲ περὶ τούτων εἰρήκαμεν ἱκανῶς. τὸ δὲ περὶ τὴν γῆν συμπεριάγεσθαι ὡς περὶ κέντρον βουλομένου ἐστὶ τὴν γῆν·1 κέντρου γὰρ λόγον ἔχειν τὴν γῆν μετὰ τοῦ συναπειλημμένου ὕδατος καὶ τοῦ λιμνάζοντος ἀέρος πρὸς τὴν ἀπλανῆ δέδεικται.
“而此物本身以及其下连续的大部分空气,由于运行和运动,皆环绕大地共同旋转。” 他说“大部分”,指的是伸展至最高山峦顶峰的空气,这部分空气处于停滞状态,因受周围山脉阻挡,并不与作圆周运动的物体一同被带动。因此,他倾向于认为这两个物体的运转是受强力的。然而,凭借强力且反乎本性的事物,又怎能持久不绝?我们在别处已对此进行了充分的讨论。而“环绕大地共同旋转”,乃是意在将大地视作中心之人的说法;因为业已论证,大地连同被囊括其中的水以及停滞的空气,相对于恒星天球而言具有中心的比例。
"Φερομένη δὲ καὶ κινουμένη τοῦτον τὸν τρόπον, ᾗ ἂν τύχοι εὔκρατος οὖσα, πολλάκις ἐκπυροῦται, διό φαμεν γίνεσθαι καὶ τὰς τῶν σποράδων ἀστέρων διαδρομάς." Φερομένη, φησίν, ἡ ἀναθυμίασις ἡ ξηρὰ τὸν τρόπον τοῦτον, τουτέστι τοῖς οὐρανίοις συμπεριαγομένη, ὅπου δήποτε τύχῃ εὔκρατος οὖσα, τουτέστιν ἐπιτηδεία πρὸς ἔξαψιν, ὡς μήτε λίαν εἶναι λεπτὴν καὶ ἀραιὰν μήτε τοὔμπαλιν παχεῖαν καὶ πυκνήν, πάντως ἐκπυροῦται. ἐκ ταύτης δὲ γίνεσθαι καὶ τοὺς διατρέχοντας ἀστέρας ἀπέδειξεν, οὓς διάττοντας ὀνομάζουσιν.
“以这种方式运移和运动着,只要它在何处适度调和,便常常着火;因此我们说散星的穿行亦由此生成。” 他说,干燥的蒸发物以这种方式运移,即与天体共同旋转,无论在何处遇上适度调和,亦即适于着火,既不过于纤细稀疏,反之亦不过于粗厚稠密,便必定会着火。而他论证了穿行之星(即人们称为流星之物)亦是由此生成的。
"Ὅταν οὖν εἰς τὴν τοιαύτην πύκνωσιν ἐμπέσῃ διὰ τὴν ἄνωθεν κίνησιν ἀρχὴ πυρώδης, μήτε οὕτω πολλὴ λίαν ὥστε ταχὺ καὶ ἐπὶ πολὺ ἐκκαίειν, μήθ’ οὕτως ἀσθενὴς ὥστε ἀποσβεσθῆναι ταχύ, ἀλλὰ πλείων καὶ ἐπὶ πολύ, ἅμα δὲ κάτωθεν συμπίπτει ἀναβαίνειν εὔκρατον ἀναθυμίασιν, ἀστὴρ τοῦτο γίνεται κομήτης, ὅπως ἂν τὸ ἀναθυμιώμενον τύχῃ ἐσχηματισμένον· ἐὰν μὲν γὰρ πάντῃ ὁμοίως, κομήτης, ἐὰν δ’ ἐπὶ μῆκος, καλεῖται πωγωνίας." Εἰρηκὼς ποίαν ἔχειν δεῖ συμμετρίαν τὴν ὕλην ἐξάπτεσθαι μέλλουσαν εἰς κομήτου γένεσιν λέγει νῦν καὶ τὴν ποιητικὴν αἰτίαν ὁποίαν εἶναι χρεών, τὴν ἀρχὴν ἐκάλεσε πυρώδη, ὅτι σύμμετρον καὶ αὐτήν,2 ὡς μήτε θᾶττον ἐκδαπανῆσαι τὴν ὕλην διὰ τὴν σφοδρότητα μήτε ὑπ’ αὐτῆς ἀποσβεσθῆναι διὰ τὴν ἀσθένειαν αὐτῆς καὶ ἀμυδρότητα. δῆλον οὖν ὅτι ἀρχὴν λέγει τὸ πρῶτον ἐξαφθὲν τῆς ἀναθυμιάσεως μόριον. πόθεν δὲ ἡ πυρώδης αὕτη γίνεται ἀρχή, πολλάκις εἶπεν, ὅτι διὰ τὴν ἄνωθεν κίνησιν. εἴτε γὰρ πολλὴ λίαν εἴη καὶ σφοδρά τις ἡ ἔξαψις, ταχέως ἐκκαίει τὴν ὕλην καὶ ἐκδαπανᾶται καὶ ἐπὶ πολὺ διάστημα χωρεῖ καίουσα ταύτην· τοῦτο δὲ φλόγας, οὐ κομήτην ποιεῖ, περὶ ὧν ἤδη γέγραφεν ὅμοιον ὡς εἰ μεγίστη φλὸξ εἰς κληματίδας ὀλίγας ἢ λεπτὸν ἐμπέσῃ στυπεῖον· θᾶττον γὰρ ἐκδαπανήσει ταῦτα· εἴτε ἀσθενὴς ἡ πυρώδης ἀρχὴ εἴη, τοὔμπαλιν ὑπὸ τῆς ὕλης αὕτη πνιγομένη σβέννυται πάσχουσα μᾶλλον ὑπὸ τῆς ὕλης καὶ οὐκ εἰς αὐτὴν δυναμένη μέγα τι δρᾶν, ὡς εἰ μικρὰ φλὸξ εἰς ἔλαιον ἐμπέσοι πολὺ ἢ πλῆθος ξύλων ἢ μέγεθος ἢ πυκνότητα· δυσκατέργαστα γάρ ἐστι τὰ τοιαῦτα. δεῖ οὖν καὶ αὐτὴν ἐκφεύγουσαν τῶν ἀμετριῶν τούτων ἑκατέραν μέσην πως εἶναι, μήτε νικωμένην ὑπὸ τῆς ὕλης μήτε λίαν αὐτὴν ὑπερβάλλουσαν· οὕτω γὰρ ἔχουσα τὸν κομήτην ποιήσει. δεῖ δέ, φησί, καὶ κάτωθεν ἄλλην ὕλην ἐπαναβαίνειν εὔκρατον, τουτέστιν ἐπιτηδείαν εἰς ἔξαψιν, ὡς ἀναπληροῦν τὴν δαπανωμένην τοῦ κομήτου ὕλην καὶ τῇ ποιητικῇ δυνάμει χορηγίαν παρέχειν εἰς ἐργασίαν, ἵν’ οὕτω πλείονα χρόνον διαμείνῃ τὸ πάθος. τοιαύτη τις ἡ τῶν κομητῶν ὑπάρχει σύστασις. κοινότερον μὲν οὖν ὅλον τὸ τοιοῦτον γένος κομήτας ἐπονομάζουσιν· ἀρχόμενος γοῦν ὁ Ἀριστοτέλης τοῦ λόγου περὶ αὐτῶν οὕτως εἴρηκεν “περὶ δὲ τῶν κομητῶν καὶ τοῦ καλουμένου γάλακτος”· εἰδικώτερον δὲ καὶ τούτων ἕκαστος τῷ σχήματι τῆς ἀναθυμιάσεως πρέπον εἴληφεν ὄνομα. εἰ μὲν γὰρ σφαιροειδὴς ἡ ἀναθυμίασις οὖσα τύχῃ μικρῶν αὐτῇ παρηρτημένων ἔξωθεν τοιούτων συστάσεων, εἰδικώτερον τὸ σχῆμα τοῦτο καλεῖται κομήτης, ἐπειδὴ κόμῃ προσέοικεν, ἐξ οὗ πλεονάζοντος3 καὶ πάντας οὕτω καλοῦσιν· ἐὰν δὲ ἐπιμήκης εἴη καὶ μόνον, δοκίας καλεῖται, τριγωνίζουσα δὲ πωγωνίας ὠνόμασται, πιθίας δέ τις ἕτερος καὶ ἄλλος ἄλλοθεν ἄλλο τι συμφώνως τῷ σχήματι.
“因此,当由于上方的运动,一个火热的原质落入此类稠密物之中,既不过分庞大以致迅速且大范围地燃尽,亦非过分微弱以致迅速熄灭,而是较为充沛且延及广阔,同时恰逢适度调和的蒸发物从下方升起,此时根据蒸发物偶然形成的形状,此物便成为彗星;因为若四面均匀,则为彗星,若呈纵长形,则被称为髯星。” 在阐明了即将着火以生成彗星的质料应当具备何种适度比例之后,他如今又说明了被他称为火热原质的动力因应当具有怎样的性质,即它自身亦必须适度,以免因猛烈而过快耗尽质料,或因自身的微弱与暗淡而被质料熄灭。显然,他所说的原质是指蒸发物中首先着火的部分。至于这一火热原质从何而来,他多次说过是由于上方的运动。因为着火若过分庞大且猛烈,便会迅速燃尽并耗竭质料,并在燃烧质料时穿过极大的距离;但这产生的是烈焰,而非彗星,关于这些他此前已有记述,正如极大的火焰落入少量细枝或纤细的麻屑中,它会更快地将这些耗尽;但若火热原质微弱,反之它会被质料窒息而熄灭,更多地承受来自质料的作用而无法对质料产生重大影响,正如微小的火苗落入大量的油或体积、规模、密度很大的木料之中,因为此类物品难以被克制。因此,它自身亦必须避开这两种不均衡而处于某种中间状态,既不被质料所压倒,亦不过分超出质料;因为唯有处于这种状态,它才能生成彗星。他说,还必须有另一种适度调和的质料(亦即适于着火的质料)从下方不断升起,以补充彗星被消耗的质料,并为作用能力提供加工的原料,从而使这一现象得以持续更长时间。彗星的构成便是如此。通常而言,人们将整个这一属类的现象通称为彗星;至少亚里士多德在开始关于它们的论述时便这样说:“关于彗星以及所谓的银河”;但更具种差地看,它们中的每一种都根据其蒸发物的形状获得了相称的名称。因为蒸发物若是球状的,且外部附着有此类细小的聚合体,这种形状更具种差地被称为彗星,因其形如头发,而由于这种形态最为常见,人们便将所有的统称为彗星;但若仅仅是细长形,则被称为横木星,若呈三角形则被称为髯星,另一种为瓮星,其余的则根据其形状而各得其名。
- 1.77τὸ δὲ περὶ τὴν γῆν συμπεριάγεσθαι ὡς περὶ κέντρον βουλομένου ἐστὶ τὴν γῆν
βουλομένου 为描述性/表语性属格,意指“属于意图……之人的表达”,表明“环绕大地共同旋转”这一说法体现了主张将大地视为中心者(亚里士多德)的意图。随后的“宾格+不定式”结构(κέντρου... λόγον ἔχειν τὴν γῆν... δέδεικται)则提供了其理论依据。
- 1.79τὴν ἀρχὴν ἐκάλεσε πυρώδη, ὅτι σύμμετρον καὶ αὐτήν
在句法上,此句充当插入的关系子句或同位语(相当于 ἣν ἐκάλεσε...)。随后的 ὅτι 从句是受主句 λέγει(... ὁποίαν εἶναι χρεών)支配的宾语从句,其中省略了 εἶναι χρεών,意为“[他说明……]即它自身亦[应当]是适度的”。
- 1.79ἐξ οὗ πλεονάζοντος
此为介词 ἐξ 支配关系代词 οὗ 并搭配一致分词 πλεονάζοντος 的结构,其中 οὗ 指代前述如发状的形态(即狭义的彗星)。πλεονάζοντος 意为“占优势/最为多见”,表达因果理由,即“因这一形状最为普遍,故将所有此类天体统称为彗星”。
