← 约翰·菲洛波诺斯

亚里士多德《天象论》第一卷注释

§78.33-79.36

驳亚历山大关于彗星迟滞显现的解释

针对亚里士多德《气象学》343a4的字句,菲洛波庞驳斥了亚历山大将彗星“在时间上落后得最慢”解释为自身轨道周期最长的主张,并提出自己的解释,即由于彗星与太阳同行,它是指历经极长时间才逐渐滞后并脱离太阳光芒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.59

" Διὰ δὲ τὸ ὑπολείπεσθαι βραδύτατα τῷ χρόνῳ διὰ πλείστου χρόνου φαίνεσθαι τῶν ἄλλων ἄστρων." Τὸ ὑπολείπεσθαι βραδύτατα τῷ χρόνῳ ὁ Ἀλέξανδρος ἐξηγούμενος βραδυτάτῳ χρόνῳ ὑπολείπεται, φησί, τουτέστι τὸν ἑαυτοῦ περίεισι κύκλον. ὑπολείπεσθαι γὰρ οἱ πλανῆται λέγονται ἣν αὐτοὶ καθ’ αὑτοὺς κινοῦνται κίνησιν,1 ἀνάπαλιν οὖσαν ᾗ ὑπὸ τῆς ἀπλανοῦς περιφέρονται. λέγονται δὲ ὑπολείπεσθαι, ὅτι διὰ ταύτην τὴν κίνησιν ὑστερίζοντες φαίνονται τῶν ἄλλων πλανητῶν μὴ οὕτω βραδέως ὑπολειπομένων. ταῦτα μὲν οὖν ἐπὶ λέξεως ὁ Ἀλέξανδρος. ἀσαφῆ δὲ οὖσαν τὴν Ἀριστοτέλους λέξιν ἀσαφεστέραν ἐποίησε2 καὶ τοὔμπαλιν ἤπερ ἡ λέξις βούλεται ταύτην ἡρμήνευσεν. ἐκεῖνοι μὲν γὰρ αἰτίαν ἀποδοῦναι βουλόμενοι τοῦ διὰ πλείστου χρόνου φαίνεσθαι τὸν κομήτην, 〈ὃν〉 ἕνα τῶν πλανωμένων εἶναι βούλονται, διὰ τὸ ὑπολείπεσθαί φασι τοῦτον βραδυτάτῳ χρόνῳ, τούτου χάριν διὰ πλείστου φαίνεσθαι χρόνου. τὸ δὲ ὑπολείπεσθαι τί ἐστιν ἑρμηνεύων ὁ Ἀλέξανδρος τὸ ἐκπεριιέναι φησὶ τὸν ἴδιον κύκλον. καὶ πῶς αἴτιόν ἐστι τοῦτο τοῦ βραδυτάτῳ χρόνῳ φαίνεσθαι τὸν κομήτην; τοὐναντίον γὰρ μᾶλλον ὅσῳ ἐχρῆν βραδύτατα καὶ διὰ πλείστου χρόνου τὸν ἑαυτοῦ κύκλον ἐκπεριέρχεσθαι, τοσούτῳ μᾶλλον αὐτὸν ἀφεστηκότα τοῦ ἡλίου πολλάκις μὲν φαίνεσθαι, ὀλιγάκις δὲ γίνεσθαι ἀφανῆ. τοῦ γὰρ ἡλίου δι’ ἐνιαυτοῦ τὸν ἴδιον κύκλον περιιόντος, διὰ πλείστου δὲ λίαν τοῦ κομήτου, ἀνάγκη πάντως παραλλάττειν αὐτοῦ τὸν ἥλιον καὶ πλεῖστον διίστασθαι, καὶ διὰ τοῦτο τὸν κομήτην διαφεύγοντα τοῦ ἡλίου τὸ φῶς πλεονάκις φαίνεσθαι. οἷον ὑποκείσθω τὸν κομήτην ἐν ἔτεσιν ἑξήκοντα διανύειν τὸν ἑαυτοῦ κύκλον, τουτέστι κατὰ πέντε ἔτη κινεῖσθαι ζῴδιον ἕν, κατὰ δὲ ἐνιαυτὸν μοίρας ἕξ, κατὰ μῆνα μοίρας ἥμισυ· πάλιν ὑποκείσθω τὸν κομήτην καὶ τὸν ἥλιον ἐν κριῷ εἶναι κατὰ τὸ αὐτὸ σημεῖον· τοῦ οὖν ἡλίου ἐν μηνὶ τὸν κριὸν ἐξερχομένου κατὰ τὴν ἰδίαν αὐτοῦ κίνησιν, ἐν τούτῳ τὸν κομήτην κατὰ τὴν εἰρημένην ὑπόθεσιν ἥμισυ μοίρας τοῦ κριοῦ κεκινῆσθαι. δῆλον 〈οὖν〉 ὅτι τὰς αὐγὰς ἀποφυγὼν τοῦ ἡλίου φανήσεται πάντως, τοσοῦτον καὶ μόνον ὑπ’ αὐτὰς κρυπτόμενος, ἕως ἂν ὁ ἥλιος ζῴδιον αὐτὸν καὶ τρίτον ἑτέρου παραδράμῃ κατὰ τὸν Ἡσίοδον περὶ τῶν Πληϊάδων λέγοντα “αἳ δ’ ἤτοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα κεκρύφαται”. τὸν οὖν λοιπὸν ἅπαντα χρόνον ἀνάγκη φαίνεσθαι τὸν κομήτην, καὶ τοῦτο κατ’ ἐνιαυτὸν συμβαίνειν· καὶ γὰρ ὁ Κρόνος τῶν λοιπῶν σπανιώτερον κρύπτεται βραδύτατος ὤν. τοῦτο δὲ πᾶν τοὐναντίον ἐστὶν οὗπερ ἐκεῖνοι βούλονται· ὡς γὰρ ὁ Ἑρμαϊκός φασιν ἀστὴρ ἰσόδρομος ὢν τῷ ἡλίῳ καὶ ὀλίγον αὐτοῦ ποτε παραλλάττων σπανίως φαίνεται, οὕτως ἔχειν καὶ τὸν κομήτην· ὥστε τοὐναντίον οὗ βούλονται τὴν λέξιν ὁ Ἀλέξανδρος ἐξηγήσατο. τίς οὖν ἡ τῆς λέξεως Ἀριστοτέλους διάνοια; φημὶ τοίνυν τὸ ὑπολείπεσθαι βραδυτάτῳ χρόνῳ φησὶ τὸ τοῦ ἡλίου μετὰ πολὺν ὑπολείπεσθαι χρόνον·3 σύνδρομος γὰρ ὢν αὐτῷ, καθὰ βούλονται, διὰ πλείστου χρόνου τοῦτον ἀπολιμπάνει, ὅτε καὶ τὰς αὐγὰς αὐτοῦ διαφυγὼν εἰκότως ἡμῖν ἐμφανὴς διὰ πλείστου γίνεται χρόνου· καὶ ταύτῃ τῇ ἐξηγήσει καὶ τὸ ἀπεικάζειν αὐτὸν τῷ Ἑρμαϊκῷ ἀστέρι συμφωνεῖ.

“而由于在时间上落后得最慢,它在其他星体中隔最长时间才显现一次。” 亚历山大在解释“在时间上落后得最慢”时说,它是以最慢的时间落后,即运行周遍其自身的圆周。因为行星就其依自身所做的运动(即与受恒星天带动旋转的运动相反的运动)而言,被称为“落后”。它们之所以被称为落后,是因为由于这一运动,它们显得滞后于那些并不如此缓慢落后的其他行星。亚历山大逐字的原话便是如此。然而,亚里士多德的文句原本就模糊不清,他却使其更加晦涩,并且作出了与文句本意完全相反的解释。因为那些人想要为彗星(他们主张彗星是行星之一)隔最长时间显现给出原因,便说由于它以最慢的时间落后,正因如此它才隔最长时间显现。而在解释何为“落后”时,亚历山大说这是指运行周遍其特有的圆周。然而,这又如何能够成为彗星以最慢的时间显现的原因呢?因为恰恰相反,它越是必须以最慢的速度并在最长的时间内周游其自身的圆周,它就越是由于与太阳分离而频繁显现,并且极少隐没不见。因为太阳在一年的时间内周游其特有的圆周,而彗星则经历极其漫长的时间,所以太阳必然会完全越过它并与其产生最大的间隔,从而彗星由于避开了太阳的光线而更频繁地显现。例如,假定彗星在六十年内完成其自身的圆周运行,也就是说每五年移动一个黄道星座,每年移动六度,每月移动半度;再假定彗星与太阳在白羊宫的同一点。因此,由于太阳依其自身的运动在一个月内离开白羊宫,在此期间根据所述的假说彗星仅移动了白羊宫的半度。由此显然,它避开了太阳的光线,必定会显现出来,而仅仅在太阳越过它一个星座加另一个星座的三分之一这段时间内被遮蔽在其光线之下,正如赫西俄德谈及昴星团时所说:“它们确实隐蔽了整整四十个昼夜。”因此,在所有剩余的时间里彗星必然显现,而且这种情况每年都会发生;因为土星也是由于运行最慢,才比其余星体更少隐蔽。但这完全与那些人的意图相反;因为他们说,正如水星与太阳同速、有时仅与其稍微偏离因而罕见显现一样,彗星的情形也是如此;因此亚历山大对文句的解释恰恰与他们的意图相悖。那么,亚里士多德该文句的含义究竟是什么呢?我因而认为,所谓“以最慢的时间落后”,他是指隔很长时间才落后于太阳;因为正如他们所主张的,它与太阳同行,隔最长的时间才离开太阳,此时它避开了太阳的光线,自然隔最长时间才对我们显现一次;而将它比作水星的说法也与这番解释相吻合。

语法注3 条
  1. 1.59ἣν αὐτοὶ καθ’ αὑτοὺς κινοῦνται κίνησιν

    κίνησιν 与动词 κινοῦνται 构成同源宾格(内部宾语),由关系代词 ἣν 所限定。这一宾格结构用以规定行星在何种运动意义上被称为“落后”(λέγονται ὑπολείπεσθαι)。

  2. 1.59ἀσαφῆ δὲ οὖσαν τὴν Ἀριστοτέλους λέξιν ἀσαφεστέραν ἐποίησε

    分词短语 ἀσαφῆ οὖσαν 具有让步含义(“虽然原本就晦涩”),主句为双重宾格结构,动词 ἐποίησε 支配直接宾语 τὴν Ἀριστοτέλους λέξιν 与宾语补足语(比较级形容词)ἀσαφεστέραν。

  3. 1.59τὸ ὑπολείπεσθαι βραδυτάτῳ χρόνῳ φησὶ τὸ τοῦ ἡλίου μετὰ πολὺν ὑπολείπεσθαι χρόνον

    在两个带冠词的不定式短语中,前者(τὸ ὑπολείπεσθαι βραδυτάτῳ χρόνῳ)引用亚里士多德的原句作为考察的主体,后者(τὸ τοῦ ἡλίου μετὰ πολὺν ὑπολείπεσθαι χρόνον)充当表语性的解释(“在漫长时间之后落后于太阳”)。属格 τοῦ ἡλίου 依附于 ὑπολείπεσθαι,作分离或比较属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4015.tlg005.humanitext-grc1:78.33-79.36