- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:87.1-88.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德记述阿斯泰奥斯执政官时期著名大彗星的运行、光芒与消散之处(343b17),菲洛波诺斯解释了关于该彗星形成时期的推断方法、称其光芒为“一跃”和“道路”的原由,并根据其相对于黄道十二宫及猎户座腰带的位置论证了它生成于南半球。
" Ἐπεὶ καὶ ὁ μέγας ἀστὴρ περὶ οὗ πρότερον ἐμνήσθημεν, ἐφάνη μὲν χειμῶνος ἐν πάγοις καὶ αἰθρίας ἀφ’ ἑσπέρας ἐπὶ Ἀστείου ἄρχοντος, καὶ τῇ μὲν πρώτῃ οὐκ ὤφθη ὡς προδεδυκὼς τοῦ ἡλίου, τῇ δ’ ὑστεραίᾳ ὤφθη ὅσον ἐνδέχεται· καὶ γὰρ ἐλάχιστον ὑπελείφθη καὶ εὐθὺς ἔδυ· τὸ δὲ φέγγος ἀπέτεινε μέχρι τοῦ τρίτου μέρους τοῦ οὐρανοῦ οἷον ἅλμα, διὸ καὶ ἐκλήθη ὁδός. ἐπανῆλθε δὲ μέχρι τῆς ζώνης τοῦ Ὠρίωνος καὶ ἐνταῦθα διελύθη." Καὶ ἐκ τῶν περὶ τὸν μέγαν κομήτην συμβεβηκότων, ἐφ’ οὗ καὶ ὁ σεισμὸς καὶ ἡ τοῦ κύματος ἔφοδος γέγονε, τὴν αὐτὴν πίστιν ἐπάγεται τοῦ μήτε ἕνα τῶν πλανωμένων ἀστέρων εἶναι τὸν κομήτην μήτε σύνοδον καὶ σύμφασιν ἅμα πάντων. ὡς ἔθος δὲ τοῖς παλαιοῖς ἐπισημειοῦσθαι τὰ τοιαῦτα πάθη, καὶ αὐτὸς τὰ περὶ τὸν κομήτην ἐκεῖνον ἱστορεῖ γενόμενα. ὀφθῆναι μὲν γὰρ αὐτόν φησιν ἑσπέρας χειμῶνος ὄντος πάγων τε καὶ αἰθρίας, καὶ τῇ μὲν πρώτῃ, φησίν, οὐκ ὤφθη δηλονότι καθ’ ἣν συνέστη, ὡς τοῦ ἡλίου προδεδυκὼς ἢ συγκαταδὺς αὐτῷ δηλονότι. καθ’ ἣν δὲ ἑσπέραν ὤφθη, δευτέρα μὲν ἦν τῆς συστάσεως αὐτοῦ, πρώτη δὲ τῆς φάσεως. ἐν ταύτῃ οὖν ὀφθῆναί φησιν αὐτὸν ὑπὲρ τὸν ὁρίζοντα χρόνον ἐλάχιστον· πρὸς δυσμαῖς γὰρ ἦν, διὸ καταδύντι τῷ ἡλίῳ μετ’ ὀλίγον ἐπικατέδυ. συγκινοῦνται γὰρ οἱ κομῆται τῷ ὑπεκκαύματι καὶ τῷ ὑπ’ αὐτὸ ἀέρι, ὅσος μὴ λιμνάζει μεταξὺ τῶν ὀρῶν, ταῦτα δὲ τῷ οὐρανῷ. ἀλλ’ εἰ καὶ κατέδυ, φησίν, ἀλλ’ οὖν τὸ φέγγος αὐτοῦ ὑπερήλατο τὸν ὁρίζοντα τοσοῦτον, ὥστε τὸ τρίτον τοῦ ὑπὲρ γῆν ἡμισφαιρίου καταυγάσας οἱονεὶ τῷ ὑδροχόῳ συνέδυνε, καὶ τὸ φῶς αὐτοῦ δύο ζῴδια διικνεῖτο, τοὺς ἰχθῦς τε καὶ τὸν κριόν· τοῦτο γάρ ἐστι τὸ τρίτον τοῦ ὑπὲρ γῆν μετὰ τῶν ἑκατέρωθεν παρανατελλόντων αὐτοῖς· οὕτω πολὺς ἦν τῷ μεγέθει τε καὶ τῇ δυνάμει. πόθεν δὲ ὅτι τῇ προτέρᾳ τῆς φάσεως αὐτοῦ συνέστη;1 ἐτεκμήρατο καλῶς ἐκ τοῦ τὴν αὐγὴν αὐτοῦ καταδεδυκότος ἤδη τοσοῦτον ὑπεράλλεσθαι, ὡς τὸ τρίτον καταυγάσαι τοῦ ὑπὲρ γῆν οὐρανοῦ· τῷ οὖν μὴ πρὸ ταύτης τῆς ἡμέρας τὴν αὐγὴν αὐτοῦ τὸν ὁρίζοντα ὑπεράλλεσθαι τεκμαίρεται πρὸ μιᾶς τῆς φάσεως αὐτὸν συστῆναι. κατ’ ὀλίγον γὰρ καὶ οὐκ ἀθρόα τούτων ἡ ἔξαψις γίνεται· προυπέστη ἄρα τῆς φάσεως, ἀλλ’ οὐκ ἐφαίνετο μήπω παραλλάξας τὸν ἥλιον μηδὲ τοσοῦτός πως γενόμενος ἴσως. τὸ δ’ οἷον ἅλμα φησί, τουτέστιν τοσαύτη γέγονεν ἡ ταχυτὴς τῆς κινήσεως τῶν αὐγῶν αὐτοῦ, ὡς ἅλματι ἐοικέναι· διὸ καὶ ἐκλήθη, φησίν, ὁδὸς τὸ φῶς αὐτοῦ τὸ διοδεῦσαν τὸ εἰρημένον διάστημα, ἢ διὰ τὴν ταχυτῆτα τῆς κινήσεως οὕτω κληθὲν ἢ διὰ τὸ δίκην ὁδοῦ λευκανθῆναι τὸν τόπον ἐκεῖνον, ᾗ φησιν ὁ τὰ Ἀργοναυτικά ‘μακραὶ δ’ αἰὲν ἐλευκαίνοντο κέλευθοι, ἀτραπὸς ὡς χλοεροῖο διειδομένη πεδίοιο’’. εἰ δὲ ἐν χειμῶνι καὶ πάγοις ὁ κομήτης ἐφάνη καὶ τῷ ἡλίῳ συγκατέδυ, ἐν χειμεριναῖς ἄρα τροπαῖς ἢ περὶ ταύτας ὁ ἥλιος ἦν, καὶ σύνδρομος αὐτῷ ὁ κομήτης. εἰ οὖν ἐν αἰγοκέρωτι φέρε τὸν ἥλιον ὑποθώμεθα δύναντός τε αὐτοῦ τὸ πρῶτον ὁ κομήτης ἐφάνη, δῆλόν ἐστιν ὡς ἐν ὑδροχόῳ τότε ὑπῆρχεν ἢ περὶ τοὺς ἰχθῦς. ἐπανῆλθε δέ, φησί, μέχρι τῆς ζώνης τοῦ Ὠρίωνος, τουτέστι παρήλλαξε τὸν ἥλιον ὑπολελειμμένος αὐτοῦ2 τρία καὶ πλέον ζῴδια, ἰχθῦς, κριόν, ταῦρον καὶ τῶν διδύμων τι μέρος· ὑπὸ τούτους γάρ ἐστιν ἡ ζώνη τοῦ Ὠρίωνος, ὑφ’ ἣν γενόμενος ὁ κομήτης ἐλύθη. ἐν αὐτῷ δὲ κεῖται τῷ χειμερινῷ τροπικῷ ἡ τοῦ Ὠρίωνος ζώνη· οὐκοῦν ἐν τῷ νοτίῳ ἡμισφαιρίῳ ὁ κομήτης συνέστη. εἰ γὰρ καὶ συγκινοῦνται τοῖς οὐρανίοις ὅ τε ἀὴρ καὶ τὸ ὑπέκκαυμα, ἐν ᾧ γίνεσθαι τοὺς κομήτας ἀνάγκη, ἀλλ’ οὐ πάντως ἰσοδυναμοῦσιν αὐτοῖς· διὸ παρήλλαξε τὸν ἥλιον ὁ κομήτης μέχρι τῆς ζώνης τοῦ Ὠρίωνος ὑπολειφθείς.
“因为我们之前提及的那颗大星,也是在阿斯泰奥斯担任执政官时,在冬季有霜冻和晴朗天气的傍晚显现的;在第一天它并未被看见,因为它在太阳之前已经落下,但在次日它尽可能少地被看见;因为它只停留了极短的时间便随即落下;但它的光芒延伸到天宇的三分之一,犹如一跃,因此它也被称为‘道路’。它退回到猎户座的腰带,并在那里消散了。” 并且,根据关于那颗伴随着地震和海啸发生的大彗星所出现的事态,他也引出了同样的证明,即彗星既非诸行星中的一颗,亦非所有行星的同时聚合与相会。正如古人习惯记录此类异象一样,他也记述了关于那颗彗星所发生的事情。因为他说,它是在冬季、有霜冻且天气晴朗的傍晚被看见的,并且在第一天,他说,显然即它生成的那一天,它并未被看见,显然是因为它在太阳之前已经落下,或是与太阳一同落下。而它被看见的那个傍晚,自其生成而言是第二天,但自其显现而言是第一天。因此他说,在这个傍晚,它在地平线之上被看见了极短的时间;因为它靠近西方,所以在太阳落下后不久它也随之落下。因为彗星随同引火物以及其下的空气(只要是没有停滞在群山之间的那部分)一起运动,而这些又随同天体运动。但是他说,即使它落下了,然而它的光芒跃过地平线如此之远,以至于〔彗星〕照亮了地之上半球的三分之一,仿佛是与宝瓶座一同落下,并且它的光透过了两个星座,即双鱼座与白羊座;因为连同两边与它们一同升起的星座在内,这正是地上部分的三分之一;它在体量与威力上竟是如此巨大。可是,凭何得知它是在其显现的前一天生成的呢?他是从它的光辉在它已然落下之后仍跃起如此之高、以致照亮地上天宇的三分之一这一点,做出了妥当的推断;因此,从在这一天之前它的光辉并未跃过地平线这一事实,他推断出它在其显现的一天前生成。因为这些东西的引燃是逐渐发生的,而非一蹴而就;所以它在显现之前便已存在,但由于尚未偏离太阳,或许也尚未变得如此巨大,因而没有显露出来。至于他说“犹如一跃”,也就是说,它的光芒运动的速度如此之快,以致宛若跳跃;他说,正因如此,踏过上述间距的那道光芒也被称为“道路”,或是因其运动的迅疾而得名,或是因为那个地方如同道路一般泛白,正如《阿尔戈英雄纪》的作者所云:“长长的航道始终泛着白光,宛如穿过青翠原野的小径依稀可见”。如果彗星是在冬季和霜冻中显现并与太阳一同落下,那么太阳当时就在冬至点或其附近,而彗星则与它同行。因此,假定太阳在摩羯座,且彗星在它落下时初次显现,显然那时彗星就在宝瓶座或双鱼座附近。他说它“退回到猎户座的腰带”,也就是说,它落后于太阳三个以上的星座(双鱼座、白羊座、金牛座以及双子座的一部分)而偏离了太阳;因为在这些星座之下正是猎户座的腰带,彗星移至其下后便消散了。而猎户座的腰带正位于南回归线上;因此彗星是在南半球生成的。因为即使空气和引火物(彗星必然在其中生成)随同天体一同运动,但它们绝不具有与天体完全相等的动力;正因如此,彗星由于滞后而偏离太阳,直至猎户座的腰带。
- 1.71πόθεν δὲ ὅτι τῇ προτέρᾳ τῆς φάσεως αὐτοῦ συνέστη;
短语 πόθεν δὲ ὅτι... 是注疏文献中常见的省略疑问句(“凭何得知……”或“他如何知道……”),省略了如 οἶδεν 或 δῆλόν ἐστι 之类的动词。接下来的 ἐτεκμήρατο(“他推断出”)构成了对此疑问做出回答的主动词。
- 1.71παρήλλαξε τὸν ἥλιον ὑπολελειμμένος αὐτοῦ
动词 παραλλάσσω 在天文学上指“(因运行差异等)偏离、远离”,以宾格 τὸν ἥλιον 为宾语。分词 ὑπολελειμμένος 支配属格 αὐτοῦ(“落后于它”),用以描述在天体周日运动中彗星相对于太阳的滞后。
