← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§86.11-86.34

依彗星在地平线上消散且未留星体之反驳

针对亚里士多德依据彗星在地平线上方未沉没即消散且未留下任何星体的观测(343b14)对前人学说所作的反驳,菲洛波诺斯阐发了其论证结构,并补充了有关彗星消散与形态变化的观测事实。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.70

" Πρὸς δὲ τούτοις ἅπαντες οἱ καθ’ ἡμᾶς ὠμμένοι ἄνευ δύσεως ἠφανίσθησαν ἐν τῷ ὑπὲρ τοῦ ὁρίζοντος τόπῳ ἀπομαρανθέντες κατὰ μικρὸν οὕτως, ὥστε μήτε ἑνὸς ἀστέρος ὑπολειφθῆναι σῶμα μήτε πλειόνων." Καὶ τοῦτο μέγιστον σημεῖον τοῦ τὸν κομήτην μήτε ἕνα τῶν πλανωμένων ἀστέρων ὑπάρχειν μήτε σύμφασιν ἅμα πάντων.1 πάντες γάρ, φησίν, οἱ ἐφ’ ἡμῶν ὀφθέντες κομῆται ὑπὲρ γῆν ὄντες κατὰ μικρὸν διελύθησαν καὶ λυθέντες οὐδένα καταλελοίπασιν ἀστέρα. καὶ ἐπὶ τῶν ἡμετέρων δὲ χρόνων πολλοὺς οὕτω τεθεάμεθα λυθέντας καὶ πρὸ τῆς λύσεως εἰς σχήματα μεταβαλόντας διάφορα. καίτοι γε εἰ ἀληθεῖς ἦσαν αἱ προειρημέναι περὶ τοῦ κομήτου δόξαι, τουτέστιν εἴτε εἷς ἦν οὗτος ἀστήρ, ἔδει λυθείσης τῆς κόμης αὐτὸν ὁρᾶσθαι, εἴτε σύμφασις πάντων ἅμα τῶν πλανωμένων εἰς ταὐτὸ συνεληλυθότων, πάλιν ἔδει τοῦ κομήτου λυθέντος φαίνεσθαι τοὺς πλανωμένους ἅπαντας ἀπ’ ἀλλήλων διεστηκότας, μᾶλλον δὲ τῇ διαστάσει τούτων ἐκεῖνον λύεσθαι, καὶ οὐδὲν ἕτερον εἶναι τοῦ κομήτου τὴν λύσιν ἢ τὴν ἐκείνων ἀπ’ ἀλλήλων διάστασιν. εἰ γὰρ ἡ σύνοδος αὐτῶν τὸν κομήτην ἐργάζεται, πάντως που φθείρεσθαι τοῦτον ἀνάγκη διισταμένων ἐκείνων. εἰ οὖν διαλελυμένων τῶν κομητῶν,2 καὶ οὓς Ἀριστοτέλης τεθέαται καὶ οὓς ἡμεῖς καὶ πάντες ἁπαξαπλῶς, οὔτε εἷς ὑπολειπόμενος ἀστὴρ ἐφάνη οὔτε πλείους, διαφέρον τε σχῆμα μεταλαμβάνειν τοὺς ἀστέρας ἀμήχανον ἦν, ψευδὴς ἄρα ἐστὶ τῶν ὑποθέσεων ἑκατέρα. καλῶς δὲ καὶ τὸ ὑπὲρ γῆν ὄντας ἀπομαρανθῆναι τούτους ἐπεσημήνατο· εἰ γὰρ ὑπὸ γῆν αὐτῶν ἡ λύσις ἐγένετο, οὐκ ἦν δῆλον, εἴτε ὑπολέλειπται μετὰ τοῦ κομήτου λύσιν ἀστὴρ εἴτε μή.

“除这些之外,在我们时代所见的一切[彗星]都在地平线之上的地方渐渐衰熄而消失,未曾下沉,以至于既没有留下单个星体的身躯,也没有留下多个星体的身躯。” 这也是表明彗星既非诸行星中的一颗,亦非所有行星的同时相合的最大证据。他说,因为在我们时代所见的所有彗星都在大地之上渐渐消散,且在消散之后未曾留下任何一颗星。在我们自己的时代,我们也曾目睹许多彗星如此消散,并在消散之前变为各种不同的形状。然而,如果上述关于彗星的观点是真的——也就是说,若它是一颗星,当彗尾消散时它本身理应被看见;若它是聚集到同一处的所有行星的同时相合,那么在彗星消散时,所有行星又理应显现为彼此分离,或者更确切地说,那颗彗星理应因它们的分离而消散,并且彗星的消散无非就是它们彼此的分离。因为如果它们的聚合产生了彗星,那么当它们分离时,这颗彗星必然会在任何情况下归于毁灭。因此,既然当彗星消散时(无论亚里士多德所目睹的,还是我们以及所有人毫无例外所目睹的),既没有一颗留存的星显现,也没有多颗星显现,且星体绝不可能采取不同的形状,那么两个假说便都是假的。他指出这些彗星是在大地之上衰熄的,这也是极妥当的;因为如果它们的消散发生在大地之下,那么在彗星消散之后究竟有没有留下星体,就并不清楚了。

语法注2 条
  1. 1.70τοῦ τὸν κομήτην μήτε ἕνα τῶν πλανωμένων ἀστέρων ὑπάρχειν μήτε σύμφασιν ἅμα πάντων

    由属格冠词引导的不定式短语(τοῦ + 对格带不定式),作 μέγιστον σημεῖον 的同格或说明性属格(“彗星并非……的最大证据”)。

  2. 1.70εἰ οὖν διαλελυμένων τῶν κομητῶν

    由 εἰ οὖν 引导的条件从句以独立属格 διαλελυμένων τῶν κομητῶν 开始,随后插入修饰彗星的关系从句 καὶ οὓς Ἀριστοτέλης... 作为具体例证。从句内由 τε 连接两个并列谓语(οὔτε ... ἐφάνη 与 διαφέρον τε ... ἀμήχανον ἦν),最终引向主句 ψευδὴς ἄρα ἐστὶ τῶν ὑποθέσεων ἑκατέρα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:86.11-86.34