- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:81.11-82.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德着手驳斥将彗星视为行星会聚或特定行星的先辈学说之际,斐洛波诺斯详细阐释了其反驳论据:彗星越出黄道带运行、多颗彗星与已知全部五颗行星同时并存、以及彗星逐渐消亡和改变形状的现象。
" Πᾶσι δὲ τούτοις τὰ μὲν κοινῇ συμπίπτει λέγειν ἀδύνατα, τὰ δὲ καὶ χωρίς.1" Ἐντεῦθεν λοιπὸν ἐπὶ τὸν ἔλεγχον τῶν εἰρημένων ὑποθέσεων τρέπεται. τῶν δὲ παρακολουθούντων ταῖς ὑποθέσεσι ταύταις ἀτόπων, φησί, τὰ μὲν ὁμοῦ πάσαις ἐστὶ κοινά, τὰ δὲ καὶ ἴδια ἑκάστῃ. καὶ τέως τὰ κοινῇ πάσαις ἑπόμενα τίθησι, καὶ τοῖς σύμφασιν ἁπάντων ἅμα τῶν πλανωμένων τὸν κομήτην εἶναι λέγουσιν καὶ τοῖς ἕνα τούτων ἢ ἕτερόν τινα πλανώμενον ἀστέρα παρὰ τοὺς πέντε τοὺς ἐγνωσμένους ἡμῖν, τοῖς τε οἰκείαν ἔχειν τὴν κόμην καὶ τοῖς ἔξωθεν αὐτὴν γινομένην ὑποτιθεμένοις.
“对于所有这些人而言,都会得出言说不可能之事的结果,其中有些是共同得出的,有些也各自单独得出。” 自此,他转向对前述诸假说的驳斥。他说,伴随这些假说而来的荒谬后果中,有些是所有假说共同面对的,有些则是各个假说所特有的。目前他首先陈明所有假说共同面临的后果:既针对那些主张彗星是所有行星共同会聚的人,也针对那些主张它是这些行星之一、或在我们已知的五颗之外的某颗其他行星的人;既针对那些假定彗尾是彗星自身固有的人,也针对那些假定彗尾是由外部产生的人。
"Πρῶτον μὲν οὖν τοῖς λέγουσιν ὅτι τῶν πλανωμένων ἐστὶν εἷς ἀστέρων ὁ κομήτης· οἱ γὰρ πλανώμενοι πάντες ἐν τῷ κύκλῳ ὑπολείπονται τῷ τῶν ζῳδίων, κομῆται δὲ πολλοὶ ἑωραμένοι εἰσὶν ἔξω τοῦ κύκλου. εἶτα καὶ πλείους ἑνὸς ἅμα γεγένηνται πολλάκις." Τὸ προκείμενον ἐπιχείρημα κοινός ἐστιν ἔλεγχος καὶ τῶν σύμφασιν μίαν τῶν πέντε πλανωμένων εἶναι λεγόντων τὸν κομήτην, ἢ εἰ καὶ ἕνα λέγοι τις αὐτὸν καὶ ἄλλον εἶναι τοῦτον παρὰ τοὺς συνεγνωσμένους ἡμῖν πέντε πλανώμενον καὶ αὐτόν.2 οἱ μὲν γὰρ πλανώμενοι, φησί, πέντε τὸν ζῳδιακὸν ἐπέχουσι κύκλον, κἀν τούτῳ δὴ κινοῦνται μηδαμῇ παρεξιόντες αὐτὸν ἐπὶ βορρᾶν ἢ ἐπὶ νότον, οἱ δὲ λεγόμενοι κομῆται ἄλλοτε μὲν τοῦ ζῳδιακοῦ βορειότεροι, ἄλλοτε δὲ νοτιώτεροι φαίνονται. ἔτι πλείονες ἑνὸς ἅμα πολλάκις ὤφθησαν κομῆται, ὡς περὶ ἑνὸς δὲ πάντες οἱ παλαιοὶ κομήτου τεχνολογοῦσι. καὶ ἄλλως κομήτου φανέντος ἑνὸς ἢ πλειόνων τοὺς πλανωμένους ἔστιν ἀπαριθμήσασθαι πάντας καὶ ἰδεῖν ἐν τῷ τόπῳ τῷ οἰκείῳ φαινόμενον ἕκαστον. οὔτε οὖν πάντων ἅμα σύμφασις οὔτε εἷς ἐξ αὐτῶν ἐστιν ὁ κομήτης. ἀλλ’ οὐδὲ παρὰ τούτους ἕτερος ὑπάρχει πλανώμενος καὶ τὸν ζῳδιακὸν παραλλάσσων, πρῶτον μὲν ὅτι πάντες οἱ τὴν ἐναντίαν τῇ ἀπλανεῖ φερόμενοι, οὓς διὰ τοῦτο πλανήτας λέγομεν, τὸν ζῳδιακὸν οὐ παρεξίασιν· ἔπειτα τίνος ἕνεκα διὰ πολλοῦ χρόνου φαίνεσθαί φασι κομήτην; οὐ διὰ τὸ σύνδρομον εἶναι τῷ ἡλίῳ καὶ ὑπὸ τῶν αὐγῶν τῶν ἐκείνου καλύπτεσθαι; οὐκοῦν ἅμα τῷ ἡλίῳ καὶ αὐτὸς τὸν ζῳδιακὸν ἐπέχει κύκλον· οὔτε γὰρ οἱ βορειότατοι οὔτε οἱ νοτιώτατοι ὑπ’ αὐτοῦ κρύπτονται. πῶς οὖν οἱ κομῆται καὶ τοῦτον φαίνονται παρεξιόντες; μήποτε δὲ πρὸς τὸ πλῆθος τῶν κομητῶν οἱ σύμφασιν εἶναι λέγοντες πιθανολογούμενοι φήσουσιν ὡς δυνατὸν ἐστι τρεῖς μὲν τυχὸν συνιέναι πλανήτας ἀλλήλοις καὶ μίαν ποιεῖσθαι σύμφασιν, τοὺς δὲ λοιποὺς δύο πάλιν ἑτέραν, ὥστε δύο γίνεσθαι κομήτας. τί οὖν ἐροῦσιν, εἰ καὶ τρεῖς ἢ πλείους φανεῖεν, καὶ οὗτοι τὸν ζῳδιακὸν παραλλάσσοντες, τῶν συνεγνωσμένων ἡμῖν πέντε φαινομένων καὶ μὴ συνελθόντων ἀλλήλοις,3 ἀλλὰ καὶ διεστώτων πολλάκις πλεῖστον ἀλλήλων; καὶ ἄλλως κατὰ μέρος οἱ κομῆται δυόμενοι φαίνονται4 καὶ ὡς ἐπὶ πυρὸς ἐνδείᾳ τῆς ὕλης δαπανωμένου κατὰ μικρόν. ἀλλὰ καὶ τὰ σχήματα μεταλλάττουσι πολλάκις, ὅπερ ἡμεῖς τεθεάμεθα. τοῦτο δὲ ὑπομένει τῶν ἀστέρων οὐδεὶς οὔτε ἀπλανὴς οὔτε πλανώμενος.
“因此,首先针对那些主张彗星是行星之一的人;因为所有行星都在黄道带圆周之内落后,但许多彗星却曾被看见在黄道带圆周之外。其次,常常同时出现不止一颗彗星。” 所提出的论证,既是对那些主张彗星是五颗行星单一会聚之人的共同驳斥,也是对倘若有人主张彗星是一颗星、且其自身也是在我们公认已知的五颗之外的另一颗行星之人的共同驳斥。因为他说,五颗行星占据着黄道带圆周,并且确实在其中运行,绝不向北或向南越出黄道带;而被称作彗星的星体,有时显得比黄道带更靠北,有时则更靠南。此外,往往有不止一颗彗星同时被看见,然而所有古人却都像是仅仅针对一颗彗星那样建构其理论。不仅如此,在一颗或多颗彗星显现时,人们能够数清所有的行星,并看到每一颗都显现在其固有的位置上。因此,彗星既非所有行星同时的会聚,亦非它们之中的某一颗。而且在这些行星之外也绝不存在另一颗越出黄道带的行星:首先,因为所有朝着与恒星天相反方向运行的星体——我们正因如此才称之为行星——都不会越出黄道带;其次,他们凭什么说彗星是在隔了很长时间后才显现的呢?难道不是因为与太阳同行并被太阳的光芒所遮蔽吗?因而它本身必然也与太阳一同占据着黄道带圆周;因为最靠北和最靠南的星体都不会被太阳所遮蔽。既然如此,彗星又怎会显现为越出黄道带呢?然而面对多颗彗星这一事实,主张会聚说的人或许会作看似合理的辩解,声称或许可能碰巧有三颗行星彼此相合形成一个会聚,其余两颗又形成另一个会聚,以致产生两颗彗星。那么,如果显现出三颗或更多彗星,且这些彗星同样越出黄道带,而我们公认已知的五颗行星全都清晰可见、并未彼此相合、甚至往往彼此相距极远,这时他们又该说什么呢?此外,彗星显现出是逐渐一部分一部分地隐没沉落,就像火因缺乏燃料而一点一点地消耗殆尽那样。而且它们还常常改变形状,这是我们亲眼目睹过的。然而没有任何星体,无论恒星还是行星,会经受这种变化。
- 1.63τὰ μὲν κοινῇ συμπίπτει λέγειν ἀδύνατα, τὰ δὲ καὶ χωρίς
无人称动词 συμπίπτει(“结果为/导致”)带不定式 λέγειν,其宾语为 ἀδύνατα(“不可能之事”),并由相关词 τὰ μέν... τὰ δέ(“有些……有些……”)进行区分。整体句式结构为:“结果导致他们言说了不可能之事,其中有些是共同的,有些则是各自独立的。”
- 1.64καὶ ἄλλον εἶναι τοῦτον παρὰ τοὺς συνεγνωσμένους ἡμῖν πέντε πλανώμενον καὶ αὐτόν
宾格代词 τοῦτον 用作不定式 εἶναι 的主语,形容词 ἄλλον 与分词 πλανώμενον 与之在性数格上一致并作表语。整体构成带不定式的宾格句式结构:“[若有人说]此星体本身也是在我们已知的五颗之外的另一颗行星”。
- 1.64τῶν συνεγνωσμένων ἡμῖν πέντε φαινομένων καὶ μὴ συνελθόντων ἀλλήλοις
属格绝对分词结构(genitive absolute),用于补充前文条件从句(εἰ καὶ τρεῖς ἢ πλείους φανεῖεν...)的情境,表示对比性并存状况:“此时我们公认已知的五颗行星清晰可见,且并未彼此相合”。
- 1.64κατὰ μέρος οἱ κομῆται δυόμενοι φαίνονται
动词 φαίνονται 搭配补充性分词 δυόμενοι,意为“显现出正在沉没/隐退/消逝”。介词短语 κατὰ μέρος(“分部分地/逐步地”)修饰分词 δυόμενοι,紧接着以火因缺乏燃料而一点点熄灭的比喻说明这种渐进性消亡的状态。
