- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:83.20-84.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
菲洛波诺斯注解亚里士多德《气象学》343a35–343b4,批驳希波克拉底关于彗星唯独产生于北方且仅在夏至附近的学说。他援引阿开亚地震时的大彗星以及在冬至伽梅利昂月出现于北方之彗星的实测记录,驳斥了关于位置和太阳距离的假定。
" Ἀλλὰ μὴν οὐδὲ τοῦτο ἀληθές, ὅτι ἐν τῷ πρὸς ἄρκτον τόπῳ γίνεται κομήτης μόνον, ἀλλὰ καὶ τοῦ ἡλίου ὄντος περὶ θερινὰς τροπάς·1 ὅ τε γὰρ μέγας κομήτης ὁ γενόμενος περὶ τὸν ἐν Ἀχαΐᾳ σεισμὸν καὶ τὴν τοῦ κύματος ἔφοδον ἀπὸ δυσμῶν τῶν ἰσημερινῶν ἀνέσχε, καὶ πρὸς νότον ἤδη πολλοὶ γεγόνασιν." Πάλιν πρὸς τοὺς περὶ Ἱπποκράτην μετάγει τὸν ἔλεγχον ἐν μόνοις λέγοντας τοῖς βορείοις μέρεσι τὸν κομήτην γενέσθαι, ὅτε καὶ ὁ ἥλιος τοὺς τόπους ἐπέχει τοὺς αὐτούς, διὰ τὸ καὶ ἀτμίδα πολλὴν ἐκεῖσε δύνασθαι τὸν κομήτην συνέλκειν εἰς ἑαυτόν, ὑγρῶν ὄντων τῶν τόπων, καὶ τὰς ὄψεις ἡμῶν προσπιπτούσας αὐτῇ καὶ ἀνακλωμένας φέρεσθαι πρὸς τὸν ἥλιον διὰ τὸ μικρὸν εἶναι τὸ ὑπὸ γῆν τοῦ κύκλου μέρος· οὔτε δὲ μεταξὺ τῶν τροπικῶν ὑπὸ τὸν ἰσημερινὸν διὰ τὸ κατεξηράνθαι τοὺς τόπους οὔτε ἐν τοῖς νοτίοις2 διὰ τὸ μείζονα εἶναι τὰ ὑπὸ γῆν τῶν κύκλων τμήματα τῶν ὑπὲρ γῆν καὶ τὰς ὄψεις ἀνακλωμένας μὴ ἀφικνεῖσθαι πρὸς τὸν ἥλιον· ἀλλὰ μηδὲ εἰ ὁ ἥλιος ἐν ταῖς θεριναῖς εἴη τροπαῖς, τῆς ὄψεως πάλιν ἡμῶν διὰ τὴν πολλὴν διάστασιν οὐκ ἐξισχυούσης δὴ ἀπὸ τῶν χειμερινῶν τροπῶν ἐπὶ τὰς θερινὰς ἀνακλωμένης φέρεσθαι. ὁ οὖν Ἀριστοτέλης ἐκ τῆς ἱστορίας καὶ τῶν φανέντων πολλάκις τὰς ὑποθέσεις ταύτας ἐλέγχει ψευδομένας. τούτων δὲ ἐλεγχομένων καὶ ἡ αἰτία ἡ ἐξ αὐτῶν ἀποδεδομένη τῆς συστάσεως τοῦ κομήτου συνελέγχεται. τοῦ γὰρ ἡλίου, φησίν, ὄντος περὶ τὰς θερινὰς τροπὰς ὁ φανεὶς τότε μέγας κομήτης ἐκ δυσμῶν ἀνέσχε τῶν ἰσημερινῶν, ὥστε καὶ τοῦ ἡλίου τοσοῦτον διεστῶτος μεταξὺ τῶν τροπικῶν ὑπ’ αὐτὸν τὸν ἰσημερινὸν ὁ κομήτης συνέστη. ἀναγκαίως δὲ καὶ τὸ μέγιστον εἶναι τὸν κομήτην ἐπισημειοῦται, καὶ τοσοῦτον μέγεθος ἦν, ὡς διὰ τὴν πολλὴν τότε ὕλην, ἐξ ἧς ὁ Ἀριστοτέλης τοὺς κομήτας καὶ τοὺς σεισμοὺς καὶ τοὺς ἀνέμους γίνεσθαι δείκνυσι, πολλὰς τῶν Ἀχαϊκῶν πόλεων ὑπὸ τοῦ τότε γινομένου σεισμοῦ κατενεχθῆναι καὶ κύματος γενέσθαι κατὰ τῆς γῆς ἔφοδον ἐξ ἀντικειμένων συνισταμένην πνευμάτων, ὡς δείξει. εἰ δὲ καθ’ Ἱπποκράτην τὸν Χῖον ἐκ τῆς ὑπὸ τὸν ἀστέρα ἑλκομένης ἀτμίδος τῶν ὄψεων ἡμῶν ἐπὶ τὸν ἥλιον ἀνακλωμένων ὁ κομήτης συνίστατο, τὸ πυρῶδες τοῦ ἡλίου χρῶμα ἐν τῷ ἐνόπτρῳ ἀτονούσης ὁρᾶν τῆς ὄψεως, πολλὴ ἄρα ὑπὸ τὸν ἰσημερινὸν ἡ ἀτμὶς συνεστήκει. εἰ οὖν οὐδ’ αὐτοῖς δοκεῖ μεταξὺ τῶν τροπικῶν ἀτμίδα συνίστασθαι, ἐκεῖσε δ’ ὁ τηλικοῦτος συνέστη κομήτης, ψευδὴς ἄρα ἡ παρὰ τῶν περὶ τὸν Ἱπποκράτην ἀποδοθεῖσα τῆς γενέσεως τῶν κομητῶν αἰτία. πάλιν δὲ τὸ ἱστορῆσαι καὶ πρὸς νότον πολλοὺς γεγονέναι κομήτας ψευδόμενον ἤλεγξε τὸν ἐν μόνοις τοῖς βορείοις τόποις συνίστασθαι κομήτην λέγοντα. καὶ ἐπὶ τῶν καθ’ ἡμᾶς δὲ χρόνων ὑπὸ τοὺς πόδας τοῦ Ὠρίωνος συνέστη κομήτης 〈ἐν τόποις〉 νοτίοις οὖσι καὶ τοῦ ζῳδιακοῦ διεστηκόσιν.
“再者,彗星唯独在偏北的区域产生,并且唯独在太阳处于夏至点附近时产生,这也是不真实的;因为在阿开亚发生地震和海啸侵袭之际出现的大彗星,是从二分点的日没处升起的,而且往南也已经出现过许多彗星。” 他再次把反驳引向希波克拉底一派,他们主张彗星唯独在北方部分产生,并且唯独在太阳也占据这些相同区域时产生,这是因为彗星能够在那里向自身吸引大量水汽(由于那些区域是湿润的),而且我们的视线投射在其上并经反射后,由于圆周在地面下的部分很小而奔向太阳;但在双回归线之间即赤道之下则不能产生(由于那些地方已干涸透彻),在南方各区域也不能产生(由于圆周在地面下的分段大于地面上的分段,反射的视线无法到达太阳);甚至若太阳处于夏至点时,我们的视线由于距离过大,也同样完全无力从冬至点反射奔向夏至点。因此,亚里士多德根据史实和屡次显现的现象,反驳这些假说是虚妄的。而随着这些假说被驳倒,他们由此给出的彗星构成的成因也随之被驳倒。他说,因为当太阳处于夏至点附近时,那时显现的大彗星是从二分点的日没处升起的,以至于尽管太阳相隔如此之远,彗星还是在双回归线之间即赤道之下本身形成了。而且他必然也指出该彗星是最大的,其规模之大,以至于由于当时有充裕的质料(亚里士多德表明彗星、地震和风皆由此产生),许多阿开亚城市被当时发生的地震震坍,并且由逆向的风力汇聚而成的海啸袭击了陆地,正如他随后将表明的那样。但如果按照希俄斯的希波克拉底,彗星是由于在被吸引到该星之下的水汽上我们的视线反射至太阳而构成的(视线在镜面中无力看清太阳的火热色彩),那么赤道之下必然积聚了大量水汽。因此,如果连他们自己也不认为在双回归线之间能积聚水汽,而如此巨大的彗星却在那里形成了,那么由希波克拉底一派所给出的彗星生成的原因就是虚妄的。此外,记载往南也发生过许多彗星,这反驳了主张彗星唯独在北方区域形成的虚妄说法。在我们的时代,猎户座的脚下,在偏南且偏离黄道带的区域中,也形成了一颗彗星。
"Ἐπὶ δὲ ἄρχοντος Ἀθήνησιν Εὐκλέους τοῦ Μόλωνος ἐγένετο κομήτης ἀστὴρ πρὸς ἄρκτον μηνὸς γαμηλιῶνος περὶ τροπὰς ὄντος τοῦ ἡλίου χειμερινάς· καίτοι τοσοῦτον ἀνακλασθῆναι καὶ αὐτοὶ τῶν ἀδυνάτων εἶναί φασιν.3" Ἡ μὲν τοῦ μεγάλου κομήτου ἱστορία τὴν ὑπόθεσιν ἤλεγξεν Ἱπποκράτους τὴν λέγουσαν ἐν μόνοις τοῖς βορείοις τόποις κομήτην συνίστασθαι, ἡ δὲ νῦν τὴν λέγουσαν δεῖν πλησιάζειν τῷ κομήτῃ τὸν ἥλιον, καὶ μὴ τὸν μὲν εἶναι βορειότατον, τὸν δὲ νοτιώτατον· μηδὲ γὰρ τοσοῦτον ἀνακλασθῆναι τὰς ὄψεις τῶν ἐνδεχομένων ὑπάρχειν. ἰδοὺ γοῦν ὁ φανεὶς ἐπὶ τοῦ εἰρημένου ἄρχοντος κομήτης αὐτὸς μὲν πρὸς ἄρκτον ἐφάνη, ὁ δὲ ἥλιος πρὸς ταῖς χειμεριναῖς ὑπῆρχε τροπαῖς· τὴν μεγίστην ἄρα κατὰ πλάτος διεστήκεισαν ἀλλήλων ὅ τε κομήτης καὶ ὁ ἥλιος. εἰ οὖν καὶ αὐτοῖς ἀδύνατον εἶναι δοκεῖ, ἐπὶ τοσοῦτον ἀνακλωμένας διάστημα φέρεσθαι τὰς ὄψεις, κἀντεῦθεν ἄρα ψευδὴς οὖσα δέδεικται ἡ ἀποδοθεῖσα παρ’ αὐτῶν τῆς γενέσεως τῶν κομητῶν αἰτία.
“在莫隆之子尤克勒斯担任雅典执政官时,在太阳处于冬至点附近的伽梅利昂月,一颗彗星产生在偏北处;然而他们自己也说,反射这么远是不可能的事情之一。” 大彗星的记载驳倒了希波克拉底主张彗星唯独在北方区域形成的假说,而如今这一条记载则驳倒了主张太阳必须靠近彗星、不能一个极北而另一个极南的假说;因为他们说,视线反射这么远是不可能发生的事情之一。看哪,在上述执政官任内显现的彗星,它自身显现在偏北处,而太阳却在冬至点附近;因此彗星与太阳在纬度上彼此相距最远。既然连他们自己也认为视线经反射奔向如此遥远的距离是不可能的,那么由此也证明了他们所给出的彗星生成原因乃是虚妄的。
- 1.67ἀλλὰ καὶ τοῦ ἡλίου ὄντος περὶ θερινὰς τροπάς
标引句(lemma)中的紧缩结构。承接前文否定主句 οὐδὲ τοῦτο ἀληθές, ὅτι... μόνον(“……仅仅在某处产生也是不真实的”),相当于省略了 [主干动词唯独产生于] τοῦ ἡλίου ὄντος περὶ θερινὰς τροπάς(当太阳处于夏至点附近之时)。否定范围延伸至 ἀλλὰ καί 分句。
- 1.67οὔτε δὲ μεταξὺ τῶν τροπικῶν ὑπὸ τὸν ἰσημερινὸν διὰ τὸ κατεξηράνθαι τοὺς τόπους οὔτε ἐν τοῖς νοτίοις
从属于宾格分词 λέγοντας(“主张……的人们”)的长篇原因结构的一部分。οὔτε... οὔτε(“既不能在双回归线之间……也不能在南方各部”)省略了不定式 [δύνασθαι τὸν κομήτην γενέσθαι],且每一处排除均由 διὰ τό 引出的冠词附带不定式短语(διὰ τὸ κατεξηράνθαι, διὰ τὸ μείζονα εἶναι...)作平行的原因说明。
- 1.68καίτοι τοσοῦτον ἀνακλασθῆναι καὶ αὐτοὶ τῶν ἀδυνάτων εἶναί φασιν
καίτοι 引出与前述事实相冲突的转折(“然而”)。τοσοῦτον 作副词性宾格表示程度或距离(“这么远”)。τῶν ἀδυνάτων 为部分属格作表语(“属于不可能之事”),καὶ αὐτοί(“连他们自己也”)作为 φασιν 的强调主语。
