← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§82.19-83.19

基于彗尾存在与否对反射说与会聚说的驳斥

菲洛波庞对亚里士多德《气象学》343a26–343a31进行注解,阐明了对希波克拉底等人基于反射解释彗尾的学说以及行星会聚说的驳斥,其论据在于不存在无尾的行星以及五颗行星被实际观测到的方位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.65

" Πρὸς δὲ τούτοις, εἰ διὰ τὴν ἀνάκλασιν τὴν κόμην ἔχουσι, καθάπερ φησὶν Αἰσχύλος καὶ Ἱπποκράτης, ἔδει ποτὲ φαίνεσθαι καὶ ἄνευ κόμης τὸν ἀστέρα τοῦτον, ἐπειδήπερ ὑπολέλειπται μὲν καὶ εἰς ἄλλους τόπους, τὴν δὲ κόμην ἴσχει οὐ πανταχοῦ· νῦν δὲ οὐδεὶς ὦπται παρὰ τοὺς πέντε ἀστέρας." Τοῦτο πρὸς Ἱπποκράτην φησὶ καὶ μόνον καὶ τὸν αὐτοῦ μαθητὴν Αἰσχύλον. εἰ γὰρ ἐξ ἀνακλάσεως ἡ φαντασία κατ’ αὐτοὺς τῆς κόμης γίνεται, οὐ πανταχοῦ δὲ δυνατὸν ἀπὸ τῆς ἀτμίδος ἐπὶ τὸν ἥλιον ἀνακλᾶσθαι τὰς ὄψεις ἡμῶν, οὐκ ἀεὶ κόμην ὁ ἀστὴρ οὗτος ἕξει· ἔδει οὖν αὐτόν, φησίν, ἑτέρωσέ ποι καὶ ἄνευ κόμης ποτὲ φαίνεσθαι. εἰ γὰρ καὶ ἐν ἄλλοις ὑπολείπεται τόποις, ἐν οἷς αὐτόν, ὥς φασιν, οὐχ οἷόν τε τὴν κόμην ἔχειν διὰ τὸ μηδὲ ἀνακλᾶσθαι πανταχοῦ δύνασθαι τὰς ὄψεις ἡμῶν ἐπὶ τὸν ἥλιον, διὰ τί μὴ φαίνεται ὁ ἀστὴρ οὗτος ὁ πλανώμενος ἐν ἄλλοις τόποις κόμης χωρίς, ἀστὴρ ὢν ἁπλῶς καὶ μόνον; νῦν δέ, φησί, παρὰ τοὺς πέντε τοὺς πλανωμένους οὐδεὶς οὐδαμοῦ φαίνεται πλανώμενος ἀστήρ. ταῦτα μὲν οὖν πρὸς τούτους. πρὸς δὲ τοὺς λέγοντας οἴκοθεν ἔχειν τὴν κόμην οὐδὲν ἀντεἶπεν Ἀριστοτέλης, ὡς προφανοῦς ἀτοπίας οὔσης· ἀποκληρωτικὸς γὰρ ὁ λόγος ἐστί.1 παρὰ τοὺς πέντε διὰ τί μόνος ἔχει κόμην; εἰ δὲ εἷς τῶν πέντε, πῶς οὐδὲ εἷς αὐτῶν φαίνεται κόμην ἔχων; εἰ δὲ ἐκ τῆς πάντων συμφάσεως γίνεται μηδενὸς τούτων κόμην ἔχοντος, πόθεν ἐν τῷ γενομένῳ ἐκ τῆς αὐτῶν συνόδου γέγονεν ἡ κόμη; εἰ δὲ τῷ ἀποσπινθηρίζειν τὴν κόμην αὐτὸν ἐροῦσιν ἔχειν (φαίνονται γὰρ οἱ λαμπρότατοι τῶν ἀστέρων τοιοῦτοί τινες, ὡς ὁ τοῦ κυνός, ὁ τῆς Ἀφροδίτης, ἀκτῖνας πανταχόθεν ἐκπέμποντες, αἵτινες οἷόν τις αὐτοῖς κόμη περίκεινται) ἀλλὰ πλάνη δηλονότι τῆς ὄψεως ἡμῶν ἐστι τὸ τοιοῦτον πάθος,2 καὶ οὐκ αὐτῶν ἀπῃώρηται πανταχόθεν τινὰ σωμάτια. καὶ γὰρ ἐπὶ λύχνου τοῖς ἀσθενεστέροις τὰς ὄψεις καὶ ὑγροτέρου ὄντος τοῦ ἀέρος φαντασία τοιαύτη γίνεται· οὐκ αὐτῶν οὖν ἡ τοιαύτη κόμη.

“此外,正如埃斯库罗斯和希波克拉底所说,如果它们是由于反射而具有彗尾,那么这颗星本应有时在没有彗尾的情况下显现,因为它确实也落后到其他区域,但它并非在任何地方都具有彗尾;然而事实上,在五颗星之外未曾见过任何星。” 他说这话只是针对希波克拉底及其弟子埃斯库罗斯。因为照他们所说,如果彗尾的表象是由反射产生的,而我们的视线又不可能在任何地方都从水汽反射到太阳,那么这颗星就不会始终具有彗尾;他说,因此它本应有时在别处没有彗尾地显现。因为如果它也落后到其他区域,而在那些区域中,正如他们所说,由于我们的视线不能在任何地方都反射到太阳,它不可能具有彗尾,那么为什么这颗行星在其他区域中不显现为没有彗尾、仅仅只是一颗星呢?他说,然而事实上,在五颗行星之外,没有任何行星在任何地方显现。这些论证是针对他们的。另一方面,对于那些说它自备固有彗尾的人,亚里士多德没有作任何反驳,因为荒谬是显而易见的;因为这种说法是武断独断的。在五颗星之外,为什么唯独它具有彗尾?如果它是五颗星之一,为什么它们之中没有任何一颗显现为带有彗尾?而如果在它们都不带彗尾的情况下它是由所有星的会聚产生的,那么在由它们的结合所产生的事物中,彗尾究竟是从何而来的?如果他们说它是由于闪烁散发火花而具有彗尾——因为最明亮的星显现为这般模样,比如犬星和阿佛洛狄忒之星,向四面八方发射光芒,这些光芒如同一圈彗尾般环绕着它们——然而这种状态显然是我们视线的错觉,并非从它们自身向四面八方悬垂着某些微小躯体。事实上,对于视力较弱的人以及在空气更为潮湿时,对着油灯也会产生这样的表象;因此,这样的彗尾并不属于它们自身。

§1.66

"Οὗτοι δὲ πολλάκις ἅμα πάντες μετέωροι φαίνονται ὑπὲρ τοῦ ὁρίζοντος. καὶ φανερῶν δ’ ὄντων αὐτῶν ἁπάντων καὶ μὴ φαινομένων πάντων ἀλλ’ ἐνίων ὄντων πρὸς τῷ ἡλίῳ,3 οὐδὲν ἧττον κομῆται φαίνονται γινόμενοι πολλάκις." Οὗτος ὁ λόγος ἁρμόζει μάλιστα πρὸς τοὺς σύμφασιν τῶν πλανωμένων τὸν κομήτην εἶναι λέγοντας. εἰ γὰρ σύνοδος εἰς ταὐτὸ πάντων καὶ σύμφασις ὁ κομήτης ἐστίν, ἔδει κομήτου γινομένου μηδαμοῦ λοιπὸν ἑτέρωσε φαίνεσθαι τῶν πλανωμένων μηδένα μηδ’ ὑπὸ γῆν τούτων εἶναί τινα. νῦν δὲ καὶ πάντων ὑπὲρ γῆν ὄντων καὶ ὁρωμένων καὶ πάντων ὑπὸ γῆν, καὶ τινῶν μὲν ὑπὲρ γῆν, τινῶν δὲ ὑπὸ γῆν, καὶ πάντων ἐγγὺς ὄντων καὶ ἄλλων ἀλλαχοῦ διεστώτων ὅμως κομῆται φαίνονται μηδενὶ τῶν πλανωμένων πλησιάζοντες. τούτου δ’ ἀληθοῦς ὄντος οὐκ ἄρα σύμφασις τῶν πλανωμένων ἐστὶν ὁ κομήτης, οὐδ’ ἅμα πάντων οὐδέ τινων.

“而且这些星常常一同高悬在地平线之上显现。不仅当它们全部显露时,而且在并非全部显现、而是有若干星靠近太阳时,彗星依然常常显现为产生出来。” 这一论述最切合于那些主张彗星是行星会聚的人。因为如果彗星是所有行星在同一处的结合与会聚,那么在彗星产生时,本应在别处再也见不到任何行星,也不应有任何行星位于地平之下。然而事实上,无论在所有行星都在地平之上且被看见时,还是全部在地平之下时,抑或若干在地平之上、若干在地平之下时,以及全部彼此靠近时和各自离散在不同地方时,彗星依然显现,并不接近任何一颗行星。既然这是真实的,那么彗星就绝不是行星的会聚,既不是所有行星一同的会聚,也不是某些行星的会聚。

语法注3 条
  1. 1.65ἀποκληρωτικὸς γὰρ ὁ λόγος ἐστί

    表语形容词 ἀποκληρωτικός 指缺乏论证根据、“如抓阄般任意、武断地选取或主张”的性质,构成解释前句 προφανοῦς ἀτοπίας οὔσης(荒谬显而易见)的说明性 γάρ 句的核心。

  2. 1.65εἰ δὲ τῷ ἀποσπινθηρίζειν τὴν κόμην αὐτὸν ἐροῦσιν ἔχειν ... ἀλλὰ πλάνη δηλονότι τῆς ὄψεως ἡμῶν ἐστι τὸ τοιοῦτον πάθος

    条件从句(εἰ δὲ ... ἐροῦσιν)在插入括注性的举例解释(φαίνονται γάρ ...)之后,主句通过转折连词 ἀλλά(“然而这种状态显然是我们视线的错觉……”)引出驳论,构成破格的呼应结构,直接对假设前提进行反驳。

  3. 1.66καὶ φανερῶν δ’ ὄντων αὐτῶν ἁπάντων καὶ μὴ φαινομένων πάντων ἀλλ’ ἐνίων ὄντων πρὸς τῷ ἡλίῳ

    引文中的属格独立结构。借助 καὶ ... δέ 的连结,两个对立的境况(καὶ φανερῶν ὄντων 与 καὶ μὴ φαινομένων)形成并列,而在后者内部又嵌入了另一个限定性的独立属格(ἀλλ’ ἐνίων ὄντων)。这些成分整体作为让步性条件,从属于 οὐδὲν ἧττον 引导的主句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:82.19-83.19