- 底本
- Philoponus, In Aristotelis Meteorologicorum Librum Primum Commentarium. Commentaria in Aristotelem Graeca XIV.1, ed. M. Hayduck, Berlin: Reimer 1901, pp. 1-131. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:80.1-81.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
费罗波诺斯注疏了亚里士多德《气象学》343a6–10,阐明了彗星周游其整个轨道并在同一点重新显现的含义,并解释了南北运行中地表与地下天球圆周比例的差异如何决定人的视线能否折射向太阳从而形成慧尾。
" Ὡς ὅταν ἐκ ταὐτοῦ φανῇ ὑπολελειμμένον ὅλον τὸν ἑαυτοῦ κύκλον.1" Ἐπισημειοῦσθαι δεῖ ὡς εἰπὼν ἐν τοῖς προκειμένοις “διὰ δὲ τὸ ὑπολείπεσθαι βραδυτάτῳ χρόνῳ” καὶ μὴ προσθεὶς τὸν ἑαυτοῦ κύκλον νῦν φησιν ὡς ὅταν ἐκ τοῦ αὐτοῦ φανῇ, ὑπολελειμμένος ἂν εἴη τὸν ἑαυτοῦ κύκλον, ὡς πρότερον μὲν τοῦ ἡλίου σπανίως αὐτὸν βουλόμενος ὑπολείπεσθαι (διὸ καὶ διὰ πολλοῦ φαίνεσθαι χρόνου) νυνὶ δὲ τὸν ἑαυτοῦ κύκλον ὑπολείπεσθαι λέγων. τί οὖν ἐστι τὸ νῦν λεγόμενον; ὡς ἐπειδὰν ἐκ τοῦ αὐτοῦ σημείου φανῇ, ἐξ οὗ καὶ πρότερον ὤφθη, ὅλον τὸν ἑαυτοῦ κύκλον ὑπολείπεται, τουτέστιν ὅλον ἐξήνυσε καὶ περιῆλθε τὸν ἑαυτοῦ κύκλον. τὸ μὲν οὖν ὅλως φαίνεσθαι τὸν ἀστέρα τοῦτον κατ’ αὐτοὺς ἐκ τοῦ πλεῖον ἀπολιμπάνειν ποτὲ γίνεται, τὸ δὲ εἰς τὸ αὐτὸ σημεῖον φαίνεσθαι, ἐξ οὗ καὶ πρὸ πολλοῦ χρόνου ἐφάνη, τοῦ περιελθεῖν ὅλον τὸν ἑαυτοῦ κύκλον αἴτιόν ἐστιν.
“如同当它在落后了其自身的整个圆周之后从同一点显现时那样。” 应当注意的是,他在前文说了“而由于在时间上落后得最慢”且并未加上其自身的圆周,而现在却说每当它从同一点显现时,它便已经落后了其自身的圆周;这表明先前他是指彗星极少落后于太阳(因此也是隔很长时间才显现一次),而现在则是指落后[运行周遍]其自身的圆周。那么,现在所说的究竟是什么意思呢?这是指,每当它从先前曾被看见的同一点显现时,它便落后了其自身的整个圆周,也就是说它完成并运行周遍了其自身的整个圆周。因此,按照他们的观点,这颗星体全然显现出来,是由于有时更大幅度地脱离[太阳]而产生的,而它显现在先前隔很长时间显现的同一点上,则是周游其自身整个圆周的结果。
"Ὑπολείπεσθαι δ’ αὐτὸν καὶ πρὸς ἄρκτον καὶ πρὸς νότον." Ὑπολείπεται τοῦ ἡλίου, φησίν, ὁ κομήτης ποτὲ μὲν πρὸς ἄρκτον, ποτὲ δὲ πρὸς νότον· θέλει γὰρ διὰ τούτων διδάξαι, πότε ποιεῖ κόμην κατ’ ἐκείνους καὶ πότε οὔ. ὥστε καὶ ὅτε ἔλεγε “διὰ τὸ ὑπολείπεσθαι βραδυτάτῳ χρόνῳ” τοῦ ἡλίου ἔλεγεν ὑπολείπεσθαι.
“并且它向北和向南都会落后。” 他说,彗星落后于太阳,有时是向北,有时是向南;因为他想要通过这些话来说明,按照他们的看法,彗星在何时产生彗尾,何时不产生彗尾。因此,即便当他说“由于在时间上落后得最慢”时,他所说的也是落后于太阳。
"Πρὸς δὲ νότον ὅταν φέρηται, δαψίλειαν ἔχειν τῆς τοιαύτης νοτίδος, ἀλλὰ διὰ τὸ μικρὸν εἶναι τὸ ὑπὲρ γῆν τμῆμα τοῦ κύκλου, τὸ δὲ κάτω πολλαπλάσιον, οὐ δύνασθαι τὴν ὄψιν τῶν ἀνθρώπων φέρεσθαι κλωμένην πρὸς τὸν ἥλιον οὔτε τῷ νοτίῳ τόπῳ πλησιάζοντος οὔτ’ ἐπὶ θεριναῖς τροπαῖς ὄντος τοῦ ἡλίου.2" Ἐν μὲν οὖν τοῖς ὑπὸ τὸν ἰσημερινὸν τόποις καὶ τοῖς τούτῳ πλησιάζουσιν οὐκ ἴσχει κόμην διὰ τὴν ὑπερβολὴν τῆς ἐκεῖθεν θερμασίας καὶ τῆς ξηρότητος. ὑπερβὰς δὲ τοὺς τόπους τούτους καὶ φερόμενος ἐπὶ τοὺς τροπικοὺς καὶ μέχρις αὐτῶν δαψίλειαν μὲν ὑδάτων ἔχει καὶ πολλὴν ἐκ τούτων ἀτμίδα συνέλκει, ἀλλ’ ἐν μὲν τοῖς νοτίοις, φησί, τοῦ πλείστου μέρους τῶν κύκλων ὑπὸ γῆν ὄντος, ὅπερ ὁ ἥλιος ἐν ταῖς νυξὶ διέρχεται, συμβαίνει τὰς ἐκ τῆς ἀτμίδος ἀνακλωμένας ὄψεις μὴ ἀφικνεῖσθαι κάτω πρὸς τὸν ἥλιον διὰ τὴν πολλὴν αὐτοῦ ἀπὸ τοῦ ὁρίζοντος ἀπόστασιν τὴν ὑπὸ γῆν. ἐν δὲ τῷ βορείῳ διὰ τὸ μικρὰν εἶναι τὴν ὑπὸ γῆν ἐκείνων τῶν κύκλων περιφέρειαν ἀφικνοῦνται πρὸς τὸν ἥλιον. μήποτε δὲ εἴ τις ὑποθοῖτο3 ἐν τοῖς θερινοῖς κύκλοις ἅμα τῷ δῦναι τὸν ἥλιον καὶ μὴ πολλὴν μοῖραν τῆς ὑπὸ γῆν διεληλυθέναι περιφερείας μηδὲ τῆς ἀπὸ τοῦ κέντρου φερομένης ἐπὶ ταύτην γραμμῆς ἅψασθαι, τότε δύνασθαι τὰς ὄψεις ἐπ’ αὐτὸν ἀνακλᾶσθαι τὸν ἥλιον, καὶ τοὐναντίον ἐν τοῖς χειμερινοῖς, ἐπεὶ πολὺ τοῦ ὑπὸ γῆν ὁ ἥλιος διέλθοι τμήματος, ὡς ἐν τῷ ὑπὸ γῆν τούτου γενέσθαι μεσουρανήματι ἢ καί τι ὑπερβῆναι τούτου μικρόν, τότε μὴ δύνασθαι τὰς ἀνακλωμένας ὄψεις πρὸς τοῦτον φέρεσθαι· οὔτε οὖν ἐν τοῖς βορείοις ὄντος τοῦ κομήτου ἀεὶ ἕξει κόμην οὔτε ἐν τοῖς νοτίοις οὐδέποτε [οὐχ] ἕξει κατὰ τὴν εἰρημένην ὑπόθεσιν.
“而当它向南运行时,它拥有丰富的此类湿气;但由于该圆周在地上部分狭小,地下部分却成倍增大,所以无论是太阳接近南方位置时,还是处于夏至点时,人的视线都无法折射向太阳运行。” 因此,在赤道之下的地区以及接近该地区的区域,由于该处过度的炎热与干燥,它并不拥有彗尾。然而越过这些地区并向回归线区域且直至该处运行时,它便拥有充沛的水分,并由此聚集大量的蒸汽;但他指出,在南方区域,由于各圆周的最大部分都在地下,而太阳在夜间所通过的正是〔这一部分〕,所以从蒸汽中折射出的视线,由于太阳在地下远离地平线,便不会向下抵达太阳。相反在北方区域,由于那些圆周在地下部分的圆弧狭小,[视线]便会抵达太阳。然而,难道不可以有人假定:在夏季的各圆周中,一旦太阳落下并且尚未通过地下圆弧的较大部分,亦未接触从中心引向该圆弧的线时,视线便能够折射向太阳本身;而相反在冬季的各圆周中,一旦太阳通过了地下区段的较大部分,以至于到达该区段的地底中天或稍稍越过该处,此时折射的视线便无法朝向它运行——由此,按照所述的假说,彗星在北方区域时既非总是拥有彗尾,在南方区域时亦非绝无彗尾。
- 1.60ὑπολελειμμένον ὅλον τὸν ἑαυτοῦ κύκλον
完成时分词 ὑπολελειμμένον 为中动态/被动态,接 ὅλον τὸν ἑαυτοῦ κύκλον 作为表示范围/内面宾格,指落后运行所贯穿的整个空间或轨道(即“周游了其整个圆周”)。
- 1.62οὔτε τῷ νοτίῳ τόπῳ πλησιάζοντος οὔτ’ ἐπὶ θεριναῖς τροπαῖς ὄντος τοῦ ἡλίου
属格独立结构,名词 τοῦ ἡλίου 为逻辑主语,统摄两个并列的分词短语(οὔτε τῷ νοτίῳ τόπῳ πλησιάζοντος 与 οὔτ’ ἐπὶ θεριναῖς τροπαῖς ὄντος)。与前面的否定式 οὐ δύνασθαι 连用,表达在两种情况下视线均“不能”发生折射。
- 1.62μήποτε δὲ εἴ τις ὑποθοῖτο
μήποτε 在此引导委婉的设问或探究(“莫非……”、“或许若是有人假定……”)。紧接希求式条件从句(εἴ τις ὑποθοῖτο),并由 ὑποθοῖτο 支配间接引语性质的不定词(τότε δύνασθαι ... τότε μὴ δύνασθαι)引出假定的内容。
