← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§85.1-86.10

恒星带尾的观测与斜视更易见到的原由

亚里士多德指出恒星(大犬座的一颗星)也能带有慧尾这一观测事实以反驳前人学说,菲洛波诺斯则依据视线圆锥理论和视线分散的原理解释为何斜视比凝视能更清晰地看见慧尾的光芒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.69

" Κοινὸν δὲ καὶ τούτοις καὶ τοῖς τὴν σύναψιν λέγουσιν πρῶτον μὲν ὅτι καὶ τῶν ἀπλανῶν λαμβάνουσι κόμην τινές. καὶ τοῦτο οὐ μόνον Αἰγυπτίοις πιστεῦσαι δεῖ (καίτοι κἀκεῖνοί φασιν) ἀλλὰ καὶ ἡμεῖς ἐφεωράκαμεν· τῶν γὰρ ὄντων ἐν τῷ ἰσχίῳ τοῦ κυνὸς ἀστήρ τις ἔσχε κόμην, ἀμαυρὰν μέντοι· ἀτενίζουσι μὲν γὰρ εἰς αὐτὸν ἀμυδρὸν ἐγένετο τὸ φέγγος, παραβλέπουσι δ’ ἠρέμα τὴν ὄψιν πλεῖον.1" Καὶ κοινῶς ἀντειρηκὼς πρὸς τὰς εἰρημένας τῶν παλαιῶν ὑποθέσεις ἁπάσας καὶ τὰ ἰδίᾳ ἑκάστῃ αὐτῶν παρακολουθοῦντα προσθεὶς ἄτοπα, νῦν πάλιν κοινοὺς ἐλέγχους ἐπιτίθησι καὶ τοῖς σύμφασιν τῶν πέντε πλανωμένων τὸν κομήτην εἶναι λέγουσι καὶ τοῖς ἕνα τῶν πλανωμένων ἕκτον ἀστέρα. τούτων δ’ οἱ μὲν αὐτῷ συμπεφυκέναι τὴν κόμην ἔλεγον, οἱ δὲ ταύτην ἔξωθεν λαμβάνειν, μᾶλλον δὲ κόμης φαντασίαν εἶναι ἐκ τῆς τῶν ὄψεων ἀνακλάσεως ἀπὸ τῆς ἀναθυμιάσεως ἐπὶ τὸν ἥλιον γινομένης. εἰ γάρ, φησί, καὶ τῶν ἀπλανῶν κόμην λαμβάνουσί τινες, ὡς ἥ τε παλαιοτέρα τῶν Αἰγυπτίων ἱστορία βούλεται καὶ αὐτὸς Ἀριστοτέλης ἱστορηκέναι φησί τινα ἐν τῷ ἰσχίῳ τοῦ κυνὸς τοῦτο παθόντα, οὐκ ἄρα ἰδιάζουσά τις ἀστέρος κομήτου φύσις ἐστὶν ἑνὸς ὄντος καὶ αὐτοῦ τῶν πλανωμένων, οὐδὲ σύμφασις ἅμα πάντων, ἐπεὶ οὐκ ἂν καὶ τῶν ἀπλανῶν τινες τοῦτο ἔπασχον πρότερον οὐκ ἔχοντες κόμην· ἔδει γὰρ καὶ τὸν παρ’ αὐτοῖς λεγόμενον κομήτην ἀστέρα, εἴπερ ἀστὴρ ἦν κατ’ ἀλήθειαν, πρότερον φαίνεσθαι κόμης ἐκτός. τίνος δὲ χάριν ἀτενὲς μὲν εἰς τὴν κόμην τοῦ ἀστέρος ὁρώντων ἀμυδρότερον τὸ φῶς τῆς κόμης ἐφαίνετο, εἰ δέ τι παραβλέψαιεν ὑπολοξοῦντες τὰς ὄψεις, πλεῖον ἐδόκει τὸ φῶς εἶναι; πρὸς τοῦτο τῶν ὀπτικῶν τινες ἔφασαν ὡς τοῦ κώνου τῶν ἐκ τῆς κόρης ἐξιουσῶν ὄψεων (κωνοειδῶς γὰρ ἐξίασιν, ὡς καὶ πρότερον εἶπον) ὅσαι μὲν τῷ ἄξονι τοῦ κώνου πλησιάζουσι (μέσος δὲ δηλονότι πασῶν ὁ ἄξων ἐστίν) ἰσχυρότεραι τῶν ἄλλων εἰσὶ καὶ δυσπαθέστεραι, ὅσαι δὲ τούτων πορρωτέρω διεστήκασιν, ἀσθενέστεραι καὶ διὰ τοῦτο μᾶλλον εὐπαθεῖς θᾶττον διακρινόμεναι. διὸ καὶ μᾶλλον τοῦ αἰσθητοῦ ἀντιλαμβάνονται· τὸ γὰρ μᾶλλον πάσχον μᾶλλον τοῦ ποιοῦντος ἀντιλαμβάνεται. ἐναντιοῦσθαι δὲ τούτῳ δοκεῖ τὸ μᾶλλον διακρίνεσθαι τὰς ὄψεις τοὺς ἀτενὲς τῷ ἡλίῳ προσέχοντας2 ἢ τοὺς λοξότερον αὐτῷ τοῖς ὄμμασιν ἐπιβλέποντας. ἀλλ’ ἔστι καὶ πρὸς τοῦτο εἰπεῖν ὅτι δι’ ἀμετρίαν τοῦ ἡλιακοῦ φωτὸς πρὸς τὰς ἡμετέρας ὄψεις τοῦτο συμβαίνει· ἡ γὰρ ὑπερβολὴ τοῦ δρῶντος εἰς φθορὰν ἄγειν τὸ πάσχον κινδυνεύουσα καὶ αὐτῆς τοῦ πάθους ἀφαιρεῖται τῆς ἀντιλήψεως. μήποτε οὖν αὐτό γε τοῦτο καὶ ἐπὶ τοῦ ζητουμένου συμβέβηκεν.3 ἀτενὲς γὰρ εἰς τὸ τῆς κόμης καὶ εἰς τὸ τοῦ ἀστέρος φῶς ἀποβλέπουσιν ἅμα τό τε πάθος ἐγίνετο μεῖζον καὶ ἀσθενουσῶν διὰ τοῦτο τῶν ὄψεων ἡ κρίσις ἦν ἀμυδροτέρα· ὑποκλινομένων δὲ τῶν ὀφθαλμῶν καὶ λοξῶς ὁρώντων σύμμετρος ἡ τῶν ὄψεων ἐγίνετο διάκρισις καὶ ἡ ἀντίληψις ἀκριβεστέρα. σκόπει δὲ καὶ ἄλλως· εἰ δύο λύχνους θείης ἐπὶ μιᾶς εὐθείας, τὸν μὲν ἀνωτέρω τὸν δὲ ὑποκείμενον αὐτῷ, εἶτα εἰς τούτους ἀποβλέψειας, ἀνθελκομένων ὑφ’ ἑκατέρου φωτὸς τῶν ὄψεων διασπᾶται ἡ κρίσις τῶν ὁρατῶν, κἀντεῦθεν τὸ φῶς ἀμυδρότερον εἶναι δοκεῖ· εἰ δὲ θάτερον αὐτῶν ὑφέλοιο, μηκέτι τοῦ εἰρημένου πάθους γενομένου ἀκριβεστέρα τοῦ λυχνιαίου φωτὸς ἡ ἀντίληψις γίνεται. ἐπεὶ οὖν ἡ κόμη κατωτέρω τοῦ ἀπλανοῦς ὑπῆρχεν ἀστέρος, αἱ πρὸς ταῦτα φερόμεναι ὄψεις τὸ ἐπὶ τῶν λύχνων πάθος ὑπέμενον· λοξουμένων δὲ τῶν ὀφθαλμῶν οὕτως ὡς μηκέθ’ ὁμοίως ἐπ’ ἄμφω φέρεσθαι (ὁ γὰρ λοξῶν πάντως ὡς ἐπὶ τὴν κόμην τὰς ὄψεις ποιεῖ νεύειν ταύτην ἐθέλων ὁρᾶν) μηκέτι οὖν διασπωμένων τῶν ὄψεων ἀκριβεστέρα τοῦ φωτὸς τῆς κόμης ἐγίνετο ἡ ἀντίληψις.

“无论是对于这些人,还是对于主张相合的人来说,共同的第一点是,甚至恒星中也有一些会获得彗尾。对此不仅应当相信埃及人(尽管他们也这样说),而且我们自己也观察到了;因为在‘大犬座’大腿部位的那些星中,有一颗星带有了彗尾,不过是暗淡的;因为对于凝视它的人来说,光芒变微弱了,而对于微微把视线斜向一旁的人来说,光芒却变大了。” 在普遍反驳了古人的所有上述假说并列举了各自单独伴随的荒谬之处之后,他现在再次提出共同的反驳,既针对主张彗星是五颗行星的相合的人,也针对主张彗星是行星中的第六颗星的人。其中有些人主张彗尾与该星本身天然长在一起,而另一些人则主张彗尾是从外部获得的,或者更确切地说,是由视线从蒸气向太阳反射而产生的彗尾表象。他说,因为如果连恒星中也有一些获得彗尾,正如埃及人更古老的记载所主张,并且亚里士多德本人也说曾观察到‘大犬座’大腿部位的一颗星发生这种情况,那么彗星就绝非本身作为行星之一的某种独特的星之本性,也不是所有行星的同时相合;否则恒星中就不会有此前没有彗尾的星发生这种情况了;因为被他们称为彗星的星,若真的确是一颗星,此前也理应不带彗尾地显现。但是,究竟出于什么缘故,凝视该星彗尾的人觉得彗尾的光较为微弱,而若微微斜视、把视线倾斜的人却觉得光更大呢?对此,一些光学学者说,从瞳孔发出的视线圆锥(因为正如我此前也说过的,它们呈圆锥形发出)中,靠近圆锥轴线的视线(轴线显然位于所有视线的正中)比其余的更强、更不易受影响,而离轴线较远的视线则较弱,并因此更容易受影响,更快地被分散开。因此它们也更能把握感觉对象;因为受影响越深者,越能把握施加作用者。然而,凝视太阳的人比用眼睛斜视太阳的人视线分散得更厉害,这似乎与此相反。但对此也可以说,这是由于太阳光相对于我们的视线极度不成比例而发生的;因为施加作用者的过度强烈,濒于将受影响者引向破坏,甚至剥夺了对这一承受状态的把握本身。或许,恰恰正是这一点也发生在所探讨的事情上。因为对于同时凝视彗尾的光和该星的光的人来说,受影响程度变大,视线因此变弱,判别便较为微弱;而当眼睛倾斜、斜着看时,视线的分散便适度,把握也就更精确。你还可以从另一角度来考察:如果你把两盏灯放在同一条直线上,一盏较高,另一盏在其下方,然后向它们看去,由于视线被每一种光分别吸引,对可见物的判别被撕扯开,由此光线显得较为微弱;但如果你撤去其中一盏,既然上述影响不再发生,对灯光的把握便变得更精确。因此,由于彗尾位于恒星之下,朝向这些对象奔去的视线便承受了如同在灯火上所见的影响;但当眼睛倾斜,以至于不再同样地奔向两者时(因为斜视者想要看彗尾,无论如何都会让视线倾向于彗尾),视线既然不再被撕扯开,对彗尾之光的把握便变得更精确了。

语法注3 条
  1. 1.69ἀτενίζουσι μὲν γὰρ εἰς αὐτὸν ἀμυδρὸν ἐγένετο τὸ φέγγος, παραβλέπουσι δ’ ἠρέμα τὴν ὄψιν πλεῖον

    与格分词 ἀτενίζουσι 和 παραβλέπουσι 作关系与格或评判者与格(dativus iudicantis),泛指观察者:“对于凝视它的人来说……对于把视线略微偏向一旁的人来说”。宾格 τὴν ὄψιν 依附于 παραβλέπουσι,作内在宾格或状语性宾格(“把视线偏转”)。

  2. 1.69ἐναντιοῦσθαι δὲ τούτῳ δοκεῖ τὸ μᾶλλον διακρίνεσθαι τὰς ὄψεις τοὺς ἀτενὲς τῷ ἡλίῳ προσέχοντας

    δοκεῖ 的主语是带冠词不定式短语 τὸ ... διακρίνεσθαι。其中宾格短语 τὰς ὄψεις 是被动不定式 διακρίνεσθαι 的主语(“视线被分散开”),而宾格分词 τοὺς ... προσέχοντας 充当该不定式在逻辑上的施事主体或关系宾格(“凝视太阳的人”)。整体结构为“凝视太阳的人视线分散得更厉害这一事实似乎与此相悖”。

  3. 1.69μήποτε οὖν αὐτό γε τοῦτο καὶ ἐπὶ τοῦ ζητουμένου συμβέβηκεν

    μήποτε 后接直陈式(此处为完成时 συμβέβηκεν)是表示谨慎推测或提出假设的希腊语惯用句式:“或许,恰恰正是这一点也发生在所探讨的事情上”。此处并非表达否定性担忧,而是提出一种肯定的解释方案。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:85.1-86.10